In Ethica Nichomachea Commentaria

Aspasius

1-5

In Ethica Nichomachea Commentaria, Aspasius, In Ethica Nichomachea Commentaria

ASPASII IN ETHICA NICOMACHEA COMMENTARIA

1

ΑΣΠΑΣΙΟΥ ΣΚΟΛΙΑ ΕΙΣ TA ΗΘIΚΑ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.

Ἡ περὶ τὰ ἤθη πραγματεία καὶ μάλιστα ἡ πολιτικὴ ἠθικὴ] κατὰ μὲν τὸ ἀναγκαῖον τῆς θεωρητικῆς φιλοσοφίας, κατὰ δὲ τὸ τίμιον ὑστέρα. ᾗ μὲν γὰρ ἀδύνατον καλῶς ζῆν μὴ σώφρονας ὄντας καὶ δικαίους καὶ ὅλως τὸ ἦθος κεκοσμημένους καὶ εἰς συμμετρίαν τινὰ τὰ τῆς ψυχῆς πάθη καταστήσαντας, ταύτῃ δόξειεν εἶναι ἀναγκαία ἡ πολιτικὴ καὶ ἠθικὴ καὶ τοῦτο προτέρα οὐδὲν γὰρ πλέον ἀνύει οὐδ’ εἴ τις πᾶσαν γνῶσιν καὶ θεωρίαν κτήσαιτο μὴ πεπαιδευμένος τὸ ἦθος), ᾗ δὲ περὶ τῶν τιμιωτάτων καὶ θειοτάτων ἡ σοφία πραγματεύεται καὶ θεωρεῖ τὰ τῆς φύσεως ἔργα καὶ ἔτι ἄλλα πολὺ ἀμείνω καὶ κρείττω τῶν ἐκ φύσεως συνεστώτων, ὧν ἐστιν ἡ πρώτη φιλοσοφία θεωρητική, ταύτῃ προτέρα καὶ τιμιωτέρα λέγοιτ’ ἄν ἡ θεωρητική· ὡς γὰρ τὰ ὑποκείμενα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ αἱ περὶ αὐτὰ ἐπιστῆμαι· ἔστι δὲ τιμιώτερα καὶ κρείττω περὶ ἃ ἡ σοφία τῶν ὑπὸ τὴν πολιτικὴν καὶ ἠθικήν, ὥστε πολλῷ ἀν’ εἴη τιμιωτέρα τούτων ἡ σόφ’ ία. καὶ γὰρ εἰ μὲν ἄνευ σώματος ἦμεν, οὐδὲν ἂν ἔδει τὴν φύσιν ἡμῶν ἄλλο ἔχειν ἔργον ἢ τὴν θεωρίαν, νῦν δὲ ἡ τοῦ σώματος φύσις ἡδοναῖς καὶ λύπαις συνεζευγμένη σωματικαῖς ἐξ ἀνάγκης ἐποίησεν ἡμᾶς ἐπιμελεῖσθαι καὶ σωφροσύνης καὶ ἐγκρατείας καὶ πολλῶν ἄλλων τοιούτων ἀρετῶν, ὧν οὐκ εἰκὸς μετεῖναι τῷ θεῷ διὰ τὸ μήτε ἡδονῶν μήτε λυπῶν σωματικῶν μετέχειν. ἐξ ἀνάγκης οὖν τοῦ σώματος φαινόμεθα τὴν πλείστην περὶ τὰ ἤθη ἐπιμέλειαν πορίζεσθαι, ἐπεὶ καὶ [*](Libri RZ 1 Ἀσπασίου] καὶ πᾶσα μέθοδος (p. 4,12) ed. Hase, Classical Journal XXVIII 307—309; Ἡ περὶ τὰ ἤθη—τέλος τὸ ἄγαλμα (p. 4,19) ed. Rose, Hermae V 92—96 307—309; inscriptionem habet 2 ἤθη R: ἠθικὰ Z πραγματεία Z: πραγματία R ἡ (ante πολιτικὴ) om. R πολιτικὴ ἠθικὴ ZR: ἠθικὴ del. Rose 3 ἐστὶ corr. ex ἐπὶ Z: ἐπὶ R 5 τὸ ἦθος κεκοσμημένους cf. Polit. Z 1 p. 1323b 3 6 γκαία Z2 in albo 7 ἀνύει Z2 in marg.: om. R 9 θεωρεῖτἀ RZ: θεωρεῖται Rose 10 ἐστὶν ἡ Z2 in albo 11 ταύτῃ—θεωρητική om. Rose 13 δὲ πάντων τιμιωτέρα R 14 πολλῷ Z: πολλῶν R 16 καὶ λύπαις συνε Z2 in albo 17. 18 σωφροσύνης—πολλῶν Z2 in albo 19 μετέχειν Z: .. τέχειν R 20 ἤθη ἐπιμέλειαν Ζ2 in albo: ἥ .... μ ... R πορίζεσθαι] an ποιεῖσθαι?)

