Fabulae

Aesop

1-4b

ΑΙΣΩΠΕΙΩΝ ΜΥΘΩΝ ΣΥΝΑΓΩΓΗ, Fabulae Aesopicae Collectae, Halm, Teubner, 1872

1

1. Ἀγαθὰ καὶ Κακά. (F. 347. C. 402.)

Ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθον. Καὶ τἀγαθὰ ἠρώτησαν τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. Ὁ δὲ εἶπε, μὴ μετʼ ἀλλήλων πάντα, ἓν δὲ καθʼ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον ἐξ οὐρανοῦ κάτεισι.

Ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῷ μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθʼ ἑκάστην πλήττεται.

2. Ἀγαλματοπώλης. (F. 128. C. 148 et p. 345. S.99.)

Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ,,ὦ οὗτος, καὶ τί τοῦτον ὄντα τοιοῦτον πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; "ἀπεκρίνατο· ,, ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν."

Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὸ θεῖον περιφρονοῦντα.

3. Ἀγροῖκος καὶ Ὀνάρια. (F. 413. C. 346.)

Γεωργός τις ἐπʼ ἀγροῦ γεγηρακὼς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. Οἱ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. Ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων

2
καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὁδοῦ πλανηθέντα εἴς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. Ὁ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι ,,ὦ Ζεῦ,“ εἶπε ,,τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθ ὐφʼ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγαθῶν, ἀλλ’ ὀναρίων εὐτελεστάτων;“

4. Ἀετός. (C. 133.)

Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο, λαγωὸν θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας· καὶ τὸ μὲν βέλος ἐντὸς αὐτοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· „καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς ἐναποθνήσκειν.“

Ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν ἰδίων κινδυνεύσῃ.

4b. Ἄλλως. Τοξότης καὶ Ἀετός. (C. 133. F.218.)

Τοξότης ἀετοῦ κατεστοχάζετο, καὶ βέλος ἀφεὶς εἷλε τὸν ἀετόν. Ἐπιστραφεὶς δὲ ὁ ἀετὸς, καὶ τὸ βέλος ἰδὼν ἐπτερωμένον τοῖς οἰκείοις πτεροῖς, ἔφη· „τὰ παρʼ αὐτῶν τοῖς πολλοῖς πραγμάτων οἰκείων ἐπιβουλή.“