Συμπόσιον

Aelius Herodianus

1-5

Συμπόσιον, Aelius Herodianus, Συμπόσιον, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

βολβόϲ ἐπὶ τοῦ ἐϲθιομένου παρὰ τὸ βίᾳ ἀναβάλλεϲθαι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν Ϲυμποϲίῳ.

2.

Ἡρωδιαν ὸϲ ἐν τῷ αὐτοῦ Ϲυμποϲίῳ δαϲύνεϲθαι τὸ ἦδοϲ λέγει πρὸϲ τινῶν ὡϲ ἀπὸ τοῦ ηδω καὶ τῆϲ ἡδονῆϲ. ἐκρίναμεν δέ, φηϲί, μᾶλλον δὲ ψιλοῦϲθαι αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτοϲ τὰ εἰϲ οϲ οὐδέτερα διϲύλλαβα ἀρχόμενα ἀπὸ φύϲει μακρᾶϲ ψιλοῦται τὸ κατ’ ἀρχὰϲ φωνῆεν οἰον εὖχοϲ, ἦδοϲ. ὅλωϲ δὲ πάντα τὰ τροχαικὰ ψιλοῦται ὡϲ καὶ τὸ ἦχοϲ ἠμοϲ ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μεταϲχηματιϲθὲν ἀπὸ τοῦ ἡμέρα ὡϲ καὶ τὸ ἦδοϲ Αἰολικῶϲ ἀπὸ τῆϲ ἡδονῆϲ· ὤϲπερ καὶ ἀπὸ τῆϲ μηχανῆϲ μετεϲχηματίϲθη τὸ μῆχοϲ, ὅπερ κοὶ μῆχαρ λέγεται ὡϲ ἦμαρ καὶ ὡϲ μῶμαρ ὁ μῶμοϲ παρὰ Λυκόφρονι, προϲφυέϲτερον δὲ εἰπεῖν ὡϲ ἀλκή ἄλκαρ. ϲεϲημείωται ἐν τῷ ῥηθέντι κανόνι [*](1. 16 in E. Gud. 81,5, ubi pro Ἡρωδιανόϲ scriptum est Ἡρώδηϲ, Epapbroditus, quem Herodianus saepius commemorat, originationem ab ἄρϲαι amplecti dicitur Ἐπαφρόδιτοϲ δὲ παρὰ τὸ ἄρϲαι. πρακτικὸϲ δὲ λέγεται ὁ ἄρϲην κατὰ διάλεκτον.) [*](1. ex E. Οrion. 37, 16, E. M. 204. 21, ubi eadem auctore et libro tacitis traduntur, βολβόϲ pro βολμόϲ et ἀναβάλλεϲθαι pro ἀναβάλλειν recepi.)

905
τῶν τροχαικῶν τὸ ἧλοϲ δαϲυνθὲν καὶ τὸ ᾗχι, ἐφ’ ὧν ἐϲτι καὶ ἀπολγία εὔλογοϲ τοῦ δαϲύνεϲθαι αὐτά.

3.

ὁ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ παρὰ τὸ ἐπαίρεϲθαί φηϲιν ἔπαρ τι ἄν καὶ ἧπαρ τροπῇ τοῦ ἑ εἰϲ η ἢ παρὰ τὸ ηδω ἧδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆϲ ἡδονῆϲ καὶ τὸ τῆϲ ἐπιθυμίαϲ.

4.

κάραβοϲ παρὰ τὸ κάρᾳ βαίνειν τῆϲ κεφαλῆϲ προηκούϲηϲ ἐπὶ τῷ ἐδάφει. Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ.

5.

καρκίνοϲ παρὰ τὸ κάρη κινεῖν ϲυνεχῶϲ.