Acta Joannis (recensio)

Acta Joannis

2-7

Acta Joannis (recensio), Acta Joannis (recensio), Bonnet, Mendelssohn, 1898

2 --- ἀνήνεγκαν πρὸς βασιλέα οὕτως·

3 Αὐτοκράτορι Καίσαρι Σεβαστῷ νικητῆ τροπαούχῳ· γνωστὸν ἔστω σοι ὅτι Ἰωάννης τις ὀνόματι, τῷ γένει Ἰουδαῖος, τῆς θρησκείας τῶν Γαλιλαίων, καταλαβὼν τὴν Ἀσίαν, ἔτι μὴν καὶ τὴν δουλικήν σου πόλιν Ἐφεσίων, ἐξέστησε πάντας καὶ ἀνέτρεψεν ἐκ τῆς πατροπαραδότου θρησκείας, ἕλκων πάντας ὀπίσω αὐτοῦ, ὥστε γενέσθαι ξένον ὄνομα καὶ ἔθνος ἕτερον· καὶ εἰ μὴ σπεύσας τοῦτον ταχέως σβέσῃς, ἀπώλεσε καὶ τὸ ἔθνος καὶ τὴν χώραν.

153

5 Ὁ δὲ βασιλεὺς Ἀδριανὸς ταῦτα ἀκούσας ἀπέστειλε ταχυδρόμους στρατιώτας μεταστείλασθαι τὸν ἀπόστολον πρὸς αὐτόν. οἱ δὲ στρατιῶται σπεύσαντες κατέλαβον τὴν Ἔφεσον. καὶ δὴ ἐρωτήσαντες Ποῦ φησίν ἐστιν Ἰωάννης ὁ Γλιλαῖος; ὑπέδειξαν αὐτοῖς τὸ κελλίον ὑμῶν. οἳ δὲ ἐγγίσαντες εὗρον τὸν θεολόγον καὶ λέγουσιν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ Γαλιλαῖος; Ὃ δὲ Ναί φησιν, ἐγώ εἰμι. Οἳ δὲ ἰδόντες τὴν ἀρετὴν τοῦ ἀνθρός, τό τε ταπεινὸν αὐτοῦ καὶ ἡσύχιον, ἅμα δὲ καὶ τὸ εὐπρεπὲς τοῦ προσώπου, μᾶλλον ἐτίμησαν τὸν ἄνδρα· καὶ μετὰ αἰδοῦς λέγουσιν αὐτῷ· Καλεῖ σε ὁ βασλεὺς Ῥωμαίων· δεῦρο, πορεύθητι μεθʼ ἡμῶν. Ὁ δὲ θεολόγος ταύτην τὴν ἀγγελίαν δέξαγειτόνων

154
μενος ταχέως ἀναστὰς καὶ λαβὼν τὸ πάλλιον αὐτοῦ ἔθηκεν ἐν αὐτῷ φοίνικας ὡσεὶ χεῖρας δύο· καὶ ἐξελθὼν λέγει αὐτοῖς· Δεῦτε καὶ πορευθῶμεν.

6 Αὐτίκα γοῦν λαβόντες οἱ στρατιῶται τὸν Ἰωάννην, κἀμὲ ἐπιτρέψαντες ἀκολουθεῖν, ἐπορεύθημεν μετὰ σπουδῆς. καὶ ἀνύσαντες ὁδὸν ἡμερῶν ἑπτὰ οὐθενὸς βρώματος μετέλαβεν ὁ Ἰωάννης. ὁρῶντες δὲ αὐτὸν οἱ στρατιῶται ἄσιτον διαμένοντα, ἔσχαλον δεδοικότες μή πως ἐκ τῆς πολλῆς ἀσιτίας ἀτονύσας τῆς ζωῆς ἀφαιρεθῇ καὶ τούτοις οἴκτιστον θάνατον ὑπὸ τοῦ βασιλέως ἐπάξῃ, ἐδεξιοῦντο αὐτὸν προσκυλινδούμενοι τοῖς τούτου ποσὶ βρώσεως μεταλαβεῖν. ὁ δὲ θεολόγος θέλων αὐτοὺς θεραπεῦσαι, λαβὼν ἐκ τῶν φοινίκων ὧν εἶχε δεδεμένων ἐν τῷ παλλίῳ αὐτοῦ ἔφαγεν ἔμπροσθεν αὐτῶν. οἱ οὖν στρατιῶται

155
ἰδόντες αὐτὸν βρώσεαως μεταλαβόντα εὐθυμήσαντες σπουδαῖοι τὴν πορείαν πρὸς τὴν Ῥώμην ἐποιοῦντο.

7 Καὶ δὴ φθάσαντες τὴν Ῥώμην παρέστησαν τὸν ἀπόστολον τῷ βασιλεῖ. ὁ δὲ ἀπόστολος εἰσελθὼν ἐνώπιον τοῦ βασιλέως καὶ ἐγγίσας αὐτὸν ἐφίλησεν αὐτὸν κατὰ τοῦ στέρνους καὶ τῆς κεφαλῆς. ὁ δὲ βασιλεὺς πρὸς αὐτὸν ἔφη· Πῶς σὺ ἐμὲ πεφίληκας; ἐγὼ γάρ εἰμι ἄνθρωπος· σὺ δὲ ὡς ἀκούω θεὸν ἐπουράνιον προσκυνεῖν καὶ σέβειν πάντας ἀνθρώπους διθάσκεις. Ὁ δὲ θεολόγος πρὸς τὸν βασιλέα ἔφη· Ἐπειδὴ γέγραπται Καρθία βασιλέως ἐν χειρὶ κυρίου· καὶ πάλιν Χεὶρ κυρίου ἐπὶ κορυφὴν βασιλέως, τούτου χάριν πεφίληκά σου τὸ στῆθος καὶ τὴν κορυφήν.