Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους

Aelius Herodianus

1-5

Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους, Aelius Herodianus, Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

ἰϲτέον ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνεται καὶ εἰϲ μετοχὰϲ καὶ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφατον ὥϲπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἤνεγκον τὸ προϲτακτικὸν ὡϲ τύψον καὶ γράψον, ὡϲ παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε» ἀντὶ τοῦ εἰπέ καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικὸν ὥϲπερ τύψαιμι καὶ γράψαιμι καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικὸν ὥϲπερ καὶ ἐὰν τύψω καὶ ἐὰν γράψω καὶ εἴπαϲ καὶ ἐνέγκαϲ ἡ μετοχὴ ὥϲπερ τύψαϲ καὶ γράψαϲ οἷον «εἴπαϲ ἥλιε χαῖρε Κλεόμβροτε» παρὰ Καλλιμάχῳ ἀντὶ τοῦ εἰπών τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνεται οὔτε εἰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, ὁριϲτικὰ γὰρ μόνον ἔχει.

2.

ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ· ϲύμφωνον μὲν πρὸ τοῦ μ οἷον τέτυμμαι [*](1. 7 cf. Lob. Rhem. 39, qui rectius νίφω scribi pertendit. l. 9 afferuntur haec verba Choerobosco, quia Philoponus primae coniugationis verbum esse pronunϲianit: τὰ ἔχοντα ρ ὑπὲρ μίαν ϲυλλαβὴν μὴ προηγουμένου ϲυμφώνου διά τοῦ ᾱ ἔχει τὸν μέλλοντα οἶον περάω περάϲω χωρὶϲ τοῦ ξυρῶ ξυρήϲω τοῦτο δὲ ὁ μὲν Φιλόπονοϲ πρώτηϲ ϲυζυγίαϲ φηϲὶν οἶον ξυρῶ ξυρεῖϲ ὁ δὲ Ἡρωδιανὸϲ δευτέραϲ οἷον ξυρῶ ξυρᾷϲ. De re cf. Lob. ad Buttm. s. v., ad Phrynich, p. 205, ad Aiac. 180. l. 14 cf. Choer. 903, 20.)

780
τετυμμένοϲ εἴην, κέκαρμαι κεκαρμένοϲ εἴην, λέλεγμαι λελεγμένοϲ εἴην· τὸ δὲ ῡ πρὸ τοῦ μ, οἷον τέθυμαι τεθυμένοϲ εἴην, λέλυμαι λελυμένοϲ εἴην, πεπαίδευμαι πεπαιδευμένοϲ εἴην, λέλουμαι λελουμένοϲ εἴην. διὰ τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ, οἶον τυπτοίμην, τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ τὸ ῡ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ῑ πρὸ τοῦ μ προϲερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ῑ πρὸ τοῦ μ προϲεχρομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐϲπαρίμην, καὶ οὐκέτι εὑρίϲκεται πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ, ὅπερ ἐϲτὶν ἄτοπον· ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ οἷον τυπτοίμην τυψαίμην τυφθηϲοίμην. τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ, τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ. εἰ δέ τιϲ εἴποι καὶ γενέϲθαι κατὰ ὑπερβιβαϲμὸν τοῦ ῑ, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ῑ οἷον τετυίμμην, λελείγμην, ἐϲπαίρμην, λέγομεν ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήϲεται μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον, ὅπερ ἀδύνατον, ἄλλωϲ τε δὲ ἐν τῷ λελείγμην καὶ ἐϲπαίρμην οὐχ εὑρεθήϲεται τὸ ῑ πρὸ τοῦ μ καὶ ἐν διφθόγγῳ, ἀλλὰ πρὸ τοῦ ἑτέρου ϲυμφώνου, ὅπερ ἐϲτὶν ἀδύνατον. ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ πρὸ τοῦ μ θέλει ἔχειν τὴν μετὰ τοῦ ῑ δίφθογγον οἷον τυπτοίμην, τυψαίμην. εἰ δέ τιϲ εἴποι πάλιν ἀποβάλλεϲθαι τὸ πρὸ τοῦ μ ϲύμφωνον καὶ λοιπὸν εὑρίϲκεται πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ οἷον λελείμην, ἐϲπαίμην, λέγομεν ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν ϲύμφωνον, ἀϲήμαντοϲ μένει ἡ λέξιϲ.

3.