2
ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, ὧν τὸ θεῖον δοκεῖ μετέχειν, πολὺ μὲν λείπονται τοῦ θεοῦ. δεόμεθα δὲ αὐτῶν διὰ τὰς ἀδικίας καὶ πλεονεξίας τὰς ὑπ’ ἀλλήἀλλήλων γινομένας, ἐπεὶ τό γε θεῖον εἰκός ἐστι δικαιοσύνῃ πρὸς ἡμᾶς μόνῃ χρῆ· σθαι τῇ θεωρητικῇ καὶ ἐν τούτῳ διατελεῖν. ὅτι μὲν οὖν τιμιωτέρα ἐστὶν ἡ σοφία τῆς πολιτικῆς, ἐκ τούτων καὶ τῶν τοιούτων ἄν τις κατανοήσειεν, ἡ δὲ ἠθική, καθάπερ προείρηται, ἀναγκαιοτάτη • ἡμῖν δὲ καὶ πρώτως ταύτην ἐπιτηδεύειν προσήκει καὶ λόγῳ καὶ ἔργῳ, ὥσπερ καὶ Σωκράτης ἠξίου, οὐκ ἀτιἀτιμάζων τὴν περὶ τὰ θεῖα γνῶσιν καὶ τῶν φύσει συντεινόντων παριεὶς τὴν ἐπιστήμην ὡς περιττήν, ἀλλ’ ἀναγκαίαν ἡγούμενος τὴν τοῦ ἤθους ἐπιμέλειαν καὶ οἱ Πυθαγόρειοι δὲ πρῶτον ἐπαίδευον τοὺς συ-ίἴ̀ινομονου καὶ ἤθεσι καὶ λόγοις. φαίνεται δὲ ὁ Ἀριστοτέλης περὶ πλείστου ταύτην τὴν διδασκαλίαν ποιεῖσθαι· λέγει δὲ αὐτὴν εἶναι περὶ τοῦ ἀνθρωπίνου τέλους, ἥτις ἐστὶν ἡ εὐδαιμονία. ἃ δὲ λέγει ἔχουσιν οὕτως.

[*](p. 1091a1)

Πᾶσα τέχνη 〈ἕως τοῦ προτιμᾶν τὴν ἀλήθειαν〉.

