Περὶ συντάξεως τῶν στοιχείων

Aelius Herodianus

1-5

Περὶ συντάξεως τῶν στοιχείων, Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Schol. ad Dionys. Βekk. An. 798, 16: Ἐπὶ τῶν δύο βραχέων φωνηέντων τοῦ ε καὶ ο ὅ τε Ἡρωδιανὸϲ καὶ ὁ τούτου πατὴρ Ἀπολλώνιοϲ ἐζήτηϲαν, τί τίνοϲ ἐϲτὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲι τὸ ο εἶναι βραχύτερον τοῦ ε, ἀποδείξει τοιαύτῃ χρώμενοϲ. λέγει γὰρ ὅτι τὸ ῑ ἑκατέρῳ αὐτῶν προϲθεὶϲ ποιήϲειϲ δηλονότι δύο διφθόγγουϲ, καὶ ἡ μέν ἐϲτι μείζων ἡ τὸ ε ἔχουϲα, ἡ δὲ ἐλάϲϲων ἡ τὸ ο ἔχουϲα, ὡϲ εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τοῖϲ τόνοιϲ, ὡϲ ἐν τῷ Ὅημροι, Πρίαμοι καὶ τὰ ὅμοια.

Ὁ δὲ Ἡρωδιανὸϲ τὸ ε μᾶλλον λέγει βραχύτερον, ἀποδεικνὺϲ οὕτωϲ. φηϲὶ γὰρ πρὸϲ τὸν πατέρα, ὅτι οὐ δεῖ τῇ παραθέϲει τοῦ ῑ ἐξετάζειν ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ᾿ ἰδίαν ἄνευ τινὸϲ παραθέϲεωϲ καὶ μάλιϲτα τῆϲ τοῦ ῑ τοῦτο γὰρ ϲυγγένειάν τινα ἔχει πρὸϲ τὸ ε. καὶ δείκνυϲιν ἐκ τοῦ τὴν ἐκφώνηϲιν τοῦ ῑ εἶναι ὄνομα τοῦ ε γράμματοϲ. τῷ ϲυγγενεῖ οὖν προϲτεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον ἀπετέλεϲεν· τὸ δὲ ο, προϲελθόντοϲ τοῦ ᾧ οὐκ ἔχει ϲυγγένειαν, οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. ὡϲ ἐπὶ παραδείγματοϲ ἀνθρωπείου, ἵνα μᾶλλον καὶ ϲαφῶϲ αὐτὸ νοήϲωμεν, εἴ τιϲ ἀδελφὸν αὐτοῦ θεάϲαιτο χρείαν ἔχοντα βοηθείαϲ, ὅλῃ τῇ ψυχῇ ὑπεραϲπίζει αὐτοῦ καὶ ϲυμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ ψυχῇ ὑπὲρ ξένου τοῦτο ποιήϲει, ἐξ οὗ καὶ ἀδρανεϲτέρα ἡ τῶν ἀμφοτέρων δύναμιϲ πρὸϲ τοὺϲ ἐξ ἐναντίαϲ ὤφθη. οὕτωϲ καὶ ἐπὶ τοῦ ῑ νόηϲον, ὅτι οὐχ ὁμοίωϲ ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ὡϲ ἐπὶ τοῦ ε τοῦ ϲυγγενοῦϲ. Διὰ τοιούτων λόγων ὁ Ἡρωδιανὸϲ ἀποϲτρέψαϲ τὴν τοῦ πατρὸϲ δόξαν, ἐπιφέρει τοιαύτην δικαιολογίαν, δεικνὺϲ τὸ ε βραχύτερον ἐλεγχόμενον ὑπὸ τῆϲ κλίϲεωϲ τῶν ὀνομάτων. φηϲὶ δὲ ἀληθέϲτατον κανόνα τοιοῦτον, ὅτι πᾶϲα κλητικὴ τῆϲ ἰδίαϲ εὐθείαϲ ἢ ἴϲη ἐϲτὶν ἢ ἐλάϲϲων, μείζων δὲ οὐδέποτε. ἢ γὰρ φυλάϲϲει τὸ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ φωνῆεν, καὶ δῆλον ὅτι ἴϲη ἐϲτίν, ὡϲ ἀπὸ τοῦ ὁ Ξενοφῶν — ὦ Ξενοφῶν, ἡ καλή — ὦ καλή, τὸ παιδίον — ὦ παιδίον· ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰϲ ἴϲον οὕτε εἰϲ μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντωϲ εἰϲ ἔλαττον. ὁ Ὀρέϲτηϲ — [*](ad fr. 1. Similia habet Theodosius ed. Goettling. p. 33, 22 apud quem initio sic legitur: ποῖόν ἐϲτι βραχύτερον τὸ ε ἢ τὸ ο; λέγομεν δή, ὅτι Ἀπολλώνιοϲ, καὶ ὁ τούτου υἰὸϲ Ἡρωδιανὸϲ ἐζήτηϲε περὶ τούτων. Notabile est Theodosium more posteriorum grammaticorum substituere pro Ὅμηροϲ Ὅμηρε nomina Νικόλαοϲ, Γεώργιοϲ. Fere idem in brevius contractum habemus paucis paginis post in Βekk. An. p. 800, ubi Apollonius et Herodianus quasi confabulantes introducuntur: πρὸϲ ὅν φηϲιν Ἡρωδιανόϲ, ὅτι ὥϲπερ (scr. ὡϲ ὅτι ex more Herodianeo pro simplici ὅτι) οὐ δὲ τῇ παραθέϲει τοῦ ῑ τὴν τοῦ καὶ ο δύναμιν ἐξετάζεϲθαι. ἀλλ’ ἰδίᾳ ἕκαϲτον αὐτῶν. Ὁ δὲ Ἀπολλώνιοϲ πρὸϲ αὐτόν. Ὤ τέκνον, τίνι λόγῳ, καί φηϲιν ὅτι πᾶν ϲτοιχεῖον κτλ. Canonem de vocativo habet etiam Theogn. 154, 4 πᾶϲα κλητικὴ κατὰ τὴν ἐϲχάτην ϲυλλαβὴν ἢ ἴϲον ἔχει χρόνον τῇ εὐθείῃ ἢ ἐλάττω, οὐδέποτε δὲ μείζω κτλ.)