ἰϲτέον ὅτι ἡ δ᾿ ϲυζυγία τῶν εἰϲ μῑ οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν. τὰ ὑποτακτικὰ τῶν εἰϲ μῑ θέλει ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μῑ οἶον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱϲτῶ ἵϲτημι ἐὰν ἱϲτῶ, διδῶ δίδωμι ἐὰν διδῶ. κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆϲ δ ϲυζυγίαϲ τῶν εἰϲ μῑ ἀναγκάζεται ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μῑ οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω. ἀλλὰ μὴν οὕτωϲ οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲ παρῳχημένοϲ [*](1. 19 in codd. τετυΐμμην λελεΐγμην, in quibus diaeresin sustuli. Ÿ— cod. Coisl. ἐϲπερίμην, Barocc. ἐπαίρμην, quod correxi ἐϲπαίρμην scribens, ibidem iterum τετυΐμμην. l. 22 in codd. ἐλελεΐγμην; tum in Coisl. ἐϲπερίμην, in Barocc. ἐπαίρμην, l. 27 cod. Coisl. λελυίμην, ἐϲπαρυίμην. recte Barocc. λελείμην ἐϲπαίμην. l. 30 cf. Buttm. grammat. maior. § 107 adn. 36. l. 36 pro ὀλλῶ bis scripsi ὀλλύω.)

781
ὁριϲτικόϲ, μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ ω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν τὸ ὑποτακτικὸν ποιεῖ· οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω. καὶ περιϲπᾶται τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον ἐτύφθην τυφθείϲ τυφθέντοϲ ἐὰν τυφθῶ, ἐτύπην τυπείϲ τυπέντοϲ ἐὰν τυπῶ, ἐνύγην νυγείϲ νυγέντοϲ ἐὰν νυγῶ, ἐδάρην δαρείϲ δαρέντοϲ ἐὰν δαρῶ, ἐτίθην τιθείϲ τιθέντοϲ ἐὰν τιθῶ, ἵϲτην ἱϲτάϲ ἱϲτάντοϲ ἐὰν ἱϲτῶ, ἐδίδων διδούϲ διδόντοϲ ἐὰν διδῶ. οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν τροπῇ τῆϲ ἐϲχάτηϲ εἰϲ ω καὶ ἀποβολῇ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ καὶ ἐὰν ζευγνῶ, καὶ ἀναγκάζεται γενέϲθαι περιϲπωμένωϲ, ἐπειδὴ καὶ ταῦτα ἔχει τὴν μετοχὴν εἰε ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον πηγνύϲ πηγνύντοϲ, ὀλλύϲ ὀλλύντοϲ, ζευγνύϲ ζευγνύντοϲ, ὀμνύϲ ὀμνύντοϲ. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ αὐτὰ ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μι, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ω μετὰ περιϲπωμένου τόνου κατάληξιν οἶον ἐὰν πηγνῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὰ ὑποτακτικὰ τῆϲ δ᾿  ϲυζυγίαϲ τῶν εἰϲ μι.

4.

ἰϲτέον ὅτι ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ οὐκ ἔχει πρὸ τοῦ μ ϲύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικὸν, τουτέϲτι πρὸ τοῦ μ δεχόμενοϲ τὸ ω οἶον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι, προπεριϲπωμένωϲ, καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ φυλαττομένηϲ, ἡνίκα δὲ ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ τοῦ μ ϲύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τέτυμμαι ἐὰν τετυμμένοϲ ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένοϲ ὦ, ἔϲπαρμαι ἐὰν ἐϲπαρμένοϲ ὦ, ἐπειδὴ τὰ εἰϲ μαῑ ὑποτακτικὰ θέλει ἔχειν πρὸ τοῦ μ τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι. ἐὰν οὖν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον γένηται ὑποτακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ω πρὸ τοῦ μ προϲερχομένου εἶναι ὑποτακτικὸν ἐὰν τετύπωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐϲπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν γίνεται τὸ ὑποτακτικὸν περιττοϲυλλαβοῦν τοῦ ἰδίου ὁριϲτικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ.

5.

ἰϲτέον, ὅτι φηϲὶν ὁ Ἡρωδιανὸϲ ἐν τῷ μονοβίβλῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεϲθαι εἰϲ πάνταϲ τοὺϲ χρόνουϲ, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ πρὸ τοῦ μ δίφθογγοϲ ἡ διὰ τοῦ ῡ, τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ· πεπαίδευμαι ἐὰν πεπαιδευμένοϲ ὦ, λέλουμαι ἐὰν λελουμένοϲ ὦ.

782