Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

1.1-1.2

Geographiae expositio compendiaria, Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

1. Ἡ τῆς ὅλης γῆς περίμετρος σταδίων ,κα μυριάδων καὶ β παραδέδοται. Μῆκος δὲ τῆς οἰκουμένης τὸ μὲν ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν σταδίων ἀναμεμέτρηται ἑπτακισμυρίων. Τοῦτο δέ ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῆς, τοῦ ἐν Ἰνδοῖς ἑωθινωτάτου, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν, τῆς Λυσιτανίας δʼ ἐστὶν ἄκρον· τόδʼ ἐστὶ τῶν Ἡρακλέους στηῦῶν δυτικώτερον σταδίοις που τρισχιλίοις. Τοῦτο μὲν δὴ τὸ μῆκος τῆς ὅλης οἰκουμένης. Τὸ δὲ πλάτος, ᾗ πλατυτάτη οὖσα τυγχάνει, τρισμυρίων ἀναμετρεῖται σταδίων, χιλίων ἔλαττον, ἀπὸ μεσημβρίας ἐπὶ τὰς ἄρκτους.

2. Καὶ τὰ μὲν ἀπὸ τοῦ ἀρκτικοῦ πόλου μέχρι τοῦ ἀρκτικοῦ κύκλου τριάκοντα καὶ ἓξ τμήματα πάντα ἐστὶν ἀοίκητα διὰ κρύος· στάδιοι δʼ εἰσὶν οὗτοι δισμύριοι καὶ ε καὶ σ΄· ἀοίκητα δέ ἐστι καὶ τὰ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ σταδίους ,ηω, ᾗ ἀρχὴν τῆς καθʼ ἡμᾶς οἰκουμένης ὑποτιθέμεθα, καθάπερ κατʼ ἄρκτους τὰ μετὰ τὸν ἀρκτικὸν εὐθέως κύκλον· ὥστε τοὺς πάντας τῆςςδε τῆς ἐπιφανείας ἀοίκους συνάγεσθαι σταδίους τρισμυρίους καὶ ,δ. Λοιπὸν οὖν καταλείπονται οἰκήσιμοι ὑπὸ τὴν εὔκρατον πεπτωκότες στάδιοι δισμύριοι καὶ θ, ἅπερ ἐστὶ μίλια μὲν ,γχκε΄, σχοῖνοι δὲ, ἐκ σταδίων λ΄, μικρῷ πλέον ἐννακόσιοι· ὃ δὴ καὶ πλάτος ἐστὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης.