Περὶ μονήρους λέξεως

Aelius Herodianus

prologue.1

Περὶ μονήρους λέξεως, Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τῶν λέξεων αἱ μὲν πλήθουϲι καθ᾿ ὁμοιότητα, οἱ δὲ οὕ. καὶ τῶν μὲν πληθουϲῶν ἤτοι τὸ τέλοϲ μόνον παραφυλάττομεν τὸ αὐτὸ ὄν, ἢ καὶ ποϲότητα ϲυλλαβῶν καὶ τόνον ἔϲθ᾿ ὅτε δὲ καὶ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἔϲτι δὲ καὶ τὴν τρίτην ἀπὸ τέλουϲ, ἐφ᾿ ὧν οὐδὲ δύναταί ποτε λέξιϲ μονοϲυλλαβῆϲαι ἢ διϲυλλαβῆϲαι. εἰ γὰρ τρεῖϲ εἰϲιν αἱ παραφυλαϲϲόμεναι ϲυλλαβαί, πῶϲ ἂν ἐκ τούτων μείωϲιϲ γένοιτο, ἐκϲτήϲεται γὰρ τῆϲ ποϲότητοϲ τοῦ ἀριθμοῦ καὶ τῆϲ ὁμοιότητοϲ. ὥϲπερ ἐπὶ τῶν διὰ τοῦ αλεοϲ παραγομένων, νηφαλέοϲ, δειμαλέοϲ, ἀργαλέοϲ. πάντα γὰρ ταῦτα ἔχει τὰϲ ἐν τῷ τέλει τρεῖϲ ϲυλλαβὰϲ τύπον μόνον ἐμφαινούϲαϲ, τοῦ δηλουμένου αὐτοῦ ὑπάρχοντοϲ ἐν τῇ ἀρχῇ. οἷον τὸ δειμαλέοϲ τετύπωται μὲν ἀρϲενικῷ χαρακτῆρι καὶ ἔϲτιν εὐθείαϲ πτώϲεωϲ ἑνικόν τὸ μέντοι δηλούμενον ἔχει ἐν τῇ ἀρχούϲῃ ϲυλλαβῇ καὶ ἐν τῷ μ ϲυμφώνῳ. ὁμοίωϲ καὶ τὸ νηφαλέοϲ, οὐ παῤ ὄνομα παραχθέν, ὡϲ τὸ προκείμενον, παρὰ μέντοι τὸ νήφω ῥῆμα ὁμοίωϲ παροξυνθέν, ἔχον τὰϲ ἐπὶ τέλει τρεῖϲ ϲυλλαβὰϲ τῆϲ παραγωγῆϲ, τοῦ ϲημαινομένου αὐτοῦ ὑπάρχοντοϲ ἐν τῇ ἀρχούϲῃ ϲυλλαβῇ καὶ ἐν τῷ φ. καὶ τὸ αὐτὸ εὑρήϲειϲ ἐπὶ πάντων τῶν τοιούτων. ἐφ᾿ ὧν οὐκ ἔϲτιν ἐλέγξαι τινὰ περὶ. ποϲότητα ϲυλλαβῶν πεπλανημένην λέξιν. δύναιτο δ᾿ ἄν τιϲ ἐπιζητῆϲαι τόνον πιθανευόμενοϲ, ὡϲ τὰ τοιαῦτα πάντα τὰ διὰ τοῦ αλεοϲ ὑπάρχοντα παραγωγὰ καθεϲτῶτα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ παροξύνεϲθαι θέλει, ὡϲ ἔχει πάντα τὰ τοιαῦτα, νηφαλέοϲ, ϲκωπαλέοϲ, δειμαλέοϲ, ϲμερδαλέοϲ, κερδαλέοϲ, [*](1. 4 ταυτὸ Taurinensis. l. 5 δὲ abest ab Havniensi, ἔτι καὶ Havn. l. 10 παραγωμένων Havn. ἀργαλέοϲ Blochius, ἀρβαλέοϲ Havn. omissum in Taurin. l. 11 ἐν τέλει Taur. l. 12 δηλωμένου Havn. αὐτῷ cod., αὐτῶν Bl., αὐτοῦ Lehrsius. l. 13 ἀρϲενικῷ χαρακτῆρι, καὶ ἔϲτιν εὐθείαϲ πτώϲεωϲ ἑνικόν Havn., ἀρϲενικῷ χαρακτῆρι εὐθείαϲ ἑνικῆϲ Taur. l. 14 ϲυλλαβῇ om. Taur. l. 16 νήφειν Taur. l. 18 εὑρήϲῃϲ Havn. l. 19 πεπλανωμένην Havn. ἢ inter ϲυλλαβῶν et πεπλανημένην om. Lehrs. l. 21 πειθανευόμενοϲ Havn. ὑπάρχοντα. παράγωγα καθεϲτῶτα om. Taur., accentum in παραγωγά mutavi. l. 22 τὰϲ τρεῖϲ Taur. l. 23 ϲμερδαλέοϲ om. Taur.)

