De anima (codicis E fragmenta recensionis a vulgata diversae)

Aristotle

1-4

De anima (codicis E fragmenta recensionis a vulgata diversae), Aristotle, De anima (codicis E fragmenta recensionis a vulgata diversae), Ross, Harvard, 1961

88

Codicis E fragmenta recensionis a vulgata diversae I

lib. II, 412a3—112

Ἐοεὶ δὲ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφʼ ὅσον ἕκαστος ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ἀρχῆς πάλιν ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστιν ἡ ψυχὴ καὶ τίς ἂν εἴη λόγος αὐτῆς κοινότατος· χωρίζομεν δὴ τὰς μὲν οὐσίας ἀπὸ τῶν ὄντων τῶν ἄλλων· τῆς δὲ οὐσίας τὸ μὲν ὡς ὕλην λέγεσθαι τίθεμεν, ὅ καθʼ αὐτὸ οὐκ ἔστι τόδε τι, τὸ δὲ ἡ μορφή, τὸ δʼ ἐκ τούτων. ἔστι δʼ ἡ μὲν ὕλη δυνάμει, τὸ δʼ εἶδος ἐντελέχεια, αὕτη δʼ ὑπάρχει διχῶς, ἢ γὰρ ὡς ἡ ἐπιστήμη, ἢ ὡς τὸ θεωρεῖν. οὐσίαι δὲ μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα, καὶ τούτων τὰ φυσικά·---

II

lib. II, 414b13—416a9

ὁ δὲ χυμός ὥσπερ ἥδυσμα τούτοις ἐστίν· διόπερ ὅσα ἔχει τῶν ζῴων ἁφήν, πᾶσιν ὑπάρχει καὶ ὄρεξις. πεςρὶ δὲ φαντασίας ἄδηλον, καὶ ὕστερον ἐπισκεπτέον. ἐνίοις δὲ ταῦτά τε ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν, τοῖς δʼ ἔτι πρὸς τούτοις διάνοια καὶ νοῦς, οἷον ἀνθρώπῳ καὶ εἴ τι ἄλλο ζῷον ἕτερόν ἐστι τοιοῦτον ἢ καὶ τιμιώτερον. δῆλον οὖν ὡς ὁμοίως σχήματος καὶ ψυχῆς εἷς ἂν εἴη λόγος. οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τρίγωνον ἔστι καὶ τὰ ἐφεξῆς, οὔτ᾿ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. γένοιτο δʼ ἂν καὶ ἐπὶ τῶν σχημάτων λόγος ὃς ἐφαρμόσει πᾶσιν, οὐκ ἔσται μέντοι ἴδιος οὐθενὸς σχήματος. ὁμοίως δὲ καὶ ἐπὶ ταῖς εἰρημέναις

89
ψυχαῖς. διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπʼ ἄλ- λων καὶ ἐπὶ τούτων, ὃς οὐκ ἔσται οὐθενὸς τῶν ὄντων ἴδιος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, τὸν τοιοῦτον ἀφέντας. παραπλησίως δὲ ὥσπερ καὶ ἐπὶ τῶν σχημάτων, ἔχει καὶ τὰ περὶ τὴν ψυχήν· ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον ἐπί τε τῶν σχημάτων καὶ ἐπὶ τε τῶν ἐμψύχων, λέγω δʼ ὥσπερ ἐν τετραγώνῳ μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν. ὥστε καὶ καθʼ ἕκαστον δεῖ ζητεῖν τίς ἡ ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου καὶ τίς θηρίου. διὰ τίνα δʼ αἰτίαν τῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ οὐθέν [*](415a) ἐστιν αἰσθητικόν· τοῦ δʼ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικόν, οἷον ἐν τοῖς φυτοῖς. πάλιν δʼ ἄνευ τοῦ ἁπτικοῦ οὐδεμία τῶν ἄλλων αἰσθήσεων, ἁφὴ δʼ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ ἔστι τῶν ζῴων, ἃ οὔτʼ ὄψιν ἔχει οὔτʼ ἀκοήν. καὶ τῶν αἰσθητικῶν δὲ κίνησις τοῖς μὲν ὑπάρχει τοῖς δʼ οὐχ ὑπάρχει· τελευταῖον δὲ διάνοια καὶ λογισμός· οἶς μὲν γὰρ ὑπάρχει λογισμός, καὶ τῶν ἄλλων ἕκαστον· τῶν εἰρημένων, οἷς δʼ ἐκείνων ἕκαστον, οὐ πᾶσιν ὑπάρχει λογισμός. ἀλλὰ τὰ μὲν οὐδὲ φαντασίαν ἔχει τὰ δὲ ταύτην μόνον. ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οἰκειότατος περὶ ψυχῆς ἐστι, δῆλον.

