Eumenides

Aeschylus

1-30

Eumenides, Eumenides, Aeschyli Tragoediae

  1. Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
  2. τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν,
  3. ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
  4. μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ
  5. λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
  6. Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
  7. Φοίβη: δίδωσι[*](δίδωσιν M) δ᾽ ἣ γενέθλιον δόσιν
  8. Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
  9. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
  10. κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
  11. ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽[*](Παρνησοῦ θ᾽ Robortello: παρ νησοῦσθ᾽ M) ἕδρας.
  12. πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
  13. κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
  14. ἀνήμερον τιθέντες ἡμερωμένην.
  15. μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
  16. Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
  17. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
  18. ἵζει τέταρτον τοῖσδε[*](τοῖσδε Voss: τόνδε M) μάντιν ἐν θρόνοις:[*](θρόνοις Turnebus: χρόνοις codd.)
  19. Διὸς προφήτης δ᾽ ἐστὶ[*](ἐστὶν M) Λοξίας πατρός.
  20. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
  21. Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.
  22. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
  23. κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή:[*](ἀναστροφή scholium: ἀναστροφά M: ἀναστροφαί Fl Fa V)
  24. Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
  25. ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
  26. λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
  27. Πλειστοῦ[*](Πλειστοῦ Turnebus: πλείστους codd.) τε πηγὰς καὶ Ποσειδῶνος κράτος
  28. καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
  29. ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
  30. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