Onirocriticon

Artemidorus

1.prooimion-1.4

Onirocriticon, Artemidorus, Onirocriticon, Pack, Teubner, 1963

1

ΑΡΤΕΜΙΔΩΡΟΣ ΚΑΣΣΙΩ ΜΑΞΙΜΩ ΧΑΙΡΕΙΝ

Πολλάκις προετράπην ἐπὶ τὴν πραγματείαν τὴν προκειμένην [*](προοίμιον) ὁρμῆσαι καὶ ἐπεσχέθην ‘οὔτʼ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιοʼ, ὥς φησιν ὁ ποιητής, ἀλλὰ τὸ μεγαλεῖον τῶν ἐν αὐτῇ θεωρημάτων καὶ τὸ πλῆθος καταπεπληγὼς μάλιστα καὶ τὰς ἀντιλογίας δεδιὼς τῶν ἀνθρώπων τῶν ἤτοι διὰ τὸ πεπεῖσθαι οὐκ εἶναι μαντικὴν οὐδὲ θεῶν πρόνοιαν λεγόντων ὅσα λέγουσιν ἢ ἄλλως γυμνάσματα καὶ διατριβὰς ἑαυτοῖς ποριζομένων. νυνὶ δὲ ἡ παροῦσα χρεία ἀναγκαία οὖσα διὰ τὴν εὐχρηστίαν οὐ μόνον τὴν ἡμῶν αὐτῶν ἀλλὰ καὶ τῶν μετέπειτα ἐσομένων ἀνθρώπων προετρέψατό με μὴ διαμέλλειν μηδὲ ἀναβάλλεσθαι, ἀλλὰ περὶ ὧν ἄν ἔχω κατάληψιν, ἣν διὰ πείρας ἐπορισάμην, συγγράψαι. ἡγοῦμαι δʼ ἀμφότερά μοι ἐκ τοῦ τοιούτου περιέσεσθαι, πρός τε τοὺς ἀναιρεῖν ἐπιχειροῦντας μαντικήν τε αὐτὴν καὶ τὰ εἴδη αὐτῆς ἀνεπιφθόνως τε ἅμα καὶ μετὰ κατασκευῆς οὐ τῆς τυχούσης ἀντιτάξεσθαι φέρων εἰς τὸ μέσον τὴν πεῖραν καὶ τὴν τῶν ἀποτελεσμάτων μαρτυρίαν, ἣ πᾶσιν ἱκανὴ γένοιτʼ ἂν ἀντισχεῖν ἀνθρώποις, καὶ μέντοι καὶ πρὸς τοὺς χρωμένους μὲν μαντικῇ διὰ δὲ τὸ μὴ ἐντετυχηκέναι λόγοις περὶ τούτων ἀκριβέσι πεπλανημένους καὶ κινδυνεύοντας ἤδη καταφρονεῖν [*](ed.Her.p.2) τε καὶ ἀφίστασθαι θεραπείαν τινὰ σωτηριώδη ἀντὶ τῆς

2
πλάνης καταστήσειν. σχεδὸν γὰρ οἱ μικρὸν ἡμῶν πρεσβύτεροι δόξαν συγγραφικὴν ἀπενέγκασθαι βουλόμενοι καὶ, διὰ τούτου ἡγούμενοι μόνου ἔνδοξοι ἔσεσθαι, εἰ συγγράμματα καταλίποιεν ὀνειροκριτικά, ἀντίγραφα ἀλλήλων πεποίηνται ἤ τὰ καλῶς εἰρημένα ὑπὸ τῶν παλαιῶν κακῶς ἐξηγησάμενοι καὶ ὀλίγοις τῶν παλαιῶν πολλὰ προσθέντες οὐκ ἀληθῆ οὐ γὰρ ἀπὸ πείρας ἀλλ’ αὐτοσχεδιάζοντες, ὅπως ἕκαστος αὐτῶν ἐκινεῖτο περί τινος, οὕτως ἔγραφον, καὶ οἱ μὲν πᾶσιν ἐντυχόντες τοῖς τῶν παλαιῶν βιβλίοις, οἱ δὲ οὐ πᾶσιν ἔνια γὰρ αὐτούς διʼ ἀρχαιότητα σπάνια ὄντα καὶ διεφθαρμένα διέλαθεν. ἐγὼ δὲ τοῦτο μέν οὐκ ἔστιν ὅ τι βιβλίον οὐκ ἐκτησάμην ὀνειροκριτικὸν πολλὴν εἰς τοῦτο φιλοτιμίαν ἔχων, τοῦτο δὲ καὶ σφόδρα διαβεβλημένων τῶν ἐν ἀγορᾷ μάντεων, οὓς δὴ προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσιν οἱ σεμνοπροσωποῦντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, καταφρονήσας τῆς διαβολῆς ἔτεσι πολλοῖς ὡμίλησα, καὶ ἐν Ἑλλάδι κατὰ πόλεις καὶ πανηγύρεις, καὶ ἐν Ἁσίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ τῶν νήσων ἐν ταῖς μεγίσταις καὶ πολυανθρωπτοτάταις ὑπομένωονἀκούειν παλαιούς ὀνείρους καὶ τούτων τὰς ἀποβάσεις· οὐ γὰρ ἦν ἄλλως χρήσασθαι τῇ κατὰ ταῦτα γυμνασίᾳ. ὅθεν μοι περιγέγονεν ἐκ περιουσίας ἔχειν περὶ ἑκάστου λέγειν πλείονα μὲν ἤ προσδοκήσαι ἄν τις οὕτως ὡς αὐτὰ τἀληθῆ λέγοντα μὴ φλυαρεῖν, ὧν δʼ ἂν ἐπιμνησθῶ καὶ τὰς ἀποδείξεις φανερὰς καὶ πᾶσιν εὐκαταλήπτους ἀποδοῦναι μ’ ἐξ ἁπλῶν, πλὴν εἰ μή τι εἴη οὕτω σαφές, ὡς περιττὴν ἡγήσασθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν.

3

Ἰτέον δὴ λοιπὸν ἐπὶ τὸ προκείμενον, ἵνα μὴ μεῖζον ἡμῖν ᾖ τὸ προοίμιον τοῦ δέοντος. τί γὰρ καὶ δεῖ λόγων ἄνευ τῶν πραγμάτων αὐτῶν πρὸς σέ τὸν οὕτω μὲν δεινὸν εἰπεῖν, ὡς οὕπω τις εἰς ἀνθρώπους τῶν Ἑλλήνων παρῆλθεν, οὕτω δὲ συνετόν, ὡς οὐκ ἀναμένειν τοῦ λέλοντος τὸ πέρας, ἀλλὰ τὴν ὑπόθεσιν ὅπου τελευτᾷ καταλαμβάνειν; ἀναγκαῖον δἒ πρῶτον περὶ στοιχείων τινῶν κανονικῶς εἰπεῖν.

Περὶ μὲν οὖν ἐνυπνίου καὶ ὀνείρου διαφορᾶς τῆς πρὸς [*](p.3) ἄλληλα διαίρεσις οὐκ ὀλίγη καὶ ἐν ἄλλοις γέγραπταί μοι καὶ --- ἐπειδὴ ἄκοσμον καὶ ὥσπερ οὐκ ἀπʼ ἀρχῆς γενόμενον φανεῖταί σοι τὸ σύγγραμμα, καὶ νῦν ἀπʼ αὐτῶν τούτων ἄρξασθαι καλῶς ἔχον εἶναι μοι δοκεῖ. ταύτῃ γὰρ ὄνειρος ἐνυπνίον διαφέρει, ᾗ συμβέβηκε τῷ μὲν εἶναι σημαντικῷ τῶν μελλόντων, τῷ δὲ τῶν ὄντων. σαφέστερον δʼ ἂν μάθοις οὕτω. τὰ ποιὰ τῶν παθῶν προσανατρέχειν πέφψυκε καὶ προσανατάσσειν ἑαυτά τῇ ψυχῇ καὶ τοὺς ὀνειρωυγμοὺς ἀποτελεῖν. οἷον ἀνάγκη τὸν ἐρῶντα ὄναρ ἅμα τοῖς παιδικοῖς εἶναι δοκεῖν καὶ τὸν δεδιότα ὁρᾶν ἅ δέδιε, καὶ πάλιν αὖ τὸν πεῖνῶντα ἐσθίειν καὶ τὸν δεψῶντα πίνειν, ἔτι καὶ τὸν πεπλησμένον τροφῆς ἢ ἐμεῖν ἢ πνίγεσθαι διὰ τὴν γινομένην ἀπόφραξιν δυσαναθυμιάτου τῆς τροφῆς οὔσης. ἔστι τοίνυν ἰδεῖν ταῦτα καθυποκειμένων ἤδη τῶν παθῶν οὐ πρόρρησιν ἔχοντα τῶν μελλόντων ἀλλʼ ὑπόμνησιν τῶν ὄντων. τούτων

4
δὲ οὕτως ἐχόντων ἴδοις ἂν ἃ μὲν ἴδια σώματος μόνου ἃδὲ ἴδια ψυχῆς ἃ δὲ κοινὰ σώματι καὶ ψυχῇ, οἷον ἐρῶντα δοκεῖν ἅμα τοῖς παιδικοῖς εἶναι καὶ νοσοῦντα θεραπεύεσθαι καὶσυμμίσγειν ἰατροῖς κοινὰ γὰρ ταῦτα σώματι καὶ ψυχῇ. ἐμεῖν δὲ καὶ καθεύδειν καὶ πάλιν αὖ πίνειν τε καὶ ἐσθίειν ἴδια σώματος ἡγητέον, ὥσπερ ἴδια ψυχῆς χαίρειν τε καὶ λυπεῖσθαι. σαφὲς δὲ ἀπὸ τούτων ὅτι τῶν σωματικῶν ἃ μὲν διʼ ἔνδειαν ἃ δὲ διὰ περισσότητα ὁρᾶται, τῶν δʼ αὖ ψυχικῶν ἃ μὲν διὰ φόβον ἃ δὲ διʼ ἐλπίδα.