Ἀνάγκη δὲ τὸν περὶ τούτων μέλλοντα πραγματεύεσθαι λαβεῖν τί ἕκαστον αὐτῶν ἐστιν, εἶθ᾿ οὕτω περὶ τῶν ἐχομένων καὶ τῶν ἄλλων ποιεῖσθαι τὴν ἐπίσκεψιν. εἰ δὲ δεῖ λέγειν τί ἕκαστον, οἷον τί τὸ νοητικὸν ἢ τί τὸ αἰσθητικὸν ἢ θρεπτικόν, πρότερον λεκτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι· αἱ γὰρ πράξεις καὶ αἱ ἐνέργειαι πρότεραι κατὰ τὸν λόγον εἰσὶ τῶν δυνάμεων. ἀλλὰ μὴν εἴ γε ταῦτα, πρότερον ἔτι τούτων διοριστέον τὰ ἀντικείμενα, οἷον περὶ τροφῆς καὶ αἰ- σθητοῦ καὶ νοητοῦ, διὰ τὴν αὐτὴν αἰτίαν. ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως λεκτέον· αὕτη γὰρ ἡ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ κοινοτάτη, ψυχῆς δʼ ἐστὶ

90
δύναμις καθʼ ἣν ὑπάρχει τὸ ζῆν πᾶσιν. ἧς ἔργον ἐστὶ γέννησις καὶ τὸ χρῆσθαι τροφῇ· τοῦτο γὰρ ἔργον μάλιστα φυσικὸν πᾶσι τοῖς ζῶσιν, ὅσα μὴ ἀτελῆ ἢ πηρώματά ἐστιν ἢ αὐτόματον ἔχει τὴν γένεσιν, τὸ ποιῆσαι οἶον αὐτὸ ἕτερον, ζῷον μὲν ζῷα, φυτὸν δὲ φυτά, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχῃ ἕκαστον [*](415b) ὃν δύναται τρόπον· πάντα γὰρ ἐκείνου ὀρέγεται, κἀκείνου ἕνεκα πράττει ὅσα πράττει κατὰ φύσιν. τὸ γὰρ οὗ ἕνεκα διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ· ἐπεὶ οὖν οὐ τῇ συνεχείᾳ τοῦ ἀεὶ καὶ τοῦ θείου δύναται κοινωνεῖν (οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ ἀεὶ ἀριθμῷ εἶναι οὐθὲν τῶν φθαρτῶν), ὃν τρόπον ἐπιβάλλει, τοῦτον ἕκαστον θιγγάνει, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτό, ἀλλʼ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δʼ ἕν. ἔστι δʼ ἡ ψυχὴ ἀρχὴ τοῦ ζῶντος σώματος, ἀλλʼ ἡ ἀρχὴ καὶ τὸ αἴτιον λέγεται πολλαχῶς. ὁμοίως δʼ ἡ ψυχὴ τούς τρεῖς τρόπους αἰτία τοὺς διωρισμένους· καὶ γὰρ ὅθεν ἡ κίνησις καὶ οὗ ἕνεκα καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἐστὶν ἡ ψυχή. ὅτι μὲν οὖν ὡς οὐσία δῆλον· τοῦ γὰρ εἶναι ἡ οὐσία αἴτιον πᾶσι, τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ καὶ ἀρχὴ ἡ ψυχὴ τούτου ἐστίν. φανερὸν δὲ καὶ ὡς τὸ οὗ ἕνεκα ἡ ψνχή· καὶ γάρ ἡ φύσις ἕνεκά του ποιεῖ, ὥσπερ ὁ νοῦς, καὶ τοῦτʼ ἐστὶν αὐτῆς τὸ τέλος. καὶ ἡ ψυχὴ τοιοῦτον ἐν τοῖς κατὰ φύσιν, καὶ πᾶν τό σῶμα ὄργανον τῇ ψυχῇ· ὥσπερ δὲ τὸ τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν. ἀλλὰ μὴν καὶ ὅθεν ἡ κίνησις πρῶτον ἡ κατὰ τόπον, τοῦτό ἐστι ψυχή· ἀλλʼ οὐ πᾶσι τοῖς ζῴοις ἡ τοιαύτη ὑπάρχει δύναμις· ἔτι δʼ ἀλλοίωσις καὶ αὔξησις κατὰ ψυχήν. ἡ μὲν γὰρ αἴσθησις δοκεῖ τις ἀλλοίωσις εἶναι, μὴ ἔχον δὲ ψυχὴν οὐθὲν ἂν αἴσθοιτο. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐθὲν γὰρ αὐξάνεται οὐδὲ φθίνει φυσικῶς μὴ τρεφόμενον, οὐδὲ τρέφεται μὴ ζωῆς μετέχον. ἀλλὰ τοῦτο Ἐμπεδοκλῆς οὐκ εἴρηκεν ἀρθῶς, προστιθεὶς
91
τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν διὰ τὸ τὴν γῆν φύσει οὕτω φέρεσθαι, ἄνω δὲ διὰ τὸ τὸ πῦρ. οὔτε γὰρ [*](416a) τὸ κάτω καὶ ἄνω λαμβάνει ὀρθῶς· οὐ γὰρ τὸ αὐτὸ ἑκάστου τὸ ἄνω καὶ τὸ κάτω καὶ τοῦ παντός, ἀλλʼ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως ἡ ῥίζα τῶν φυτῶν ἐστιν· τὸ δὲ αὐτὸ δεῖ λέγειν ὅργανον, ὧν ἂν ᾗ τὸ αὐτὸ ἔργον. ἔτι δὲ τί τὸ συνέχον εἰς τἀναντία φερομένων; τοῦτο γὰρ αἴτιον τὸ τῆς αὐξήσεως καὶ τροφῆς· εἰ δὲ μή, οὐθὲν κωλύσει δι — —.

III

lib. II, 421a5—422a24

ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδʼ ἀναπνέουσιν· δἰ ἣν δʼ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος. περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρημένοις αἰσθητοῖς, τί ἐστιν ἡ ὀσμὴ οὕτως ὡς ὁ ψόφος καὶ τὸ φῶς, αἴτιον δʼ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται ἄνθρωπος τῶν ζῴων, καὶ οὐδεμίαν ἄνευ τοῦ λυπηροῦ καὶ ἡδέος δύναται αἰσθέσθαι ὀσμήν, ὡς τοῦ αἰσθητηρίου ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλμοις ἀδήλους εἰκός εἶναι τὰς διαφορὰς τῶν χρωμάτων καὶ συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ τῷ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ τὰ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις, ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοια τὰ εἴδη τῶν· χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφρήν τινα αὐτήν· ταύτην δʼ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην ἄνθρωπος· ἐν μὲν γὰρ ταῖς ἄλλαις λείπεται πολλῶν ζῴων, τῶν δʼ ἁπτῶν αἰσθάνεται μάλιστα ἀκριβῶς. διὸ καὶ φρονιμώτατον τῶν ζῴων ἐστίν. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων εὐφυεῖς οἱ δʼ ἀφυεῖς εἰσὶ παῤ οὐδὲν αἰσθητήριον ἕτερον, ἀλλὰ παρὰ τοῦτο. ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, οἱ δὲ σκληρόσαρκοι ἀφυεῖς

