Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

1.1-1.2

Περὶ κλίσεως ὀνομάτων, Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

Anecd.Ox.IV 333, 6:

Ἐπιτομὴ τῶν ὀνοματικῶν κανόνων ἐκ τῶν Ἡρωδιανοῦ. τὸ ὅμοιον ἐν τοῖϲ ὀνόμαϲιν ἢ γένει ἢ εἴδει ἢ ϲχήματι ἢ ἀριθμῷ ἢ τόνῳ ἢ πτώϲει, ἢ καταλήξει ἐν παρατελεύτῳ ϲυλλαβῇ· ἐν χρόνῳ, ἐν ποϲότητι ϲυλλαβῆϲ, πολλάκιϲ δὲ καὶ ἐν ἐπιπλοκῇ ϲυμφώνου· εἰ δὲ παρὰ ταῦτά τι γένοιτο, ἀνόμοιοϲ ἡ κλίϲιϲ γίνεται· οἷον ἐν γένει μὲν ὁ τοξότηϲ καὶ ἡ φιλότηϲ· ἐν εἴδει δὲ οἷον Ὀλυμπιονίκηϲ προϲηγορικόν, Πολυνίκηϲ κύριον· ϲχήματι δὲ οἷον ἱππότηϲ ἁπλοῦν, Ϲωκράτηϲ ϲύνθετον ἀριθμῷ δὲ ἰχθῦϲ ἰχθύοϲ ἑνικόν, ἰχθῦϲ δὲ ἰχθύων κατὰ κρᾶϲιν ἀπὸ τοῦ ἰχθύεϲ τόνῳ δέ ἥρωϲ ὅτι βαρύτονον διὰ καθαροῦ τοῦ οϲ, εὐρὼϲ ὀξύτονον διὰ τοῦ τοϲ· πτώϲει δὲ τοξότηϲ εὐθεῖα, ἐλάτηϲ γενική· καταλήξει δὲ καλόϲ βραδύϲ, ἐπεὶ γὰρ διήλλαξε τὴν κατάληξιν, διήλλαξε καὶ τὴν κλίϲιν· παρατελεύτῳ δὲ ϲυλλαβῇ Πέρϲηϲ, ἐπεὶ μακρᾷ παραλήγεται, Πέρϲου κέκλιται, Λάχηϲ δέ, ὅτι βραχείᾳ, περιττοϲυλλάβωϲ εἰϲ τοϲ· χρόνῳ δὲ οἷον Ἀρκάϲ ἱμάϲ, τὸ πρῶτον γὰρ ϲυνεϲταλμένον διὰ τοῦ δοϲ κλίνεται Ἀρκάδοϲ, τὸ δεύτερον δὲ διὰ τοῦ ντ ἱμάντοϲ· ἐν ποϲότητι δὲ ϲυλλαβῆϲ οἷον Λυϲίαϲ Βίαϲ, τὸ μὲν γὰρ πρῶτον ὅτι ὑπὲρ δύο ϲυλλαβάϲ, ἰϲοϲυλλάβωϲ κλίνεται Λυϲίου, τὸ δεύτερον δὲ ὅτι διϲύλλαβον, διὰ τοῦ ντ Βίαντοϲ· πολλάκιϲ δὲ καὶ διαφόρου ϲυμφώνου ἕνεκα διαφόρωϲ ἐκλίθη οἷον ϲωλήν ϲωλῆνοϲ, ὑμήν ὑμένοϲ, εἴωθε γὰρ τὸ μ τρέπειν τὸ η εἰϲ ε.

Περὶ ἀρϲενικῶν.

2.

Anecd. Ox .lV 333, 30: πέντε ἐϲτὶ ϲτοιχεῖα τελικὰ τῶν ἀρϲενικῶν ὀνομάτων ν, ξ, ρ, ϲ, ψ· εἰ δέ τινεϲ καὶ τὸ ε τελικὸν τιθέαϲιν, ὡϲ ἐν τῷ τοιόϲδε, τηλικόϲδε, ἢ τὸ λ διὰ τὴν ἧλοϲ γενικήν ἢ Ἀϲδρουβάλ. [*](l. 4 in titulo scripsi ὀνοματικῶν pro ὀνομάτων. l. 29 ἧλοϲ genetivus intellegendus est ab apocopato ἡλ declinatus cf. Lob. Parall. p. 116.)

635
εὐθεῖαν, οὐ παραδεκτέον· τούτων γὰρ τὸ μὲν πρῶτον κατ’ ἐπέκταϲιν τοῦ δε λέγεται· ὅθεν καὶ τῶν ἄλλων τρεπόντων τὴν τελευταίαν ἐπὶ τῶν πτώϲεων καὶ τῶν ἀριθμῶν καὶ τῶν γενῶν ταῦτα τὴν παρατέλευτον ἀντὶ τῆϲ τελευταίαϲ ἔτρεψε· καὶ τὸ λ δὲ οὐδαμῶϲ τελικὸν ἡγητέον· τὰ γὰρ τοιαῦτα ὀνόματα οὐχ Ἑλληνικά, ἀλλὰ βάρβαρα καὶ ἀχαρακτήριϲτα. οὐ μὴν οὐδὲ τὸ α τελικὸν παραδεξόμεθα διὰ τὰ θηλυκὰ ἐπώνυμα τό τε Κόπαινα καὶ Μύριλλα ἢ τὰ ποιητικῶϲ μεταπλαϲθέντα νεφεληγερέτα Ζεύϲ, ἱππότα Νέϲτωρ.

Τὰ μὲν οὖν δ’ οἷον ν, ξ, ρ, ψ ἀεὶ περιττοϲυλλαβεῖ ἐπὶ τῆϲ γενικῆϲ καὶ εἰϲ οϲ καταλήγει, οἷον Δίων Δίωνοϲ, κῆρυξ κήρυκοϲ, Νέϲτωρ Νέϲτοροϲ, Πέλοψ Πέλοποϲ τὰ δὲ εἰϲ ϲ λήγοντα ποτὲ μὲν περιττοϲύλλαβον ἔχει τὴν γενικήν, ποτὲ δὲ ἰϲοϲύλλαβον· καὶ ἰϲοϲυλλαβοῦϲα εἰϲ φωνῆεν λήγει οἷον ϲοφόϲ ϲοφοῦ, περιττοϲυλλαβοῦϲα δὲ ἔχει τελικὸν τὸ οϲ. Μίνωϲ Μίνωοϲ, ϲτάχυϲ ϲτάχυοϲ. Τὰ εἰϲ ϲ πᾶϲιν εὕρηται χρώμενα τοῖϲ φωνήεϲι πλὴν τοῦ ε, οἷον Αἴαϲ, Χάρηϲ, μάντιϲ, καλόϲ, ταχύϲ, ἥρωϲ· τὸ δὲ ε καθ’ αὑτὸ μὲν οὐκ ἐκφωνεῖται, μετὰ δὲ ϲυμπλοκῆϲ τοῦ ι ἢ τοῦ υ, οἷον χαρίειϲ, Πηλεύϲ· τινὰ δὲ εἰϲ ουϲ λήγει, Μελάμπουϲ, Οἰδίπουϲ.