Πρῶτον οὖν ῥητέον περὶ τέχνης καὶ περὶ μεθόδου, ἔτι καὶ περὶ πράξεως καὶ προαιρέσεως. λέγεται δὲ τέχνη παρ’ αὐτοῖς τριχῶς· καὶ γὰρ τὸ γένος τῶν τεχνῶν ἀπασῶν τέχνη λέγεται· διαιροῦσι γὰρ τὰς τέχνας λ-έγοντες τὰς μὲν ποιητικὰς τὰς δὲ θεωρητικάς, ὁρίσαιτο δ’ ἄν τις τὴν οὕτω λεγομένην τέχνην σύστημα ἐκ θεωρημάτων εἰς ἓν τέλος φερόντων. ἄλλως δὲ λέγουσι τέχνην τὸ κοινὸν τῆς πρακτικῆς καὶ τῆς ποιητικῆς· διαιροῦσι γὰρ τὸ μὲν τέχνην λέγοντες τὸ δὲ ἐπιστήμην, τὴν θεωρητικὴν πᾶσαν ἐπιστήμην ὀνομάζοντες, τὴν δὲ τοιαύτην ὑπογράψειεν ἄν τις σύσιημα ἐκ θεωρημάτων εἰς πράξεις φερόντων ἢ ποιήσεις. ἰδίως δὲ καλεῖν εἰώθασι τέχνην τὴν ποιητικήν. ἀποδίδωσι δὲ αὐτῷ λόγον ὁ Ἀριστοτέλης λέγων ’ τέχνη ἐστὶν ἕξις μετὰ λόγου ποιητική᾿, λόγον δὲ λαμβάνει οὔτε τὸν ἐπαγωγικὸν οὔτε τὸν συλλογιστικὸν ἀλλὰ τὸν ἁπλοῦν καὶ τεχνικόν, ᾧ χρῶνται οἱ δημιουργοὶ τῶν τεχνῶν· ποιήποιήματα μὲν γάρ ἐστι καὶ τὰ τῶν ἀλόγων, οἷον τῶν μὲν μελισσῶν τὰ κηρία, ἀραχνῶν δὲ τὰ ἀράχνια καλούμενα· ἀλλ’ οὐδὲν τούτων μετὰ λόγου ποιεῖ, [*](1 μετέχειν Z sed ετέχειν Z- in albo: μ . . . R πολὺ Z: πα.ὺ R 2 καὶ om. R 3 δικαιοσύνῃ Rose: δικαιοσύνης ZR 3. 4 μόνῃ χρῆσθαι Z2 in marg.: προνοῆσθαι ZR 5 κατανοήσειεν Z: κατανοήσει R G. 7 ἐπιτηδεύειν Z2 in albo 7 οὐκ Z- in albo 7. 8 ἀτιμάζων Z: ἁ . . μαζῶν R 8 παριεὶς Z: πανιεὶς R 9 ὡς περιττὴν Z- in albo: lacuna R ἐπιμέλειαν Z, μἐλειαν vero a Z2 add.: ἔπι . . R 10 πρῶτον ἐπαι Z-: πρῴ δεῦον R τοὺς συγγινοΜνους Z: τοῖς συγγινομένοις R 11 περὶ πλείστου Z2: πρά . . . R ταύτην τὴν Z: om. τὴν R 12 αὐτὴν εIναι Z2: lac. R 12—15 τέλους μ πρῶτον οὖν βῆ Z2 12 τέλους ἥτις ἐστὶν ἡ Z2: lac. R 13 ἁ δὲ λέγει Z2: lac. R οὕτως Z2: lac. R 14 ἕως μ ἀλήθειαν addidi 15 πρῶτον οὖν Z2: ...τὸν R περὶ μεθόδου Z: om. περὶ R ἔτι καὶ Z: om. R IG προαιρέσεως Z: προευ . . . ρεί- ἃς R 17 γὰρ R: γοῦν Z 18 τὰς καὶ R 19 τέχνην Z: om. R δὲ om. R 24 Ἀριστοτέλης] Eth. Nic. Z 4 p. 1140a7 26 ἀλλὰ — τεχνικὸν om. Rose 27 ἀλόγων] ἁ Z2 28 ἀράχνια] νια Z2)

