Prometheus Bound

Aeschylus

1-30

Prometheus Bound, Prometheus Bound, Aeschylus, with an English translation

  1. Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
  2. Σκύθην ἐς οἶμον, ἄβατον[*](ἄβατον schol. Rav. Ar. Ran. 814 et recc.: ἄβατόν τ᾽ M: ἄβροτον (e Suida et schol. Hom. Il. xiv. 78) Porson) εἰς ἐρημίαν.
  3. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
  4. ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
  5. ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
  6. ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.[*](ἀδαμαντίνων δεσμῶν ... πέδαις (e schol. Ar. Ran. 814) Canter: ἀδαμαντίναις πέδῃσιν ... πέτραις M)
  7. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
  8. θνητοῖσι κλέψας ὤπασεν: τοιᾶσδέ τοι
  9. ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
  10. ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
  11. στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
  1. Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
  2. ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
  3. ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
  4. δῆσαι βίᾳ φάραγγι πρὸς[*](πρὸς] τῇ (προς supra scr.) M) δυσχειμέρῳ.
  5. πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
  6. ἐξωριάζειν[*](ἐξωριάζειν] εὐωριάζειν e Phot. et Hesych. Porson) γὰρ πατρὸς λόγους βαρύ.
  7. τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
  8. ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
  9. προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ[*](πάγῳ recc.: τόπῳ M)
  10. ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
  11. ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
  12. χροιᾶς ἀμείψεις ἄνθος: ἀσμένῳ δέ σοι
  13. ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
  14. πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
  15. αἰεὶ[*](αἰεὶ G: ἀεὶ cett. codd.) δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
  16. τρύσει σ᾽: ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
  17. τοιαῦτ᾽ ἐπηύρου[*](ἐπηύρου Elmsley: ἐπηύρω M) τοῦ φιλανθρώπου τρόπου.
  18. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
  19. βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.