Περὶ μὲν οὖν ἐνυπνίου τοσαῦτα εἰρήσθω τὸ δὲ ὄνομα αὐτὸ κύριον, οὐχ ᾗ ὑπνοῦντες αὐτὸ ὁρῶσι πάντες, ἐπεὶκαὶ ὄνειρος ὑπνούντων ἔργον ἐστίν, ἀλλʼ ᾗ ἐφʼ ὅσον μὲν ἐνύπνιόν [*](p.4) ἐστιν ἐνεργεῖ, παυομένων δὲ τῶν ὕπνων ἀφανίζεται· ὁ δʼ ὄνειρος ἐνύπνιόν τε ὢν ἐνεργεῖ ἄγων εἰς ἐπίστασιν προαγορεύσεως τῶν μελλόντων, καὶ μεθʼ ὕπνον ἐνεργεῖς ἐπάγων τὰς ἐγχειρήσεις ἐγείρειν τε καὶ ὀρείνειν τὴν ψυχὴν πέφυκε, διὰ ταῦτα καὶ τοῦ ὀνόματος αὐτῷ τεθέντος ἀπʼ ἀρχῆς ἢ παρὰ τὸ τὸ ὂν εἴρειν, ὅ ἐατι λέγειν, ὡς ὁ ποιητὴς ‘τὰ δέ τοι νημερτέα εἴρω.ʼ καὶ τὸν πτωχὸν Ἶρον ἐκάλουν οἱ Ἰθακήσιοι ‘οὔνεκεʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι.’

Ἔτι τῶν ὀνείρων οἱ μέν εἰσι θεωρηματικοὶ οἱ δέ ἀλληγορικοί. καὶ θεωρηματικοὶ μὲν οἱ τῇ ἑαυτῶν θέᾳ προσεοικότες.

5
οἷον πλέων τις ἔδοξε ναυαγεῖν καὶ διατεθεὶς ἔτυχεν οὕτως. ἐπεὶ γὰρ αὐτὸν ἀνῆκεν ὁ ὕπνος, καταποθὲν ἀπώλετο τὸ σκάφος, αὐτὸς δὲ σὺν ὀλίγοις μόγις ἐσώθη. καὶ πάλιν ἔδοξέ τις τετρῶσθαι ὑπὸ ἀνδρός, ᾧ μεθʼ ἡμέραν συνεξελθεῖν εἰς θήραν συνέθετο. καὶ δὴ συνεξελθὼν ἐτρώθη ὑπʼ αὐτοῦ παρὰ τὸν ὦμον, ἔνθα καὶ ὄναρ ἔδοξεν. ἔτι δόξας τις ἀργύριον παρὰ φίλου λαβεῖν ἕωθεν παρ αὐτοῦ λαβὼν μνᾶς δέκα παρακαταθήκην ἐφύλαξε, καὶ πολλὰ ἄλλα ὅσα τοιαῦτα. ἀλληγορικοὶ δὲ οἱ διʼ ἄλλων ἄλλα σημαίνοντες, αἰνισσομένης ἐν αὐτοῖς φυσικῶς τι καὶ τῆς ψυχῆς.

Ἐὼ δʼ οἶμαι δεῖν καὶ τὴν αἰτίαν αὐτῶν, ὡς μάλιστα δυνατὸν ἐμοί, καθʼ ἣν οὕτως ὁρῶνταί τε καὶ ἀποβαίνουσι, καὶ τὸ ἔτυμον τοῦ ὀνόματος εἰπεῖν. πρῶτον μὲν οὖν εἰρήσεταί μοι τίς ὅρος καθολικὸς ὀνείρου, οὐδὲν ἄν τι ῥήσεως δεόμενος, εἰ μὴ πρὸς φιλονεικοῦντας λέγοιτο.