3
ἀλλ᾿ ὁρμῇ φυσικῇ χρώμενα τὰ ζῷα· τὰ δὲ τεχνικὰ ποιήματα λογικῶν ἐστι ποιήματα καὶ τῷ λόγῳ χρωμένων. περὶ μὲν οὖν τέχνης ταῦτα εἰρήσθω. τὴν δὲ μέθοδον ἔνιοι μὲν ᾠήθησαν κατὰ ταὐτὸν τῇ τέχνῃ καὶ ἐκ παραλλήλου εἰρῆσθαι, ἔνιοι δὲ δύναμιν ὁμοίως ἔχουσαν πρὸς τὰ ὑφ’ αὑτὴν ἀντικείμενα. ἔστι μὲν γὰρ καὶ τῶν λογικῶν ἑκάστην τεχνῶν ἐπιστήμην ἀκοῦσαι τῶν ἀντικειμένων, οἷον ἰατρικὴ ὑγιεινῶν καὶ νοσερῶν, ἀλλ’ οὐ πρὸς ἄμφω ὁμοίως ἔχει, ἀλλὰ τὸ μὲν προηγουμένως αἱρεῖται, τὸ δὲ γιγνώσκει μόνον. ῥητορικὴ δὲ καὶ διαλεκτική εἰσι μὲν ἐπιχειρητικαὶ ἀμφότεραι, ἀλλ’ ὁμοίως ἔχουσι πρὸς τὸ ἐπιχειρεῖν εἰς τὰ ἀντικείμενα. ἐπεὶ δὲ φαίνεται καὶ τὴν πολιτικὴν ἢ ἠθικὴν μέθοδον ὀνομάζων οὐ μόνον τὴν ῥητορικὴν καὶ διαλεκτικήν, ἔνιοι ἔφασαν μέθοδον ·ὀνομάζεσθαι πᾶσαν δύναμιν ἢ ἕξιν τὴν ὡς ἐπὶ πολύ. ἐοίκασι δὲ καὶ οὗτοι ἀπολελεῖφθαι τῆς τοῦ ὀνόματος χρήσεως· μέθοδον γὰρ ὀνομάζει καὶ τὴν πρώτην φιλοσοφίαν καὶ τὴν περὶ ἀποδείξεως ἐπιστήμην· εἶπεν οὖν μέθοδον εἶναι ἕξιν θεωρητικὴν τῶν ὑφ’ αὑτὴν μετὰ λόγου ἐπακτικοῦ ἢ συλλογιστικοῦ. καλείσθω δέ μοι συλλογισμὸς κοινῶς καὶ τὸ ἐνθύμημα, ἐπαγωγὴ δὲ καὶ τὸ παράδειγμα. εἰκότως δὲ μέθοδος πᾶσα ἡ τοιαύτη λέγεται δύναμις ἡ διὰ συλλογισμο.ῦ καὶ δι’ ἐπαγωγῆς δεῖξις καὶ μέθοδος ὡς ἀληθῶς, ὡς ἀλλαχοῦ εἴρηται. τὴν δὲ πρᾶξιν ἔνιοι μὲν ἀπέδοσαν ἐνέργειαν λογικήν· κατὰ δὲ τοῦτο λέγοιτ’ ἂν καὶ ἡ θεωρία πρᾶξις· ἐνέργεια γὰρ λογική· λέγεται δὲ πρᾶξις καὶ ἡ κατὰ πρακτικὴν ἐπιστήμην ἐνέργεια. πρακτικαὶ δὲ λέγονται μὲν κοινῶς πᾶσαι, ὧν μὴ ἔστι ποίημά τι ἄλλο παρὰ τὴν πρᾶξιν, οἷον ὀρχηστικὴ καὶ αὐλητική, ἰδίως δὲ ἥ τε πολιτικὴ καὶ ἠθικὴ πρακτικαὶ λέγονται καὶ πράξεις αἱ περὶ τὸ καλὸν καὶ αἰσχρὸν ἐνέργειαι. περὶ δὲ προαιρέσεως ἐρεῖ μὲν καὶ αὐτὸς προελθών· τοσοῦτον δὲ προληπτέον, ὅτι καὶ ἔστιν ἡ προαίρεσις ὄρεξις βουλευτική. ἐπειδὰν γὰρ βουλευσάμενός τις ἕληται καὶ ἡ ὄρεξις ἐπακολουθήσῃ τῷ λογισμῷ ἢ ἀνάπαλιν ὀρεχθεὶς καὶ βουλευσάμενος ἕληται, προαίρεσις τὸ τοιοῦτόν ἐστιν. διόπερ αἵ τε ἀρεταὶ καὶ αἱ κακίαι προαιρέσεις τινές· τῶν μὲν γὰρ ἀρετῶν ὅ τε λογισμὸς καὶ ἡ ὄρεξις ἀγαθή, τῶν δὲ κακιων τοὐναντίον.

Πᾶσα δέ, φησί, τέχνη καὶ πᾶσα μέθοδος καὶ πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται. αἵ τε γὰρ τέχναι καὶ αἱ μέθοδοι τοῦ ἰδίου τέλους ὡς ἀγαθοῦ ἐφίενται. καὶ μὴν αἱ πράξεις καὶ αἱ προαιρέσεις [*](3 κατὰ ταὐτὸν Ζ2: ... τ`` R 4 δύναμιν] δ . . μιν R; ύναμιν ὁμοίως ἔ Ζ2 6 ἰατρικὴ Rose ἄμφω Z: ἆ... R 7 γιγνώσκει Z: γινώσκει R 8 ὁμοίως Ζ2: ὅμως R 9 τὸ Ζ2: lac. R ἔπι Z2 πο Ζ2 ἢ Ζ2: om. R 10 τὴν διαλεκτικὴν] commentarius incipit in N 10 Hinc libri ZN ἔνιοι Z2 11 τὴν ὡς ἐπὶ πολὺ Z: τὴν εἰς τῶν ὡς ἐπὶ πολύ N 14. 15 συλογιστικοῦ N 16 πᾶσιν N δύναμις Z2: ὁδὸς γάρ ἐστίν N(Lb) 17 δεῖξις καὶ: δεικτικὴ Rose, omittens μέθοδος ἀληθῶς 17. 18 δεῖξις—πρᾶξιν Z2 18 ἀπέδοσαν Z: ἀπέδειξαν N ὡς ἀλλαχοῦ εἴρηται om. N 20 ἐνέργεια δὲ Z; in marg. substituit Z2 ἐνέργεια γὰρ 21 παρὰ N: περὶ Z, corr. in rnarg. a Z2 22 καὶ ἠθικὴ N: om. Z, add. in marg. Z2 πρακτικαὶ et καὶ (post λέγονται) om. Rose 23 αἱ—ἐνέργειαι scripsi: τὰς—ἐνεργείας NZ 27 αἶ τε: αἶ Rose 28. 29 κακιῶν Z: κακῶν N 32 ἐφ’ ἵενται Z: ἐφίηται N)