92
τὴν διάνοιαν. ἔστι δʼ ὥσπερ χνμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, καὶ ὀσμαὶ τὸν αὐτὸν ἔχουσαι τρόπον. ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, τὰ δὲ τοὐναντίον. ὁμοίως δὲ καὶ δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρὰ ἔστιν ὀσμή. ἄλλʼ, ὥσπερ εἴρηται, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα [*](421b) καθʼ ὁμοιότητα τῶν πραγμάτων, ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ἔστι δʼ ὥσπερ καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων τοῦ τε ἀκουστοῦ καὶ ἀνηκούστου, καὶ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου. ἀνόσφραντον δὲ τὸ μὲν παρὰ τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν, τὸ δὲ τὸ μικρὰν ἔχον καὶ τὸ φαύλην, ὥσπερ τό ἄγευστον ὡσαύτως έγεται. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ὕδατος καὶ ἀέρος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται αἰσθανόμενα ὀσμῆς, καὶ τὰ ἔναιμα καὶ ἄναιμα ὁμοίως, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τὴν ὀσμήν· διὸ καὶ ἔχει ἀπορίαν εἰ πάντα μὲν ὡσαύτως ὀσμᾶται, ὁ δʼ ἄνθρωπος ἀναπνέων, μὴ ἀναπνέων δὲ ἀλλʼ ἢ κατέχων τὸ πνεῦμα ἢ ἐκπνέων οὐκ ὀσμᾶται, οὔτε πόρρω οὔτʼ ἐγγύς, οὐδʼ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντός. καὶ τὸ μὲν ἐπʼ αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον εἶναι κοινὸν πάντων, ἀλλὰ τὸ ἄνευ τοῦ ἀναπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον ἐπί τῶν ἀνθρώπων ἐστίν· τοῦτο δὲ πειρωμένῳ δῆλον. εἰ οὖν τὰ. ἄναιμα μὴ ἀναπνεῖ, ἑτέραν ἅν τινα ἔχοι αἴσθησιν παρὰ τὰς λεγομένας. ἀλλʼ εἴπερ τῆς ὀσμῆς αἰσθάνεται, ἀδύνατον· ἡ γὰρ τοῦ ὀσφραντοῦ καὶ εὐώδους καὶ δυσώδους αἴσθησις ὄσφρησίς ἐστιν. φαίνεται δὲ καὶ φθειρόμενα ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ὑφʼ ὧνπερ καὶ ἄνθρωπος, οἷον ἀσφάλτου καὶ θείου καὶ τῶν τοιούτων. ὀσφραίνεσθαι μέντοι νῦν
93
ἀναγκαῖον, ἀλλʼ οὐκ ἀναπνεῖν. ἀλλʼ ἔοικε διαφέρειν τὸ αἰσθητήριον τοῦτο τοῖς ἀνθρώποις πρὸς τὸ τῶν ἄλλων ζῴων, ὥσπερ καὶ τὰ ὄμματα πρὸς τὰ τῶν σκληροφθάλμων (τὰ μὲν γὰρ ἔχει πῶμα καὶ ὥσπερ ἔλυτρον τὰς βλεφαρίδας, ἃς ἂν μὴ ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ· τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, ἀλλʼ εὐθὺς ὁρᾷ ὅ τι ἂν τεθῇ ἐν τῷ διαφανεῖ), οὕτω καὶ τὸ ἀσφραντικὸν αἰσθητήριον τοῖς μὲν ἀκάλυφον εἶναι, ὥσπερ τὸ ὄμμα, τοῖς δὲ δεχομένοις τὸν ἀέρα ἔχειν ἐπικάλυμμα, [*](422a) ὃ ἀαπνεόντων ἀποκαλύπτεται, διευρυνομένων τῶν φλεβῶν καὶ τῶν πόρων. καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα ἐν τῷ ὑγρῷ οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντα ὀσφρανθῆναι, ἐν δὲ τῷ ὑγρῷ ἀδύνατον τοῦτο ποιεῖν. ἔστι δʼ ἡ ὀσμὴ τοῦ ξηροῦ ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· τὸ δʼ ὀσφραντικὸν τὸ αἰσθητήριον τὸ δονάμει τοιοῦτον.