Ὄνειρός ἐστι κίνησις ἢ πλάσις ψυχῆς πολυσχήμων σημαντικὴ τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν. τούτου δὲ οὕτως ἔχοντος, ὅσα μὲν ἀποβήσεται χρόνου μεταξὺ διελθόντος [*](p.5) ἢ πολλοῦ ἢ ὀλίγου, ταῦτα πάντα διʼ εἰκόνων ἰδίων φυσικῶν τῶν καὶ στοιχείων καλουμένων προαγορεύει ἡ ψυχή, ἐν τῷ μεταξὺ χρόνῳ νομίζουσα ἡμᾶς δύνασθαι λογισμῷ διδασκομένους μαθεῖν τὰ ἐσόμενα· ὅσα δὲ τῶν γινομένων

6
οὐδʼ ἡντιναοῦν ἐπιδέχεται διωρίαν, μηδὲν ὑπερτιθεμένου τοῦ ὅστις ἐστὶν ὁ διοικῶν ἡμᾶς εἰς τὴν ἐπαγωγὴν αὐτῶν, οὐδὲν ὄφελος ἡγουμένη τῆς προρρήσεως ἡμῖν, εἰ μὴ συνήσομεν αὐτὰ πρὶν πείρᾳ μαθεῖν, αὐτὰ διʼ αὐτῶν δείκνυσιν, οὐδὲν τῶν ἔξωθεν εἰς ἐπίδειξιν ἀναμείνασα τῶν σημαινομένων, τρόπον τινὰ βοῶσα ἑκάστῳ ἡμῶν ‘θέασαι τοῦτο καὶ πρόσεχε διʼ ἐμοῦ μαθὼν ᾗ σοι μάλιστα δυνατόν.’ καὶ τοῦτο οὕτως ἔχειν ὁμολογήσουσιν ἅπαντες. οὐ γάρ ποτε ἐρεῖ τις ὡς οὐ μετὰ τὴν ὄψιν αὐτὴν ἀποβαίνει τὰ τοιαῦτα οὐδʼ ὀλίγον διαλείποντα, ἤδη δὲ αὐτῶν ἔνια ἅμα νοήματι ὡς εἰπεῖν ἔτι τῆς ὄψεως κατεχούσης περαιοῦται. ὅθεν καὶ τῆς προσηγορίας ἔτυχεν οὐκ ἀλόγως, ἅμα θεωρούμενα καὶ ἀποβαίνοντα. ἕπεται δὲ τούτοις τῷ μὲν ἐνυπνίῳ τῷ ἀσημάντῳ τὸ φάντασμα, περὶ οὗ ἄλλοι τε πολλοὶ καὶ δὴ καὶ Ἀρτέμων ὁ Μιλήσιος καὶ Φοῖβος ὁ Ἀντιοχεὺς διειλεγμένοι εἰσί, τῷ δὲ ὀνείρῳ ὅραμά τε καὶ χρηματισμός. ἡμεῖς δʼ ἑκόντες παρήκαμεν τὴν περὶ αὐτῶν εἰς λεπτὸν ἐξήγησιν, ἐπεὶ ᾧ γε μὴ ἔστι καταφανῆ οἷά ἐστιν, τοῦτον ἡγοῦμαι μηδὲ ἐξηγουμένῳ τινὶ παρακολουθεῖν δύνασθαι.

7

Ἔτι τῶν ἀλληγορικῶν ὁρίζονταί τινες πέντε εἶναι εἴδη. τοὺς μὲν γὰρ ἰδίους εἶπον, ἐν οἷς ἄν τις ἑαυτὸν ὑπολάβῃ δρᾶν ἢ πάσχειν· ἀποβήσεται γὰρ αὐτῷ τῷ ἰδόντι μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία τοὺς δὲ ἀλλοτρίους, [*](p. 6) ἐν οἷς ἂν ἄλλον δοκῇ ἐνεργεῖν ἢ πάσχειν· τῷδε γὰρ ἀποβήσεται μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία, εἴπερ εἰδείη αὐτὸν κἂν ἐπὶ ποσὸν ὄντα συνήθη ἃ δὲ κοινά, ταῦτα καὶ τὸ ὄνομα σημαίνει τὰ μεθʼ οὑτινοσοῦν γνωρίμου πρασσόμενα κατ᾿ ὄναρ. ὅσα δὲ πρὸς λιμένας καὶ τείχη ἀγοράς τε καὶ γυμνάσια καὶ κοινὰ πόλεως ἀναθήματα διατείνει, ταῦτα δημόσια καλοῦσιν. ἡλίου δὲ καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἀφανισμὸν ἢ τελείαν ἔκλειψιν γῆς τε καὶ θαλάσσης ἀκόσμους ἀνατροπὰς πάθη μὲν προαγορεύειν κοσμικά, καλεῖσθαι δὲ κυρίως οὕτως ὀνείρατα κοσμικὰ ---. ἔχει δʼ οὐχ οὕτως ἁπλῶς ὁ καθολικὸς λόγος, ἐπειδὴ οὐδὲ τοὺς ἰδίους ἀποβαίνειν συμβέβηκε διηνεκῶς τοῖς ἰδοῦσι μόνοις, ἤδη πολλῶν καὶ εἰς τοὺς πέλας ἀποβάντων. οἷον ἔδοξέ τις ἀποθανεῖν. ἀπέβη τὸν πατέρα αὐτοῦ ἀποθανεῖν, ὅσπερ ἦν ἄλλος αὐτὸς τῷ καὶ σώματος καὶ ψυχῆς τῆς αὐτῆς μετέχειν. καὶ πάλιν ἔδοξέ τις τετραχηλοκοπῆσθαι. συνέβη καὶ τούτου τὸν πατέρα ἀποθανεῖν, ὃς κοὶ τοῦ ζῆν καὶ τοῦ φωτὸς αἴτιος ἦν, ὥσπερ καὶ ἡ κεφαλὴ τοῦ παντὸς σώματος. οἷόνδέ ἐστι καί τὸ τετυφλῶαθαι τέκνοις ὄλεθρον καὶ οὐχὶ τῷ ἰδόντι σημαῖνον καὶ πολλὰ ἄλλα