5
ἐστι τῆς πηδαλιουργικῆς· καὶ γὰρ προστάσσει αὐτή, οἷον δεῖ ποιεῖν τὸ πηδάλιον καὶ οἷον ἀρχιτεκτονεῖ καὶ γενομένῳ χρῆται. καὶ δῆλον ὡς τὸ πηδάλιον, ὅπερ ἐστὶ τέλος τῆς πηδαλιουργικῆς, ἕνεκεν τοῦ τέλους ἐστὶ τῆς κυβερνητικῆς. εἰπὼν δὲ ὅτι τὰ τῶν ἀρχιτεκτονικῶν τέλη αἱρετώτερα τῶν ὑφ’ αὑτά (διὰ γὰρ τὰ τῶν ἀπχιτεχτονικῶν τέλη διώκεται καὶ τὰ τῶν ὑφ’ αὑτὰ τέλη), πάλιν ὑπομιμνήσκει, ὅτι οὐδὲν διαφέρει τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη ἢ ἄλλα τινὰ παρὰ τὰς ἐνεργείας ποιήματα. εἰ μὲν οὖν οὕτως ἔχει τὰ πράγματα, ὡς ἄλλο τέλος ἄλλῳ ἀεὶ γίνεσθαι καὶ πράττεσθαι, ἀθλιώτατον ἂν ἦν τὸ τῶν ἀνθρώπων γένος μηδέποτε δυνάμενον ἐντυχεῖν τῷ δι’ αὑτὸ αἱρετῷ μηδὲ παῦλαν ἔχειν τῆς ὀρέξεως. ἐπεὶ δὲ ἔστι τι τέλος πάντων τῶν πρακτῶν, ὃ δι’ αὑτὸ αἱρούμεθα, δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον· τούτου γὰρ ἕνεκεν καὶ τὰ λοιπὰ τέλη. ἔχει δὲ καὶ πρὸς τὸ βιῶναι καλῶς ἡ γνῶσις αὐτοῦ μεγάλην ῥοπήν· οἱ μὲν γὰρ ἄλλοτε ἄλλας αἱρούμενοι πράξεις καὶ μὴ πρὸς ἓν ἀποβλέποντες πεπλανημένως ζῶσι καὶ οὐδέποτ’ ἂν ἐπιτύχοιεν τοῦ ἀγαθοῦ. εἰ δέ τις διαθρήσας τὴν εὐδαιμονίαν καὶ τὸ ἀνθρώπινον ἀγαθόν, σκοπὸν τοῦτο θέμενος καθάπερ τοξότης, πάσας αὑτοῦ τὰς πράξεις ἀπευθύνει πρὸς αὐτόν, ἀνάγκη πᾶσα αὐτὸν εὐδαίμονα γενέσθαι καὶ καλῶς διαβιῶναι·. διὸ πειρατέον τὸ τέλος τοῦτο περιλαβεῖν τί τέ ἐστιν καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. οὐκ ἀλόγως δὲ ἀξιοῖ τί τέ ἐστιν ἅμα καὶ τίνος τέλος λαβεῖν. ἀλλ’ ἀνάγκη τῶν πρός τι ἅμα εἶναι τὴν γνῶσιν, τὸ δὲ τέλος τινὸς τέχνης ἢ δυνάμεως. δεῖ οὖν ἅμα καὶ τὸ τέλος τί ἐστι λαβεῖν καὶ τίνος ἐπιστήμης ἢ δυνάμεως τέλος.