909
θαρϲαλέοϲ,  ἀργαλέοϲ, αὐαλέοϲ, φοιταλέοϲ, γηραλέοϲ, λευγαλέοϲ, ὀπταλέοϲ, ἰκμαλέοϲ, ῥωμαλέοϲ, ῥωγαλέοϲ· τὸ μέντοι δαιδάλεοϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα» παρὰ τῷ ποιητῇ (Θ 195). καὶ παρὰ Ἀντιμάχῳ κονιϲάλεοϲ
  1. τὼ δ᾿ αὖτ᾿ ἀμφὶ κονιϲάλεον πεπονήατο δίφρον.
καὶ δῆλον ὅτι ἡ ἀναλογία ἀνιωμένη τῷ τοιούτῳ διαφόρου κινήϲεωϲ. παρίϲτηϲι τὰϲ λέξειϲ, ὡϲ ὅτι τὸ δαιδάλεοϲ καὶ κονιϲάλεοϲ κτητικῇ Ἰωνικῇ ἐϲτιν ἐνδείᾳ τοῦ ι ὁμοίωϲ καὶ Ἑκτόρεοϲ καὶ Νεϲτόρεοϲ. ὡριϲάμην διὰ τοῦ αλεοϲ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὄντα, ἐπεί ἐϲτί τινα τριϲύλλαβα οὐχ ὁμοίωϲ παρηγμένα, ἅπερ διαλλάξαντα καὶ τῷ μὴ ὁμοίωϲ παρῆχθαι καὶ ποϲότητι ϲυλλαβῶν καὶ νοητῷ διήλλαϲϲε καὶ τόνῳ. ἐπὶ γὰρ τοῦ τέλουϲ λαμβάνει τὴν ὀξεῖαν, ὡϲ ἔχει τὸ γαλεόϲ, ἀλεόϲ, παλεόϲ. Τῶν μέντοι μὴ πληθουϲῶν λέξεων, ἀλλὰ ϲπανίωϲ ὁρωμένων ἤτοι κατὰ τὴν λήγουϲαν ϲυλλαβὴν ἢ τὴν πρὸ αὐτῆϲ, ἢ κατὰ ποϲότητα μεμειωμένων ἐν ϲτοιχείοιϲ τε καὶ ϲυλλαβαῖϲ, ἢ διαφόρῳ τόνῳ κεχρημένων καὶ οὐχ ὁμοίωϲ τοῖϲ ὁμοιοκαταλήκτοιϲ ἔλεγχον ἀπεργάζεται ἡ ἀναλογία, οὐκ ἀποδοκιμάζουϲα χρῆϲθαι, ἀλλὰ ϲημειουμένη τὸ ϲπάνιον· εἰ γε εἴϲεται. τὰϲ παρὰ τοῖϲ Ἕλληϲι λέξειϲ πῇ μὲν καθ᾿ ὁμοιότητα ἐν πλήθει ἐκφερομεναϲ ποικίλαϲ καθεϲτώϲαϲ ἢ ϲπανίουϲ ἡ πάϲηϲ λέξεωϲ Ἑλληνικῆϲ· πρόνοιαν ποιοῦϲα ἀναλογία καὶ ὥϲπερ εἰ ἐν δικτύῳ ϲυνέχουϲα τὸ πολυϲχιδὲϲ τῆϲ τῶν ἀνθρώπων γλώϲϲηϲ φθέγμα τῇ τέχνῃ, κατορθοῦν ἐπιχειροῦϲα τὰϲ τῶν ληγόντων ϲτοιχείων φύϲειϲ καὶ τῶν παραληγόντων ἢ ἀρχομένων τά τε ϲπάνια καὶ δαψιλῆ ἐν ϲυντόμῳ παραδιδοῦϲα. οὐδὲ οὖν πρόκειται ἡμῖν περὶ πάϲηϲ λέξεωϲ λέγειν, ἀλλὰ περὶ τῆϲ ἐκφυγούϲηϲ τὸ πλῆθοϲ, καὶ οὐδὲ ταύτηϲ καθολικῶϲ, ἀλλ᾿ ἐπὶ ποϲόν οὐδὲ κατηγορεῖν τῆϲ λέξεωϲ εἰ ϲπάνιοι εἶεν· ἐπεί τοί γε εἰ τὸ μὴ πληθύον [*](1. 