8
ὅσα τοιαῦτα εἴποι τις ἄν. οὐδὲ τοὺς ἀλλοτρίους μὴ οὐχὶ καὶ αὐτοῖς τοῖς ὁρῶσιν ἀποβαίνειν τις διοριεῖται πείρᾳ διδασκόμενος. οἷον ἔδοξέ τις τὸν πατέρα κατακαιόμενον ἰδεῖν. ἀπέβη ἀποθανεῖν αὐτὸν τὸν ἰδόντα, ἵνα διὰ τὴν ἐπʼ αὐτῷ λύπην ὡς εἰπεῖν δίκην πυρὸς ὑπὸ τοῦ πάθους καιόμενος [*](p. 7) ὁ πατὴρ διαφθείρηται. καὶ πάλιν ἔδοξέ τις τὴν ἐρωμένην αὐτοῦ τελευτῆσαι. καὶ μετ᾿ ὀλίγον αὐτὸς ἀπεβίω τῆς ἡδίστης αὐτῷ χρήσεως ἀφῃρημένος. οἷόν δέ ἐστι καὶ τὸ δοκεῖν νοσεῖν τὴν μητέρα τὴν γυναῖκα, ἀσθενεῖς καὶ ἀκόσμους τὰς ἀπὸ τῶν τεχνῶν παρέχον ἐργασίας. οὐδὲ γὰρ οὐδέ διαφωνεῖται τοῦτό γε, ἀλλὰ συμφώνως ἐοικέναι λέγουσι πάντες τέχνην μητρὶ μέν, ἐπεὶ τρέφει, γυναικὶ δέ, ἐπεὶ ἰδιαίτατον. ἔτι καὶ τὸ φίλους ὁρᾶν, καὶ εἰ μὲν λυποῖντο, λύπας παρέχει, εἰ δὲ χαίροιεν, ἡδονάς. ἀπὸ δὲ τῶν αὐτῶν ἔστι καὶ τοὺς κοινοὺς διελέγχειν ὀνείρους, ὧν καὶ αὐτῶν ἀντὶ κοινῶν ἰδίας ἤδη τινὲς ἔσχον τὰς ἀποβάσεις. ἀλλὰ καὶ τὰ μὲν πρῶτα, ὡς οἱ παλαιοὶ περὶ τούτων διέλαβον, ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχει τὰ δʼ ἑξῆς σπανίως μὲν ἀλλ᾿ οὖν ἔστιν ὅτε οὕτως ὡς ἡμεῖς φαμεν γινόμενα πλάνην τοῖς περὶ ταῦτα δεινοῖς ἐμποιεῖ. διαληπτέον δὲ περὶ αὐτῶν ὧδε. τῶν μὲν ἰδίων ὅσα μὴ διατείνει πρὸς τοὺς πέλας, ἐν μόνοις τοῖς ὁρῶσι καὶ πρὸς μόνους ὄντα καὶ μὴ πρός τινας καὶ διά τινας ἐνεργούμενα, ταῦτα μόνοις τοῖς ὁρῶσιν ἀποβαίνει, ὡς τὸ λέγειν, ὡς τὸ ᾄδειν, ὡς τὸ ὀρχεῖσθαι, καὶ ἑξῆς πυκτεύειν ἀγωνίζεσθαι ἀναρτᾶν ἑαυτὸν ἀποθνήσκειν σταυροῦσθαι κολυμβᾶν θησαυρὸν εὑρίσκειν
9
ἀφροδισιάζειν ἐμεῖν θακεύειν κοιμᾶσθαι γελᾶν κλαίειν θεοῖς λαλεῖν καὶ τὰ ὅμοια. τὰ δὲ ἀμφὶ τὸ σῶμα ἢ μέρος τι σωματικὸν καὶ τὰ ἐκτός, οἷον κλινίδια ἢ μιβώτια ἢ κιστίδια καὶ τὰ ἄλλα σκεύη ἐσθήματά τε καὶ τὰ ὅμοια, καίτοι ἴδια ὄντα, πολλάκις φιλεῖ καὶ τοῖς πέλας ἀποβαίνειν κατʼ οἰκειότητα τῶν χρειῶν, οἷον κεφαλὴ εἰς πατέρα, ποὺς εἰς δοῦλον, δεξιὰ χεὶρ εἰς πατέρα υἱὸν φίλον ἀδελφόν, ἀριστερὰ χεὶρ εἰς γυναῖκα καὶ μητέρα καὶ φίλην καὶ θυγατέρα καὶ ἀδελφήν, αἰδοῖον εἰς γονεῖς καὶ γυναῖκα καὶ τέκνα, κνήμη εἰς γυναῖκα καὶ φίλην. τῶν δὲ ἄλλων [*](p. 8) ἕκαστον, ἵνα μὴ μακρολογῶμεν, οὕτω σκοπητέον. τῶν κοινῶν τε καὶ ἀλλοτρίων ὅσα μὲν πρὸς ἡμᾶς τε καὶ διʼ ἡμᾶς γίνεται, ἡμῶν αὐτῶν ἴδια νομιζέσθω ἃ δὲ μὴ πρὸς ἡμᾶς ἢ διʼ ἡμᾶς, ταῦτα τοῖς ἄλλοις ἀποβήσεται. ἀλλ᾿ εἰ μὲν εἴησαν φίλοι καὶ τὰ σημαινόμενα ἀγαθά, γίνοιντʼ ἂν ἐκείνοις ἡμῖν τε ἀπὸ μέρους χαρά τε καὶ ἡδονή εἰ δὲ κακὰ εἴη, ταῦτα μὲν ἐκείνοις, ἡμῖν δὲ λύπη, οὐ πάντως δὲ διὰ τὰ ἐκείνων κακά, ἀλλʼ ἤδη τις ἰδία. ἐχθρῶν δὲ ὄντων τὰ τούτοις ἐναντία τεκμαίρεσθαι χρή. ἀτὰρ δὴ καὶ περὶ δημοσίων καὶ κοσμικῶν ὧδε ἔχω λέγειν. τὰ μὲν ὑπὲρ ὧν τις οὐ πεφρόντικεν, ὑπὲρ τούτων οὐδὲν ὄψεται, ἐπεὶ καὶ ὑπὲρ ἰδίων ἤδη τινὲς μὴ φροντίσαντες ὀνείρους οὐκ εἶδον· τὸ δὲ παρὰ δύναμιν ἀναδέξασθαι μικρὸν ὄντα μεγάλων πραγμάτων θέαν ἀδύνατον· διελέγχει γὰρ τὸν λόγον ἰδίων
10
ὄντων καὶ τούτων τῶν ὀνείρων καὶ εἰς τοὺς ὁρῶντας ἀποβαινόντων, εἰ μὴ ἄρα βασιλεὺς ἢ ἄρχων ἤ τις τῶν μεγιστάνων ἴδοι. τούτοις γὰρ καὶ πεφρόντισται τὰ κοινά, καὶ τὴν ὑπὲρ αὐτῶν ἄψιν ἀναδέξασθαι δύνανται οὐχ ὡς ἰδιῶται μικρὰ πεπιστευμένοι, ἀλλʼ ὡς δεσπόται καί τινων πραγμάτων ἐπιμελούμενοι ὑπὲρ εὐδαιμονίας. ὅπερ καὶ ὁ ποιητὴς ἐπὶ τούτων λέγει, περὶ τοῦ ὀνείρου τοῦ Ἀγαμέμνονος διαλαμβανόντων αὐτῶν ἐν τῇ βουλῇ τῶν γερόντων
  1. εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε,
  2. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
  3. νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
βούλεται γὰρ λέγειν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἰδιώτης ἔλεγεν, οὐχὶ ψεύδεσθαι ἂν τὸν λέγοντα ἡγούμεθα, ἀλλὰ ψευδῆ εἶναι τὸν ὄνειρον αὐτὸν καὶ ἡμῖν οὐκ ἀποβησόμενον· [*](p. 9) διὸ καὶ ἡμᾶς ἀπήγομεν αὐτοὺς ἂν τοῦ προσέχειν· νυνὶ δὲ ἀμήχανον μὴ οὐχὶ ἀποβῆναι ἡμῖν, ἐπειδήπερ βασιλεὺς εἶδεν. ἀλλά φασιν ὅτι ἤδη τινὲς καὶ ἰδιῶται καὶ πένητες εἶδον ὀνείρους δημοσίους, οὃς προκηρύξαντες ἢ γράψαντες καὶ προθέντες ἐπιστεύθησαν τῷ τὰς ἀποβάσεις ἐοικέναι τοῖς ὀνείροις, λανθάνοντες ἑαυτοὺς ὅτι μὴ ἐγνώκασι τὸ αἴτιον οὐ γὰρ ἑνὸς ἰδόντος ἀπέβη ποτὲ ἰδιώτου ὄνειρος εἰς τὸ κοινόν, ἀλλὰ πολλῶν κατὰ τὸ αὐτό, ὧν οἱ μὲν δημοσίᾳ ἀναγορεύουσιν οἱ δὲ ἰδίᾳ ἕκαστος. καὶ γίνεται οὐκ ἰδιώτης ὁ ἰδὼν ἀλλὰ καὶ στρατηγοῦ καὶ ἄρχοντος οὐδὲν ἥττων δῆμος· ἀγαθοῦ μὲν γὰρ ἐσομένου κοινοῦ πόλει μυρίους ἄν τις ἀκούσαι λεγομένους ὀνείρους, οἳ σημαίνουσι τὸ μέλλον ἄλλος ἀλλοίᾳ καὶ διαφόρῳ ὄψει. οὕτως δὲ
11
καὶ ἐπὶ τῶν ἐναντίων, ἐὰν μὴ πολλοί, εἷς δέ τις ἴδῃ, δίκαιος οὐκ ἂν εἴη μόνος ἀναδέξασθαι τὴν ἀπόβασιν, εἰ μή τις εἴη τῶν στρατηγῶν ἢ τῶν ἄλλην ἀρχὴν ἀρχόντων ἢ ἱερεὺς ἢ μάντις τῆς πόλεως. ἀρέσκει δὲ ταῦτα καὶ Νικοστράτῳ τῷ Ἐφεσίῳ καὶ Πανυάσιδι τῷ Ἁλικαρνασσεῖ γνωριμωτάτοις ἀνδράσι καὶ ἐλλογίμοις.

Ἔτι δὲ λέγουσιν οἱ περὶ ταῦτα δεινοὶ ὅτι δεῖ κρίνειν αἴσια τὰ φύσει καὶ νόμῳ καὶ ἔθει καὶ τέχνῃ καὶ ὀνόμασι καὶ χρόνῳ ὁρώμενα, οὐ προεννενοηκότες ὅτι τὰ φύσει βλεπόμενα τῶν οὐ βλεπομένων φύσει δεινότερα τοῖς ὁρῶσιν, εἰ μὴ χρησιμεύοι διὰ τὰς ὑποκειμένας τοῖς πράγμασιν ὑποστάσεις. γίνεται γάρ πως τοῖς εὐπόροις τὸ ἄκουσιν καὶ τοῖς πάνυ τοῖς τὰ μυστικώτερα πράττουσιν ἡμέραι [*](p. 10) καθαραὶ καὶ νυκτὸς εὔσημος ἀστέρων χορὸς ἡλίου τε καὶ σελήνης ἐπιτολαὶ καὶ τὰ παραπλήσια. καὶ τὰ κατὰ τὸ ἔθος οὐ παντάπασιν ἁρμόζει ταῖς τῶν καιρῶν ἐπιμιξίαις οἰκειούμενα. τούτοις ἑξῆς ὅμοια καὶ τὰ περὶ τῶν ἄλλων ἔχω λέγειν δεῖ δὲ καὶ τῆς συμμετρίας στοχάσασθαι. ὄντων δὲ τούτων τῶν ἓξ στοιχείων οὐ πάντως καθολικῶν

