Περὶ ὀνομάτων

Aelius Herodianus

1-5

Περὶ ὀνομάτων, Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

Choer. 7, 10: οἱ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν καὶ Ῥωμανὸν τὰ εἴδη προτάϲϲουϲι τῶν γενῶν οἷον εἴδη γένη, ἐπειδὴ ὅπου εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γοῦν ἐν τοῖϲ ὀνόμαϲίν ἐϲτι γένη, ἀρϲενικὸν θηλυκὸν οὐδέτερον, ἀλλὰ καὶ εἴδη πρωτότυπον καὶ παραγωγὸν οἷον ἀνήρ ἀνδρεῖοϲ. ὅπου δὲ εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γὰρ ἐν τοῖϲ ῥήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν ἄρδω ἀρδεύω καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὸ ῥῆμα ἀρϲενικὸν θηλυκὸν καὶ οὐδέτερον. πάλιν ἐν τοῖϲ ἐπιρρήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν οἷον ἐγγύϲ ἐγγύθεν καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὰ ἐπιρρήματα ἀρϲενικὸν θηλυκὸν οὐδέτερον. Ἐπειδὴ οὖν ὅπου μὲν εἶδοϲ οὐ πάντωϲ καὶ γένοϲ ἐϲτὶ παρὰ γραμματικοῖϲ, ὅπου δὲ γένοϲ ἐκεῖ πάντωϲ καὶ εἶδοϲ, τούτου χάριν προτερεύει τὰ εἴδη τῶν γενῶν.

2. An. Ox. lV 328, 25: Φαϲὶν ὅτι προτάττεται τὸ ὄνομα, ἐπειδὴ καὶ πᾶϲαι αἱ λέξειϲ ἐπικοίνωϲ τῇ προϲηγορίᾳ ὄνομα καλοῦνται, καθό φαμεν καλοῖϲ ὀνόμαϲι χρῆϲθαι Πλάτωνα· εἰ γὰρ ὄνομά ἐϲτι τὸ ὀνοματικὸν καὶ ϲημαντικόν, ἕκαϲτον δὲ τῶν μερῶν τοῦ λόγου ϲημαντικόν ἐϲτι καὶ ϲυϲτατικόν, δῆλον ὅτι ἕκαϲτον ὄνομα ἂν κληθείη. οὕτωϲ οὖν καὶ Διόδωροϲ ὁ ἐπικληθεὶϲ Κρόνοϲ λέγεται τὸν οἰκέτην αὐτοῦ καλεῖν Ἀλλαμήν.

3. Choer. Gaisf. 16,17, Βekk. Anecd. 1181. Ὁ Ἡρωδιανὸϲ ἐν τῷ ὀνοματικῷ λέγει αὐτὸ (sc. Πράϲ Πραντόϲ ὄνομα πόλεωϲ) περιϲπᾶϲθαι καὶ διὰ τοῦ νι κλίνεϲθαι, ἐν δὲ τῇ καθόλου ὀξύνεϲθαι, ὁμοίωϲ δὲ καὶ διὰ τοῦ ν κλίνεϲθαι.

[*](1. 8 ἀνήρ ἀνδρεῖοϲ quod intellectus flagitat scripsi pro ἄρδω ἀρδεύω. l. 23 adieci Ἀλλαμήν ex Mon. 32, 10. —Herodianea frustula quamvis confusa nostro loco contineri videntur.)
613

4. Choer. 35. 10, E. M. 779, 29, Schol. A ad Il. Δ 66: ὑπερκύδανταϲ: λέγουϲί τινεϲ, ὅτι ἐν τοῖϲ Ἐπιμεριϲμοῖϲ Ἡρωδιανὸϲ λέγει, ὅτι μετοχή ἐϲτιν· κυδαίνω ἐκύδανα κυδάναϲ κυδάναντοϲ καὶ κατὰ ϲυγκοπὴν καὶ ἐν ϲυνθέϲει ὑπερκύδαντοϲ. ἐν δὲ τῷ Ὀνοματικῷ λέγει, ὅτι ὄνομά ἐϲτι. καὶ μᾶλλον δεῖ ὄνομα λέγειν ἤπερ μετοχήν. τὸ γὰρ ὀνοματικὸν αὐτοῦ ὡμολόγηται εἶναι. οἱ δὲ Ἐπιμεριϲμοὶ οὔκ εἰϲιν αὐτοῦ πάντεϲ, ἀλλὰ εἰϲὶ καὶ ψευδεπίγραφοι.

5. Ep. Cr.I 134, 2: ὁ εἷϲ καὶ τὸ θηλυκὸν ἀπέλειψε· δύο γὰρ κανόνεϲ εἰϲὶν οἱ μαχόμενοι. ὁ μὲν εἰϲ λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουϲιν εἶναι οἷον οἱ δύο καὶ αἱ δύο, οἱ τρεῖϲ καὶ αἱ τρεῖϲ. [ἢ οὕτω τὰ ἀριθμητικὰ ὀνόματα κοινά ἐϲτι τῷ γένει καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖϲ ἀρϲενικοῖϲ οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά.] ὁ δὲ ἕτεροϲ λέγει ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη τὸ τέλοϲ τῆϲ γενικῆϲ τρέπουϲα  εἰϲ α (ϲα?)καὶ τὴν παραλήγουϲαν θέϲει μακρὰν ποιοῦϲα τὸ θηλυκὸν ποιεῖ ἐπ’ ὀνομάτων οἷον χαρίειϲ χαρίεντοϲ χαρίεϲϲα, δαφνήειϲ δαφνήεντοϲ. δαφνήεϲϲα, εἰϲ ἕντοϲ ὤφειλεν εἶναι τὸ θηλυκὸν ἕϲϲα. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ ὁμοφωνεῖν τῷ ἀρϲενικῷ, τοῦ δὲ ἑτέρου κατὰ παραϲχηματιϲμὸν ἕϲϲα ἀπέλειψε καὶ ἐγέ νετο ὡϲ ἀπὸ τοῦ ἴοϲ ἀρϲενικοῦ, ὃ ϲημαίνει τὸν μόνον, τὸ θηλυκὸν ἴα καὶ πλεοναϲμῷ τοῦ μ μία. καὶ κλίνεται μιᾶϲ. καὶ λέγει ὁ κανῶν τὸν τόνον· τὸ γὰρ μιᾶϲ καὶ ἰᾶϲ Ἰωνικὴν ἔχει τάϲιν, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων· ἐπὶ τῶν εἰϲ α βραχυκαταλήκτων εἰώθαϲιν οἱ Ἴωνεϲ βαρύνειν τὰϲ λέξειϲ, ὡϲ καὶ ἡμεῖϲ οἷον ὄργυια, ἄγυια, Πλάταια, Θέϲπεια ὅταν δὲ γένηται ἡ τελευταία ϲυλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνοϲ οἷον ἀγυιά, ὀργυιά, Θεϲπειά. τοῦτο οὖν ἐϲτιν εἰρημένον τῷ τεχνικῷ· τὸ μιᾶϲ γὰρ καὶ ἰᾶϲ· ἐπειδὴ γὰρ τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνοϲ. καὶ περιεϲπάϲθη οἷον ἰᾶϲ ἰᾷ μιᾶϲμιᾷ· ὅθεν καὶ ἡ αἰτιατική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτοϲ, οὐ κατεβίβαϲε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίωϲ τῇ εὐθείᾳ οἷον ἴαν μίαν.