Τὸ δὲ γευστόν ἐστιν ἁπιόν τι, καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώμα- τος· οὐδὲ γὰρ ἡ ἀρή. καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευ- στόν, ἐν ὑγρῷ ὡς ὕλῃ· τοῦτο δʼ ἁπτόν τι. διὸ κἂν εἰ ἐν ὕδατι εἴημεν, αἰσθανοίμεθʼ ἂν ἐμβληθέντος γλυκέος, οὐ διὰ τοῦ μεταξὺ δὲ ἡμῖν ἡ αἴσθησις, ἀλλὰ τῷ μιχθῆναι τῷ ὑγρῷ, ὥσπερ ποτῷ· τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις. ὡς μὲν οὖν τὸ μεταξὺ οὐθὲν ἔστιν· ὡς δὲ χρῶμα τό ὁρατόν, οὕτω τὸ γευστὸν χυμός. οὐθὲν δὲ ποιεῖ αἴσθησιν χυμοῦ ἄνευ ὑγρότητος, ἀλλʼ ἔχει ἐνεργείᾳ ἢ δυνάμει ὑγρότητα, οἱον τὸ ἁλμυρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ συντηκτικὸν τῆς γλώττης. ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου (ὁ γὰρ σκότος ἀόρατος, κρίνει δὲ καὶ τοῦτον ἡ ὄψις), ἔτι δὲ τοῦ λίαν λαμπροῦ (καὶ γὰρ τοῦτό πως ἀόρατον, ἄλλον τρόπον καὶ ὁ σκότος)—ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ψόφου τε καὶ σιγῆς, ὧν τὸ---

94

IV

lib. II, 423b8—424b18

εἴρηται πρότερον ὅτι καὶ διʼ ὑμένος ἂν πάντων αἰσθανοίμεθα τῶν ἁπτῶν, κἂν εἰ λανθάνοι διείργων, ὁμοίως ἂν ἔχοιμεν ὥσπερ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ οὐθὲν εἶναι διὰ μέσου. ἀλλὰ διαφέρει τούτῳ τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτι ἐκείνων αἰσθανόμεθα τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς, τῶν δʼ ἁπτῶν οὐχ ὑπὸ τοῦ μεταξὺ ἀλλʼ ἅμα τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πληvγέντες· οὐδὲ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλʼ ἅμα ἀμφοῖν συνέβη πληγῆναι. ὅλως δʼ ἔοικε καὶ ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον. αὐτοῦ δὲ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτʼ ἐκεῖ οὔτʼ ἐνταῦθα γένοιτʼ ἂν αἴσθησις, οἷον εἴ τις τὸ σῶμα τὸ λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ ἔσχατον. ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν. οὕτω γὰρ ἂν συμβαίνοι ὅπερ ἐπὶ τῶν ἄλλων· ἐπιτιθεμένου γὰρ ἐπὶ τὸ αἰσθητήριον οὐκ αἰσθάνεται, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένου αἰσθάνεται· ὥστε μεταξὺ ἄρα τοῦ ἁπτικοῦ ἡ σάρξ. ἁπταὶ μὲν οὖν εἰσὶν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα· λέγω δὲ διαφοράς, αἷς τὰ στοιχεία διορίζουσι, θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν στοιχείων. τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁρὴ ὑπάρχει πρώτῳ, τό δυνάμει τοιοῦτόν ἐστι μόριον· τὸ γὰρ αἰσθάνεσθαι [*](424a) πάσχειν τί ἐστιν· ὥστε τὸ ποιοῦν οἷον αὐτὸ ἐνεργείᾳ τοιοῦτον ποιεῖ ἐκεῖνο τὸ δυνάμει ὄν. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ, ἢ σκληροῦ ἢ μαλακοῦ, οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν, ὡς ἂν τοῦ αἰσθητηρίου τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως. καὶ διὰ τοῦτο