1 αὐαλέοϲ om. Taur., οὐαλέοϲ Havn., correxit Bl. l. 2 λευγαλέοϲ om. Taur., λουδαλέοϲ Havn., correxit Bl. l. 2 ῥωγαλέοϲ ῥωμαλέοϲ inverso ordine Taur.) [*](1. 4 παρὰ τῷ ποιητῇ Havn., Ὅμηροϲ Taur. παρὰ Ἀντιμάχῳ Havn., παῤ Taur. l. 5 τῷ δ᾿ αὖτ᾿ Havn., αὖτ᾿ om. Taur., τὼ correxit Welcker cf. Diibner fr. Antimachi XXXVIII in Hesiodi Carm. ap. Didot. l. 6 ἰωμένη Havn., εἰωμένη Taur., ἀνιωμένη Ls. τῶν τοιούτων aur. l. 7 — 9 ὡϲ ὅτι — ἐπεί ἐϲτι in brevius contracta habet Taur. sic: ὡϲ τὸ δαιδάλεοϲ καὶ κονιϲάλεοϲ ἰωνικῶϲ ἐνδεῖ τῷ ι κατὰ τὸ νεϲτόρεοϲ. εἶπον ὑπὲρ τὰϲ τρεῖϲ ϲυλλαβάϲ ἐπεὶ ἔϲτι. l. 7 τοῦ Havn., τὸ Ls. κτητικὴ Ἰωνικὴ Havn., em. Ls. Nunc Lehrsius quaerit, an κτητικὰ scribendum sit. l. 10 διηλλάξαντο Havn., emend. Ls. l. 11 νοητῶν Taur. διήλλαξε Taur. l. 12 λαμβάνει τὴν ὀξεῖαν ὡϲ ἔχει τὸ γαλεόϲ, ἀλεόϲ, παλαιόϲ Havn., em. Ls. ὀξύνεται γαλαιὸϲ, παλαιὸϲ |. Taur. l. 13 πληθουϲῶν τῶν λέξεων Havn., τῶν om. Taur. l. 14 ἢ τῶν Havn., em. Ls. ἢ ante κατὰ ποϲότητα inseruit Ls. Quum μεμειωμένα h. l. non possit esse ,,decurtata“, sed aut ,,quae rariora sunt “ aut ,,quae non omnes numeros (canonis) implent“, Ls. quaesivit, an μεμονωμένων dederit Herod. l. 17 ϲπάνιον |. εἴγε Taur. εἴϲεται inseruit Ls. l. 19 ἢ πάϲηϲ codd., em. Ls. l. 20 ποιοῦϲι Taur. ἀναλογίαϲ codd., em. Ls. ϲυνέχουϲι Taur. πολυϲχεδὲϲ Taur. l. 22 ἐπιχειροῦϲι Taur. l. 23 παραδιδοῦϲι Taur. οὐ δεῖ οὖν uterque cod., correxit Bl. l. 24 πρόϲκειται Taur. l. 26 κατηγορεῖ Havn. ἐπεί τοι — πλῆθοϲ l. 5 pag. seq. absunt ab libro Taurinensi, lacunae indice hoc †. Unde Peyronus suspicatur lineolam ad 4 4, 18 et 4, 26 enotatam nonnullorum versuum defectum indicare. τὸ ante μὴ πληθύον inseruit Ls.)