12
πολὺς γέλως παρῆλθεν εἰς ἀνθρώπους ὑπὸ τῶν ταῦτα τὰ ἓξ τῶν μὲν ὀκτωκαίδεκα τῶν δὲ ἑκατὸν τῶν δὲ διακόσια πεντήκοντα εἶναι λεγόντων, ἐπειδὴ ὅ τι ἂν λέγωσιν οὐ διαφεύγει τὸ μή τι τῶν ἓξ εἶναι.

Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν ὑπὸ τῶν παλαιῶν ἐνδεῶς εἰρημένων ἱκανῶς εἴρηται. δύο δὲ τρόπους καθολικοὺς ἀναδέξασθαι χρή, τὸν μὲν γενικὸν πρῶτον, τὸν δʼ εἰδικὸν δεύτερον. τὸν μὲν οὖν πρῶτον τοῦτον τὸν τρόπον.

Τῶν ὀνείρων οἱ μὲν πολλὰ διὰ πολλῶν προαγορεύουσιν, οἱ δὲ ὀλίγα διʼ ὀλίγων, οἱ δὲ πολλὰ διʼ ὀλίγων, οἱ δὲ ὀλίγα διὰ πολλῶν. πολλὰ μὲν οὖν διὰ πολλῶν. οἷον ἔδοξέ τις πέτεσθαι ἀράμενος ἐκ τῆς οἰκείας διανοίας πρὸς προτεθειμένον σκοπόν, ἐφʼ ὃν ἐσπουδάκει γενέσθαι· εἶτα γενόμενος ἐπʼ αὐτὸν πτερὰ ἔχειν ἔδοξε καὶ συναπαίρειν τοῖς ὀρνέοις, καὶ μετὰ ταῦτα κατῆχθαι πάλιν εἰς τὴν οἰκίαν· ἀπέβη αὐτῷ τούτῳ μεταναστῆναι τῆς οἰκείας διὰ τὴν πτῆσιν, καὶ τὰ προκείμενα καὶ μάλιστα ἐσπουδασμένα αὐτῷ περᾶναι διὰ τὸ μὴ τοῦ σκοποῦ ἡμαρτηκέναι. καὶ δὴ εὐπορήσας ἱκανῶς, ἐπειδὴ τοὺς εὐπόρους πτερὰ ἔχειν [*](p. 11) φαμέν, καὶ ἐν ξένῃ διατρίψας διὰ τὸ μὴ ὁμογενῆ εἶναι τὰ ὄρνεα, πάλιν εἰς τὴν οἰκείαν κατῆρεν. οἱ δὲ ὀλίγα διʼ ὀλίγων. οἷον ἔδοξέ τις χρύσεα ὄμματα ἔχειν. ἐτυφλώθη διὰ τὸ μὴ ἴδιον ὀμμάτων εἶναι τὸ χρυσίον. οἱ δὲ πολλὰ διʼ

