Magna Moralia

Aristotle

1.1.1-1.1.5

Magna Moralia, Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἄν εἴη [*](1181a) σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος ὡς μὲν οὖν συντόμως [*](25) εἰπτεῖν, δόξειεν 〈ἂν〉 οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δʼ οἷον σπουδαῖον· τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν·

δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς [*](1181b) πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος·

μέρος [*](25) ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία τῆς πολιτικῆς, τὸ δʼ ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δο- κεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτι- κήν.

— δεῖ ἄρα, ὡς ἔοικε, πρῶτον ὑπὲρ ἀρετῆς εἰπεῖν, τί τέ [*](1182a) ἐστι καὶ ἐκ τίνων γίνεται. σὐθὲν γὰρ ἴσως ὄφελος εἰδέναι μὲν τὴν ἀρετήν, πῶς δὲ ἔσται καὶ ἐκ τίνων μὴ ἐπαΐειν. οὐ γὰρ μόνον ὅπως εἰδήσομεν τί ἐστι σκοπεῖσθαι δεῖ, ἀλλὰ [*](Lib. l. 1181a, 24—1182a, 7 ═ E. N. 1094 a, 24—b, 10: ad 1182a, 1—7 cf. etiam E. E. 1216b, 3—25. E. N. 1130b, 26—28, praeterea tamen v. Ramsauer p. 60. n. Trendelenburg. p. 435—437.) [*](Lib. l. |1181a, 24. ἠθικῶν ΓΖ Kb Cv, ἠθων c. c. Va. || 26. δοκεῖ (pallidius, sed eadem m. Pb) Bk. Bu., videbuntur Γ ἄν add. Spengelius Susem. 27. γὰρ] δʼ ΓΠ Va., om. Cc et pr. Pb (γὰρ suppl. ead. m.) ||1181b, 25. τὸ] καστὰ τὸ et, ut videtur, Γ|| σπουδαῖον mg. Bas. || 26. ἐστὶν om. Π ἄρα ὡς Γ Π Va., ἀρετῆς Cc, ἄρα Mb Pb || 1182a, 3. ἔσται] ἂν Γ Ζ Ald. ἐπαΐειν] σἴειν Mb, ὀίειν Cc et pr. Pb, ἴσ. ἀϊειν mg. rc. Pb. || 4. εἰδήσωμεν ΓCc et pr. Kc et corr. Kb (είδήσομεν, ut videtur, corr. Kb). || σκοπεῖνσθαι Ald, οἴεσθαι Mb, ὄιεσθαι Pb Cc.)

2
καὶ ἐκ τίνων ἔσται σκέψασθαι. ἅμα γὰρ εἰδῆσαι βουλό- μεθα καὶ αὐτοὶ εἶναι τοιοῦτοι· τοῦτο δʼ οὐ δυνησόμεθα, ἐὰν μή εἰδῶμεν καὶ ἐκ τίνων καὶ πῶς ἔσται.

— ἀναγκαῖον μὲν οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἐπιστημῶν)· οὐ δεῖ δὲ λανθάνειν οὐδʼ εἴ τινες πρότε- ρον ὑπὲρ τούτων εἰρήκασιν.