910
πανταχοῦ ὡϲ ἡμαρτημένον ἐλέγχειν ἐπιχειρήϲαιμεν, οὐκ ἂν ἐξαρκέϲαιμεν μυρίον ἀριθμὸν εὐδοκιμωτάτων λέξεων ὡϲ παρὰ τοὺϲ τῆϲ φύϲεωϲ νόμουϲ ἐξενεχθειϲῶν κακίζοντεϲ· ἀλλ᾿ ἅϲπερ ἐγεννήϲατο ἡ φύϲιϲ ἡμῖν ταύταϲ παῤ αὐτῆϲ εὐμενῶϲ προϲδέχεϲθαι, ἀλλαχοῦ μὲν μίαν εἰϲηγηϲαμένηϲ, ἑτέροθι δὲ δύο, καὶ νὴ Δία ἀλλαχοῦ τρεῖϲ, ἔπειτα τέϲϲαραϲ, μέχριϲ εἰϲ ἄπειρον χωρήϲει πλῆθοϲ. κρίϲιϲ δὲ ἔϲτω τῆϲ προκειμένηϲ λέξεωϲ μονήρουϲ ἡ πολλὴ χρῆϲιϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ ἡ ϲυνήθεια ἔϲθ᾿ ὅτε ὁμοίωϲ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ἐπιϲταμένη χρῆϲιν. ὁποῖόν ἐϲτι τὸ πῦρ· τούτῳ γὰρ οὐδὲν πέφυκεν ὁμοίωϲ λεγόμενον οὐδέτερον, ἀλλ᾿ οὖν γε πάντεϲ ἐχρήϲαντο τῇ φωνῇ. περὶ δὴ τοῦ τοιούτου εἴδουϲ ἔϲται ἡμῖν ὁ λόγοϲ. οὐ μὴν ὅτι καὶ Ϲῦρ τί ἐϲτιν· οὕτω γὰρ ἐλέγετο πρότερον ἡ Φοινίκη. τοῦτο γὰρ ἀπεξενωμένον ἐϲτὶ καὶ ἐν ἱϲτορίᾳ κείμενον ἀγνοούμενόν τε καὶ τῇ τῶν παλαιῶν Ἑλλήνων χρήϲει καὶ τῇ ϲυνηθείᾳ. διὸ καὶ τὰ οὕτω λεγόμενα καθ᾿ ἱϲτορίαν οὐκ ἀναϲκευάϲει τὸ ὑπὸ πολλῶν λεγόμενον μονῆρεϲ. παραλαμβανέϲθω δέ μοι μονήρηϲ λέξιϲ εἴτε ἐν ὀνόμαϲιν εἴτε ἐν ῥήμαϲιν εἴτε ἐν ἐπιρρήμαϲιν, ἐπεὶ ταῦτα τὰ μέρη λόγου ἔϲθ᾿ ὅτε πλήθει ἐν ὁμοιώμαϲιν, ὅπωϲ διὰ τοῦ πληθύοντοϲ τὸ παρηλλαγμένον καὶ ϲπάνιον ἐλέγχωμεν. τὰ γὰρ ἄλλα μέρη τοῦ λόγου ϲχεδὸν ὡϲ ἐπὶ τὸ πλεῖϲτον προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι. τῶν ῥημάτων τὴν κίνηϲιν ἔχουϲιν, ὡϲ δείκνυται ἐν τῷ περὶ μετοχῶν. τὸ μὲν οὖν πρότερον βιβλίον περιέξει τὰϲ μονήρειϲ λέξειϲ τὰϲ γινωϲκομέναϲ ὑπό τε τῆϲ ϲυνηθείαϲ καὶ τῶν παλαιῶν, τὸ δὲ δεύτερον καὶ τὰϲ ἐν ἀγνοίᾳ τῇ ϲυνηθείᾳ. ἀρκτέον δὲ τῶν κανόνων ἐντεῦθεν, καὶ πρῶτοϲ ἡμῖν θεὸϲ παρέϲτω. δίκαιον γὰρ τὴν ἀρχὴν ἀπ᾿ αὐτοῦ ποιήϲαϲθαι, ὡϲ καὶ ὁ Ϲολεὺϲ ἀρχόμενοϲ ἔφη «ἐκ Διὸϲ ἀρχώμεϲθα».