95
κρίνει τὰ αἰσθητά. τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὰς ὁποτερονοῦν αὐτῶν θάτερον τῶν ἄκρων· καὶ δεῖ ὥσπερ τὸ μέλλον λευκοῦ αἰσθάνεσθαι ἢ μέλανος μηδέτερον εἶναι ἐνεργείᾳ, ἀλλὰ δυνάμει, οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ τῆς ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν. ἔτι δʼ ὥσπερ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου ἧν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁρὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν πάμπαν ἔχον διαφορὰν τῶν ἁπτῶν, οἶον πέπονθεν ὁ ἀήρ, καὶ αἱ ὑπερβολαὶ τῶν ἁπτῶν ἄναπτοι, ὥσπερ τὰ φθαρτικά. καθʼ ἑκάστην μὲν οὖν αἴσθησιν εἴρηται ὡς ἐν τύπῳ εἰπεῖν.

Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χαλκοῦν ἢ χρυσοῦν σημεῖον, ἀλλʼ οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστη ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ ψόφον ἢ χυμὸν πάσχει, ἀλλʼ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλʼ ᾗ τοιόνδε καὶ κατὰ τὸν λόγον. αἰσθητήριον δὲ πρῶτον, ἐν ᾧ ἡ τοιαύτη δύναμις. ἔστι μὲν οὖν τὸ αὐτό, τὸ δʼ εἶναι ἕτερον· μέγεθος μὲν γάρ ἄν τι εἴη τὸ αἰσθανόμενον, οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι ἢ αἰσθήσει μεγέθει ἐστὶν εἶναι, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δʼ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθή- σεις (ἂν γὰρ ἡ κίνησις ἰσχυροτέρα τοῦ αἰσθητηρίου, λύεται ὁ λόγος, τοῦτο δʼ ἧν αἴσθησις, ὡσπερανεὶ ἡ συμ- φωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν), καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχι- κὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται· αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα, μηδὲ τοιαύτην [*](424b)

96
ἀρχὴν οἵαν τὰ εἴδη τῶν αἰσθητῶν δέχεσθαι, ἀλλὰ μετὰ τῆς ὕλης πάσχειν. ἀπορήσειε δʼ ἄν τις, ἆρα πάθοι ἂν ὑπʼ ὀσμῆς τὸ μὴ δυνάμενον ἀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δʼ ἡ ὀσμὴ τὸ ὀσφραντόν, εἴ τι ποιεῖ, τὴν ὄσφρησιν ποιεῖ ὀσμή, ὥστε οὐθὲν πάσχειν τῶν ἀδυνάτων ὀσφρανθῆναι (ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων), οὐδὲ τῶν δυνατῶν, ἀλλʼ ἢ ᾗ αἰσθητικόν ἕκαστον. ἅμα δὲ δῆλον καὶ οὕτως. οὔτε γὰρ ψόφος οὔτε τὸ φῶς καὶ σκότος οὔτε ἡ ὀσμὴ οὐθὲν ποιεῖ τὰ σώματα, ἀλλʼ ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ τῆς βροντῆς διέστησε τὸ ξύλον. ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα ἢ ἀλλοιοῖτο; ἆρ᾿ οὖν κἀκεῖνα ποιεῖ; ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπ᾿ ὀσμῆς καὶ ψόφου, καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει, οἷον ἀήρ· ὄζει γὰρ ὡς παθών τι. τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν τι; ἢ τό μὲν ὀσμᾶσθαι καὶ αἰσθάνεσθαι, ὁ δ᾿ ἀὴρ παθὼν τοῦτο ταχὺ αἰσθητός γίγνεται.