13
ὀλίγων. οἷον ἔδοξέ τις τὸ ἑαυτοῦ ὄνομα ἀπολωλεκέναι. ἀπέβη αὐτῳ τοῦτο μὲν τὸν υἱὸν ἀπολέσαι (οὐχ ὅτι τὸ τιμιώτατον ἀπώλεσε μόνον, ἀλλʼ ὅτι καὶ ταὐτὸ ὄνομα καλούμενος ἔτυχεν ὁ παῖς) τοῦτο δὲ καὶ τὴν κτῆσιν ἀθρόαν, δικῶν τινων αὐτῷ γραφεισῶν, ἐφʼ αἷς ἑάλω φεύγων γραφὴν δημοσίων ἀδικημάτων· ἄτιμός τε καὶ φυγὰς γενόμενος ἀναρτήσας ἑαυτὸν ἐτελεύτησε τὸν βίον, ὡς μηδὲ ἀποθανὼν ἔχειν ὄνομα. τούτους γὰρ μόνους ἐν νεκρῶν δείπνοις οὐ καλοῦσιν οἱ προσήκοντες. δῆλον οὖν παντὶ γένοιτʼ ἂν ὅτι πάντα ἀπὸ τοῦ αὐτοῦ ἀπέβη τῷ τὸν αὐτὸν ἐπέχειν λόγον. οἱ δὲ ὀλίγα διὰ πολλῶν. οἷον ἔδοξέ τις τὸν Χάρωνα παίζειν σύν τινι ἀνδρὶ ψήφοις, αὐτὸς δὲ σπουδάζειν τῷ ἀνδρί, καὶ διὰ τοῦτο λειφθέντα τὸν Χάρωνα χολᾶν τε καὶ διώκειν αὐτόν, ὁ δὲ ἀποστρεφόμενος φεύγειν, ἀφικόμενος δὲ εἰς ξενοδοχεῖον, ᾧ ἐπώνυμον κάμηλος, εἰς δωμάτιον εἰσδραμὼν ἐπιζυγῶσαι τὰς θύρας. τὸν μὲν οὖν δαίμονα οἴχεσθαι ἀπιόντα, τοῖν μηροῖν δὲ τὸν ἕτερον αὐτῷ φῦσαι πόαν. τούτων ἐγένετο πάντων τὸ σημαινόμενον ἓν ἀποτέλεσμα· πεσούσης γὰρ τῆς οἰκίας, ἔνθα ᾤκει καὶ συρραγέντων ἐπʼ αὐτὸν ξύλων συνετρίβη τὸν μηρὸν καὶ κατεάγη. καὶ γὰρ ὁ Χάρων ψήφοις παίζων λόγον τὸν περὶ θανάτου προηγόρευεν· μὴ καταλαβὼν δὲ μὴ ἀποθανεῖσθαι μὲν ἐδήλου, κινδυνεύσειν δὲ τὼ πόδε διὰ τὴν δίωξιν· καὶ τὸ ξενοδοχεῖον
14
κάμηλος καλούμενον τὸν μηρὸν κατάξειν, ἐπεὶ καὶ τὸ ζῷον τὸ καλούμενον κάμηλος μέσους κάμπτει τοὺς μηροὺς ὑποτεμνόμενον τοῖν σκελοῖν τὸ ὕψος, ἐτύμως κεκλημένον [*](p. 12) κάμηλος οἱονεὶ κάμμηρος, ὥς φησιν Εὔηνος ἐν τοῖς εἰς Εὔνομον Ἐρωτικοῖς ἡ δὲ ἐκφῦσα πόα τὸ μηκέτι ἐνεργὸν ὄντα τὸν μηρὸν ἕξειν, ἐκ γῆς ἀκινήτου φιλοῦσα ἀναφύεσθαι. καὶ τούτων εἴ τις ἀγαθὸς εἴη λογιστής, τὴν ἐξαρίθμησιν ἐπὶ πάντων οὕτως ἔχουσαν εὕροι ἄν.