Seven Against Thebes

Aeschylus

1-30

Seven Against Thebes, Seven Against Thebes, Aeschyli Tragoediae

  1. Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
  2. ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
  3. οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
  4. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ:
  5. εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
  6. Ἐτεοκλέης ἂν εἷς πολὺς[*](πολὺς quod omiserat supra scr. M) κατὰ πτόλιν
  7. ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις
  8. οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
  9. ἐπώνυμος γένοιτο Καδμείων πόλει.
  10. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι
  11. ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
  12. βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
  13. ὥραν[*](ὥραν M: ὤραν m τ᾽ add. m1) τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε[*](ὥστε rec. Stanley: ὥστι ex ὥστις factum M) συμπρεπές,
  14. πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
  15. βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε:
  16. τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ:
  17. ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
  18. ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
  19. ἐθρέψατ᾽ οἰκητῆρας[*](οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique) ἀσπιδηφόρους
  20. πιστοὺς[*](fortasse πιστοί θ᾽) ὅπως γένοισθε πρὸς χρέος τόδε.
  21. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός:
  22. χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
  23. καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
  24. νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
  25. ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
  26. χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ:
  27. οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
  28. λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
  29. νυκτηγορεῖσθαι κἀπιβούλευσιν[*](κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: -εύειν recc.) πόλει.
  30. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων