Ajax

Antisthenes

1-5

ΑΙΑΣ, Antisthenes, Αjax, Antiphontis orationes et fragmenta adiunctis, Blass, Teubner, 1908

Ἐβουλόμην ἂν τοὺς αὐτοὺς ἡμῖν δικάζειν οἵπερ

663
καὶ ἐν τοῖς πράγμασι παρῆσαν· οἶδα γὰρ ὅτι ἐμὲ μὲν ἔδει σιωπᾶν, τούτῳ δ᾿ οὐδὲν ἂν ἦν πλέον
664
λέγοντι· νῦν δὲ οἱ μὲν παραγενόμενοι τοῖς ἔργοις αὐτοῖς ἄπεισιν, ὑμεῖς δὲ οἱ οὐδὲν εἰδότες δικάζετε. καίτοι ποία τις ἂν δίκη δικαστῶν μὴ εἰδότων γένοιτο, καὶ ταῦτα διὰ λόγων; τὸ δὲ πρᾶγμα ἐγίγνετο ἔργῳ. Τὸ μὲν οὖν σῶμα τοῦ Ἀχιλλέως ἐκόμισα ἐγὼ φέρων, τὰ δὲ ὅπλα ὅδε, ἐπιστάμενος ὅτι οὐ τῶν ὅπλων μᾶλλον ἐπεθύμουν οἱ Τρῶες ἀλλὰ τοῦ νεκροῦ κρατῆσαι. τοῦ μὲν γὰρ εἰ ἐκράτησαν, ᾐκίσαντό τε ἂν τὸ σῶμα καὶ τὰ λύτρα τοῦ Ἕκτορος ἐκομίσαντο· τὰ δὲ ὅπλα τάδε οὐκ ἂν ἀνέθεσαντοῖς θεοῖς ἀλλ᾿ ἀπέκρυψαν, δεδιότες τόνδε τὸν ἀγαθὸν ἄνδρα, ὃς καὶ πρότερον ἱεροσυλήσας αὐτῶν το ἄγαλμα τῆς θεοῦ νύκτωρ ὥσπερ τι καλὸν ἐργασάμενος ἐπεδείκνυτο τοῖς Ἀχαιοῖς. κἀγὼ μὲν ἀξιῶ λαβεῖν ἵν᾿ ἀποδῶ τὰ ὅπλα τοῖς φίλοις, οὗτος δὲ ἵν᾿ ἀποδῶται, ἐπεὶ χρῆσθαί γε αὐτοῖς οὐκ ἂν τολμήσειε· δειλὸς γὰρ οὐδεὶς ἂν ἐπισήμοις ὅπλοις χρήσαιτο, εἰδὼς ὅτι τὴν δειλίαν αὐτοῦ ἐκφαίνει τὰ ὅπλα.

Σχεδὸν μὲν οὖν ἐστιν ἅπαντα ὅμοια. οἵ τε γὰρ

διαθέντες τὸν ἀγῶνα φάσκοντες εἶναι βασιλεῖς περὶ ἀρετῆς κρίνειν ἐπέτρεψαν ἄλλοις, οἵ τε οὐδὲν εἰδότες δικάσειν ὑπισχνεῖσθε περὶ ὧν οὐκ ἴστε. ἐγὼ δὲ ἐπίσταμαι τοῦτο, ὅτι οὐδεὶς ἂν βασιλεὺς ἱκανὸς ὢν περὶ ἀρετῆς κρίνειν ἐπιτρέψειεν ἄλλοις μᾶλλον ἤπερ ἀγαθὸς ἰατρὸς διαγνῶναι νοσήματα ἄλλῳ παρείη.

Καὶ εἰ μὲν ἦν μοι πρὸς ἄνδρα ὁμοιότροπον, οὐδ᾿ ἂν ἡττᾶσθαί μοι διέφερε· νῦν δ᾿ οὐκ ἔστιν ὃ διαφέρει πλέον ἐμοῦ καὶ τοῦδε. ὁ μὲν γὰρ οὐκ ἔστιν ὅ τι ἂν δράσειε φανερῶς, ἐγὼ δὲ οὐδὲν ἂν λάθρᾳ τολμήσαιμι πρᾶξαι. κἀγὼ μὲν οὐκ ἂν ἀνασχοίμην κακῶς ἀκούων, οὐδὲ γὰρ κακῶς πάσχων, ὁ δὲ κἂν κρεμάμενος, εἰ κερδαίνειν τι μέλλοι·