Agamemnon

Aeschylus

1-30

Agamemnon, Agamemnon, Aeschyli septem quae supersunt tragoediae

  1. θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων,
  2. φρουρᾶς ἐτείας μῆκος, ἣν[*](ἣν Fl V Fa: δ᾽ ἦν M) κοιμώμενος
  3. στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
  4. ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
  5. καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
  6. λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
  7. [ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].[*](seclusit Pauw)
  8. καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
  9. αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
  10. ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ
  11. γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
  12. εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
  13. εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
  14. ἐμήν:[*](ἐμήν suspectum: τί μήν: Hermann, sed vide 1231–2) φόβος γὰρ ἀνθ᾽ ὕπνου[*](ἀνθ᾽ ὕπνου] ἀντίνους Wecklein) παραστατεῖ,
  15. τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:
  16. ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
  17. ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
  18. κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
  19. οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.[*](fort. δεσποτουμένου Dübner)
  20. νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων
  21. εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
  22. ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
  23. φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
  24. πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
  25. ἰοὺ ἰού.
  26. Ἀγαμέμνονος γυναικὶ σημαίνω[*](σημαίνω M: σημανῶ recc.) τορῶς
  27. εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
  28. ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
  29. ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
  30. ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων[*](ἀγγέλλων V Fa: ἀγγέλων M) πρέπει: