Odysseus

Antisthenes

1-5

ΟΔΥΣΣΕΥΣ, Antisthenes, Odysseus, Antiphontis orationes et fragmenta adiunctis, Blass, Teubner, 1908

Οὐ πρὸς σέ μοι μόνον ὁ λόγος, δι᾿ ὃν ἀνέστην, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας· πλείω γὰρ ἀγαθὰ πεποίηκα τὸ στρατόπεδον ἐγὼ ἢ ὑμεῖς ἅπαντες. καὶ

ταῦτα καὶ ζῶντος ἂν ἔλεγον Ἀχιλλέως, καὶ νῦν τεθνεῶτος λέγω πρὸς ὑμᾶς. ὑμεῖς μὲν γὰρ οὐδεμίαν ἄλλην μάχην μεμάχησθε, ἣν οὐχὶ καὶ ἐγὼ μεθ᾿ ὑμῶν· ἐμοὶ δὲ τῶν ἰδίων κινδύνων οὐδεὶς ὑμῶν οὐδὲν ξύνοιδε. καίτοι ἐν μὲν ταῖς κοιναῖς μάχαις, οὐδὲ εἰ καλῶς ἀγωνίζοισθε, πλέον ἐγίγνετο οὐδέν· ἐν δὲ τοῖς ἐμοῖς κινδύνοις, οὓς ἐγὼ μόνος ἐκινδύνευον, εἰ μὲν κατορθώσαιμι, ἅπαντα ἡμῖν ἐπετελεῖτο ὧν ἕνεκα δεῦρο ἀφίγμεθα, εἰ δ᾿ ἐσφάλην, ἐμοῦ ἂν ἑνὸς ἀνδρὸς ἐστέρησθε. οὐ γὰρ ἵνα μαχοίμεθα τοῖς Τρωσὶ δεῦρ᾿ ἀφίγμεθα, ἀλλ᾿ ἵνα τήν τε Ἑλένην ἀπολάβοιμεν καὶ τὴν Τροίαν ἕλοιμεν. ταῦτα δ᾿ ἐν τοῖς ἐμοῖς κινδύνοις ἐνῆν ἅπαντα. ὅπου γὰρ ἦν κεχρημένον ἀνάλωτον εἶναι τὴν Τροίαν, εἰ μὴ πρότερον τὸ ἄγαλμα τῆς θεοῦ λάβοιμεν τὸ κλαπὲν παρ᾿ ἡμῶν, τίς ἐστιν ὁ κομίσας δεῦρο τὸ ἄγαλμα ἄλλος ἢ ἐγώ; ὃν σύ γε ἱεροσυλίας κρίνεις. σὺ γὰρ οὐδὲν οἶσθας, ὅστις τὸν ἄνδρα τὸν ἀνασώσαντα τὸ ἄγαλμα τῆς θεοῦ, ἀλλ᾿ οὐ τὸν ὑφελόμενον παρ᾿ ἡμῶν Ἀλέξανδρον, ἀποκαλεῖς ἱερόσυλον. καὶ τὴν Τροίαν μὲν ἁλῶναι ἅπαντες εὔχεσθε, ἐμὲ δὲ τὸν ἐξευρόντα ὅπως ἔσται τοῦτο ἀποκαλεῖς ἱερόσυλον; καίτοι εἴπερ καλόν γε ἦν ἑλεῖν τὸ Ἴλιον, καλὸν καὶ τὸ εὑρεῖν τὸ τούτου αἴτιον. καὶ οἱ μὲν ἄλλοι χάριν ἔχουσι, σὺ δὲ καὶ ὀνειδίζεις ἐμοί· ὑπὸ γὰρ ἀμαθίας ὧν εὖ πέπονθας οὐδὲν οἶσθα. κἀγὼ μὲν οὐκ ὀνειδίζω σοι τὴν ἀμαθίαν· ἄκων
γὰρ αὐτὸ καὶ σὺ καὶ οἱ ἄλλοι πεπόνθασιν ἅπαντες· ἀλλ᾿ ὅτι διὰ τὰ ὀνείδη τὰ ἐμὰ σῳζόμενος οὐχ οἷός τε εἶ πείθεσθαι, ἀλλὰ καὶ προσαπειλεῖς ὡς κακὸν δράσων τι τούσδε, ἐὰν
666
ἐμοὶ τὰ ὅπλα ψηφίσωνται. καὶ πολλάκις γε ἀπειλήσεις καὶ πολλά, πρὶν καὶ σμικρόν τι ἐργάσασθαι· ἀλλ᾿ εἴπερ ἐκ τῶν εἰκότων τι χρὴ τεκμαίρεσθαι, ὑπὸ τῆς κακῆς ὀργῆς οἴομαί σε κακόν τι σαυτὸν ἐργάσεσθαι.