Περὶ σχημάτων

Aelius Herodianus

1-5

Περὶ σχημάτων, Aelius Herodianus, Περὶ σχημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

προπεριϲπαϲτέον ὁμοίωϲ τῷ τυφλῶπεϲ· ἀπὸ γὰρ ὀξυνομένηϲ εὐθείαϲ ἐγένετο τῆϲ παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥϲπερ τὸ ἑλικῶπεϲ καὶ κύκλωπεϲ, περὶ ὦν ἐντελέϲτερον λέγεται ἐν τοῖϲ περὶ ϲχημάτων.

2.

ὁ τόρνοϲ, ὃ καὶ διὰ τοῦ ῑ φπϲὶν Ἡρωδιανὸϲ ἐν τῷ περὶ ϲχημάτων.

3.

ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ χημάτων λέγει,P ὅτι γίνονταί τινεϲ ϲυνθέϲειϲ καὶ ἀπὸ μονοϲυλλάβου ῥήματοϲ οἷον ἀπὸ τοῦ βῶ κάραβοϲ καὶ ἀπὸ τοῦ θῶ τὸ θηλάζω Αἴγιϲθοϲ· καὶ ἀπὸ τοῦ φῶ οὖν τοῦ ϲημαίνοντοϲ τὸ φαίνω ἄργυφοϲ καὶ πλεοναϲμῷ τοῦ ε ἀργύφεοϲ αὐτὴ δ’ ἀργύφεον φᾶροϲ μέγα ἔννυτο» (κ 543), «τῶν δὲ καὶ ἀργύφεον πλῆτο ϲπέοϲ (Ϲ 50), «ἀργυφέῃ ἐϲθῆτι Ἡϲίοδοϲ (Theog. 574).

4.

τινὲϲ οὐχ ὡϲ τὸ πρόθυμοϲ καὶ εὔθυμοϲ ἀπὸ τοῦ θυμόϲ, οὕτωϲ ἀπόθυμοϲ, ἀφ’ οὗ ἀποθύμιοϲ, ἀλλ’ ὥϲπερ πολλαχοῦ οἱ παλαιοὶ παρὰ δύο λέξειϲ διεζευγμέναϲ μίαν παραγωγὴν πεποίηνται οἷον Νέο πόλιϲ Νεαπολίτηϲ, Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, πρὸ ἔργου προὐργιαίτερον, Λεὼ κόραι Λεωκόριον, Διὸϲ πόλιϲ Διοϲπολίτηϲ, παρὰ ποταμὸν Παραποτάμιοϲ, ἐπὶ Ταινάρῳ Ἐπιταινάριοϲ, ἐπὶ γῆϲ ἐπίγειοϲ, ἐπ’ οὐρανοῦ ἐπουράνιοϲ· οὕτωϲ «ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοί» (Α 562) παράγεται ἀποθύμιοϲ· οὕτωϲ ἔχει καὶ τὸ ϲκορακίζειν· ἐϲ κόρακαϲ, ἐϲκορακίζειν καὶ ἀποβολῇ τῆϲ ἀρχῆϲ ϲκορακίζειν.

5.

τὸ Διόϲκοροϲ οἱ μὲν ἐν παραθέϲει λέγουϲιν, ὅτι ἡ Διόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἀποβάλλει τὸ ϲ· εἰ οὖν τὸ Διόϲκοροϲ ἐφύλαξε τὸ ϲ, δηλονότι ἐν παραθέϲει ἐϲτί. δεῖ ϲημειώϲαϲθαι διόϲθυοϲ παρὰ Καλλιμάχῳ. ἐν ϲυνθέϲει γὰρ ὂν ἐφύλαξε τὸ ϲ ἔϲτι δὲ ὄνομα μηνόϲ. οἱ δὲ ἐν ϲυνθέϲει λέγουϲιν, ὅτι ἀπὸ δύο λέξεων εἴτε ἐν ϲυνΘέϲει εἴτε ἐν παραΘέϲει οὐϲῶν γίνονται αἱ παραγωγαί, οἷον Ἱεράπολιϲ [*](1. 12 μονοϲυλλάβου scr. pro μόνου. l. 13 φῶ scr. pro ἀργῶ. l. 14 in codd. ἀμφὶ δ’ ἄρ’ ἀργύφεον. l. 15 post ϲπέοϲ verba ϲημαίνει δὲ τὸ μέγα ϲπήλαιον ἢ λαμπρὸν ut epitomatoris eieci. Ex Herodiano igitur deprompsit Orion adno lamentum de Αἴγιϲθοϲ E. Οrion. 24, 14 (E. M. 27, 25) Αἴγιϲθοϲ παρὰ τὸ θῶ τὸ θηλάζω καὶ αἴξ Αἴγιθοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ Αἴγιϲθοϲ ἱϲτοροῦϲι γὰρ αὐτὸν αἰγείῳ γάλακτι τροφῇ χρήϲαϲθαι τὸ πρῶτον, nisi, quum in sede etymologarum Philoxeni reperiatur, cum Ρhiloxeno Herodianus hic ut saepius consentit. l. 26 cf. Herod. περὶ παθῶν in E. M. 719, 5 ϲκορακιϲμόϲ. Steph. Byz. 707 ὥϲπερ παρὰ τὸν ποταμὸν καὶ Κηφιϲόν καὶ παρά γίνεται ἐκ δύο εἰϲ ἓν παρα γωγὴ Παραποτάμιοι καὶ Παρακηφίϲιοι, οὕτωϲ καὶ ἐκ τῶν πρὸϲ Ὠκεανῷ προϲωκεάιοι et 268, 15 Ἑλλήϲποντοϲ: Ἑλληϲπόντιοί ἐϲτι ἀπὸ δύο παρηγμένον ὡϲ παρ’ ώκεανὸν παρωκεανἰτιϲ, παρὰ ποταμῷ παραποτμιοϲ.)

848
Ἱεραπολίτηϲ, Νεάπολιϲ Νεαπολίτηϲ, Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, οὐδέποτε δὲ ἀπὸ δύο λέξεων ἐν παραθέϲει οὐϲῶν γίνεται παραγωγὴ τεμενικοῦ οἷον Θέτιδοϲ Θετίδειον, Ἡρακλῆϲ Ἡράκλειον, Αἰακόϲ Αἰάκεῖον. εἰ οὖν ἐϲτι Διοϲκορεῖον τεμενικόν, δῆλον ὅτι οὐ παρήχθη ἀπὸ δύο λέξεων ἐν παραθέϲει οὐϲῶν. ἄρα οὖν τὸ Διόϲκοροϲ ἐν ϲυνθέϲει ἐϲτίν.