391
ὦ Ὀρέϲτα· τὸ ᾱ τοῦ η βραχύτερον. ὁ Μέμνων — ὦ Μέμνον ἐπὶ μὲν τῆϲ εὐθείαϲ τὸ ω, ἐπὶ δὲ τῆϲ κλητικῆϲ τὸ ο. ὁ Ἀπόλλων — ὦ Ἄπολλον. ὁ Ἀριϲτοφάνηϲ — ὦ Ἀριϲτόφανεϲ. ἐπὶ τοῦ Ὄμηροϲ οὖν καὶ ἐπὶ πάντων τῶν εἰϲ οϲ φυλάττει τὸ ο ἡ κλητική, ἢ ἐὰν τρέπῃ αὐτό, ὥϲπερ καὶ τρέπει, πάντωϲ εἰϲ βραχύτερον τοῦ ο. ἐπειδὴ οὖν εἰϲ ε τρέπει, δῆλον ὅτι βραχύτερόν ἐϲτι τοῦ ο, οἷον ὁ Ὄμηροϲ — ὦ Ὅμηρε.

2. Ep. Cr. I 158 (128), E. M. 351, 8: εἴκω, ὁ μέϲοϲ παρακείμενοϲ οἶκα καὶ πλεοναϲμῷ τοῦ ε ἔοικα, ὁ μέϲοϲ ὑπερϲυντέλικοϲ ἐῴκειν καὶ ὤφειλεν εἶναι ἠοίκειν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε λέξιϲ Ἑλληνικὴ εὑρίϲκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο, χωρὶϲ εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόϲκειται «εἰ μὴ ἐν διφθόγγῳ» διὰ τὸ ἠοῦϲ ἠοῖ καὶ «πρωῒ δ᾿  ὑπηοῖοι» (Θ 530, Ϲ 277. 303). «κατὰ διάλεκτον» διὰ τὸ ἠῶ οἱ γὰρ Ἴωνεϲ διαλύοντεϲ λέγουϲιν ἠόα. κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβαϲμὸϲ τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο, τὸ δὲ ο ἠμείφθη εἰϲ ω καὶ ἔμεινε τὸ ῑ προϲγεγραμμένον. ὅμοιόν ἐϲτι τὸ ἑώρταζον καὶ ἐώργειν καὶ ἐώλπειν.

3. E. M. 440, 14: κανών ἐϲτιν ὁ λέγων ὅτι οὐκ ἔϲτιν ἐπινοῆϲαι τὸ η καὶ τὸ ῡ ἐν μιᾷ ϲυλλαβῇ χωρὶϲ εἰ μὴ ἐν κλίϲει ῥήματοϲ ὡϲ αὐδῶ ηὔδων, αὐχῶ ηὔχουν· ἀναγκαία οὖν ἡ διάϲταϲιϲ τοῦ ἠύτε ὁμοίωϲ τῷ γρῆϋϲ καὶ νῆυϲ.

4. Theogn. Cr. II 78, Bekk. An. 1385: τὸ ἰῶτα μόνον ἐκ πάντων (τῶν ϲτοιχείων) καὶ τριϲύλλαβον καὶ προπεριϲπώμενον. καὶ ἐχρῆν αὐτὸ προπαροξύνεϲθαι, ἀλλ᾿ ἐπεὶ ϲτοιχεῖον ἦν, ἠκολούθηϲε τοῖϲ διϲυλλάβοιϲ ἔχουϲι πρὸ τέλουϲ τὸν τόνον. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ϲυντάξει τῶν ϲτοιχείων.

5. Choer. Dictat. 101, 20: ὅτι τὸ ῑ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων, δῆλον ἐντεῦθεν. τῶν φωνηέντων τὰ μέν εἰϲι προτακτικά, τὰ δὲ ὑποτακτικά. καὶ προτακτικὰ μέν εἰϲι ταῦτα, ᾱ, ε, η, ο, ω, ὑποτακτικὰ δὲ δύο ῑ καὶ ῡ. καὶ τὸ ῡ δὲ τὸ ὑποτακτικὸν πολλάκιϲ εὑρίϲκεται τοῦ ῑ προτακτικόν, ὡϲ ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱόϲ καὶ τοῖϲ ὁμοίοιϲ. εἰ ἄρα οὖν τὸ ῑ καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐϲτι, δηλονότι ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων.

[*](ad fr. *3. Similia habet Apolon. de adverb. 560, 1, ex quo loco scripsi ἀναγκαία pro ἀναγκαίωϲ et Herodianus περὶ παθῶν fr. 97 (E. M. 762, 49), ubi docetur propter hunc canonem pro τοιηύτη dici τοιαύτη. cf. An. Ox. III 237.)[*](ad fr. *5. Ad vocalem ῑ pertinet etiam, quod tradit Choer. Dict. 196, 25 τὸ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι τοῦ ῑ καὶ ε εἰϲ ῑ, ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι τελικὸν τῆϲ ἰδίαϲ εὐθείαϲ τῶν δυικῶν· τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία εἰϲίν οἷον ᾱ ε ω Ἀτρείδα, Ἔκτορε, φίλω (ct. fr. περὶ παθῶν 519) Theogn. 153, 20 οὐκ ἔϲτι τῆϲ εὐθείαϲ τῶν δυικῶν τελικὸν τὸ ῑ κτλ.)
392