Odysseus

Alcidamas

1.1-1.5

Odysseus, Odysseus, Alcidamas

Πολλάκις ἤδη ἐνεθυμήθην καὶ ἐθαύμασα ὦ ἄνδρες

667
Ἕλληνες τὰς γνώμας τῶν λεγόντων, τί ποτε ἄρα βουλόμενοι ῥᾳδίως δεῦρο παριόντες
668
συμβουλεύουσιν ὑμῖν, ἀφ᾿ ὧν ὠφέλεια μὲν οὐδεμία ἐστὶ τῷ κοινῷ, λοιδορίαι δὲ πλεῖσται γίγνονται ἐν ἀλλήλοις, εἰκῇ τε λόγους ἀναλίσκουσιν ἀκαίρους περὶ ὧν ἂν τύχωσι.

λέγουσι δὲ τὴν αὑτῶν δόξαν ἕκαστος βουλόμενοί τι λαβεῖν· οἱ δὲ καὶ μισθὸν πραττόμενοι συναγορεύουσι παρ᾿ ὁποτέρων ἂν νομίζωσι πλεῖον λήψεσθαι. καὶ εἰ μέν τις ἐν τῷ στρατοπέδῳ πλημμελεῖ ἢ βλάπτει τὸ κοινὸν χρήματα ἑαυτῷ ποριζόμενος, τούτων μὲν ὁρῶμεν μηδένα τὸν φροντίζοντα εἶναι· εἰ δέ τις ἡμῶν αἰχμάλωτον ἀγαγὼν ἐκ τῶν πολεμίων, ἢ γέρας λαχὼν εἴληφε πλέον ἕτερος ἑτέρου, τούτων δ᾿ ἕνεκα μεγάλας διαφορὰς ἐν ἡμῖν αὐτοῖς ἔχομεν διὰ τὰς τούτων σπουδάς. ὁρῶμεν μηδένα τὸν φροντίζοντα εἶναι· εἰ δέ τις ἡμῶν αἰχμάλωτον ἀγαγὼν ἐκ τῶν πολεμίων, ἢ γέρας λαχὼν εἴληφε πλέον ἕτερος ἑτέρου, τούτων δ᾿ ἕνεκα μεγάλας διαφορὰς ἐν ἡμῖν αὐτοῖς ἔχομεν διὰ τὰς τούτων σπουδάς.

ἐγὼ δὲ ἡγοῦμαι τὸν ἄνδρα τὸν ἀγαθὸν καὶ δίκαιον μήτε ἔχθρας ἰδίας φροντίζειν, μήτε ἰδίαν φιλεταιρίαν, φιλοτιμίᾳ

184
χρησάμενον ἕνεκα ἀνδρὸς ἑνός, [χρήματα] περὶ πλείονος ἂν ποιήσασθαι, καὶ μὴ ὅτι ἂν μέλλῃ τῷ πλήθει συνοίσειν . . . . . . . . οὐ μὲν δὴ ἀλλὰ παραλιπὼν τοὺς ἀρχαίους πόνους τε καὶ λόγους, πειράσομαι Παλαμήδη τόνδε ἐν ὑμῖν εἰς κρίσιν δικαίως καταστῆσαι.

ἔστι δὲ τὸ πρᾶγμα, ὡς ἄν εἰδῆτε, προδοσία· ἐφ᾿ ᾗ δεκαπλάσιαι ζημίαι τῶν ἄλλων εἰσὶν ἐπικείμεναι. καίτοι, ὡς ὑμεῖς ἴστε πάντες, ἐμοὶ καὶ τούτῳ οὐδεμία πώποτ᾿ ἔχθρα οὐδ᾿ ἔρις ἐνεγένετο περὶ οὐδενὸς χρήματος, καὶ μὴν οὐδ᾿ ἐν παλαίστρᾳ οὐδ᾿ ἐν συμποσίῳ, ἔνθα φιλεῖ ἔριδας πλείστας καὶ λοιδορίας γίγνεσθαι. ὁ δὲ ἀνήρ ἐστι φιλόσοφός τε καὶ δεινός, οὗ μέλλω κατηγορεῖν, ὥστε εἰκότως ἂν τὸν νοῦν προσέχειν ὑμᾶς καὶ μὴ ἀμελῆσαι περὶ τῶν νυνὶ λεγομένων.

Σχεδὸν μὲν γὰρ ἴστε καὶ αὐτοὶ ἐν οἵῳ κινδύνῳ ἐγενόμεθα, ὅτε ἡμῶν οἱ μὲν εἰς τὰς ναῦς καταπεφευγότες ἦσαν, οἱ δὲ εἰς τὰς τάφρους, ἐνέπιπτόν τε εἰς τὰς σκηνὰς οἱ πολέμιοι, πᾶσά τε ἀπορία ἦν ποῖ ποτε προβήσοιτο ἡ τοῦ μέλλοντος κακοῦ τελευτή. ἔχει δὲ ὧδε ὑμῖν. ἐτυγχάνομεν πλησίον τῶν πυλῶν ἐν τῷ αὐτῷ συντασσόμενοι ἐγώ τε καὶ Διομήδης, πλησίον δ᾿ ἦν Παλαμήδης καὶ Πολυποίτης.