Ἡ δὲ δύναμις πολλαχῶς λέγεται παρ’ αὐτοῖς· καὶ γὰρ τὰς ἕξεις δυνάμεις λέγουσιν, ἐνίοτε δὲ τὸ ἄμεινον μέρος τῶν ἕξεων· τὴν μὲν γὰρ ὑγίειαν δύναμιν, τὴν δὲ νόσον ἀδυναμίαν. ἔστι δ’ ὅτε τὴν ἐπιτηδειότητα δύναμιν ὀνομάζουσιν, οἷον τὸν παῖδα ἔχειν δύναμιν πυκτικήν τὸ δ’ αὐτὸ τοῦτο καὶ δύναμιν λέγειν]. ὀνομάζει δὲ δυνάμεις καὶ τὰ ἀγαθὰ ἐκεῖνα, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρήσασθαι, οἷον πλοῦτον καὶ ὑγίειαν. λέγουσι δὲ δυνάμεις ἐνίοτε τὰς ὁμοίως ἐχούσας πρὸς τὰ ἀντικείμενα τῶν ὑφ’ αὑτάς, οἷον ῥητορικὴν καὶ διαλεκτικήν. ἔοικε δὲ νῦν λαμβάνειν δύναμιν ἀντὶ τῆς ἕξεως. ἐπειδὴ γὰρ ἔνιοι ἡγοῦνται τὴν πολιτικὴν ἐπιστήμην εἶναι καὶ τὴν φρόνησιν, ἔνιοι δὲ οὐκ ἐπιστήμην ἀλλ’ ὅμοιόν <τι> τῇ ἐπιστήμῃ, μέλλων πολιτικῆς τέλος ἐρεῖν τὸ ἀνθρώπινον ζητεῖ, τίνος ἐπιστήμης ἐστὶ τέλος ἢ δυνάμεως, ὡς ἄν εἰ ἔλεγε, τίνος ἐπιστήμης ἢ ἕξεως.

[*](7 Z2 in marg.: περὶ NZ 8 ὡς Z: ὥστε N αἰεὶ N: om. Z 9 τῷ— αἱρετῷ corr. Z2 ex τὸ—αἱρετὸν: τῷ—αἱρετόν N 10 πρακτῶν scripsi: πρακτέων ZN 12 καὶ πρὸς] καὶ om. Z 13 ἄλλας Z: ἄλλου N 14 πεπλανημένως Z: πεπλανευμένου N 15 διαθρήσας scripsi: διατηρήσας Z: δι’ ἀρησθ N 16 ἀπευθύνει Z 17 καλῶς Z: καλιῶν N 18 περιλαβεῖν scripsi: παραλαβεῖν ZN 21 καὶ τὸ] om. τὸ Z λαβεῖν om. N 23 ‘Η δὲ δύναμις—ἀντὶ τῆς ἕξεως (30) Class. Journal XXVllI 310 λέγεται Z2 in marg.: γίνεται ΖΝ post δυνάμεις ordo turbatus Z: sequuntur verba καλῶς συνηγορῆσαι τῇ ἡδονῇ p. 33,18 usque ad verba οὐ τοσοῦτον μὲν ὅσον p. 35,21; restituit ordinem signis notisque marginalibus Z2 25 ἐπιτηδειότητα Z: ἐπιτηδιότητα N 26 τὸ δ’—λέγειν delevi 30 δύναμιν Z: δυνάμην N 32 τι addidi)
6

Δόξειε δ’ ἄν, φησί, τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεχτονικῆς· τοιαύτη δὲ ἡ πολιτική· ἔχει γὰρ τὰ ὑπάρχοντα τῇ ἀρχιτεκτονικῇ· καὶ γὰρ προστάττει πάσαις ταῖς λοιπαῖς ἐπιστήμαις· ποίας γὰρ δεῖ μανθάνειν ἐν τῇ πόλει καὶ ἐπιτηδεύειν καὶ μέχρι τίνος ἀρχιτεκτονεῖ, καὶ τὰ τέλη τῶν λοιπῶν ἕνεκεν τοῦ τέλους αὐτῆς. εἰσὶ γοῦν ὑπ’ αὐτὴν ἅπασαι καὶ αἱ ἐντιμόταται δυνάμεις, οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική. στρατηγικὴν δὲ καὶ οἰκονομικὴν νῦν λέγει οὐ τὰς ἀρετάς, δυνάμεις γὰρ αὐτὰς λέγει. αἱ δὲ δυνάμεις εἰσὶν αἷς οἷόν τε εὖ καὶ μὴ εὖ χρῆσθαι· τοιαύτη δὲ ἡ ῥητορικὴ καὶ τῆς οἰκονομικῆς ἡ χρηματιστική, ἧς νῦν μέμνηται, καὶ ἡ στρατηγικὴ δέ τίς ἐστι δύναμις τοῦ ἡγεῖσθαι στρατεύματος καὶ κρατεῖν δύνασθαι τῶν πολεμικῶν. ὑπάρχει δὲ τῇ πολιτικῇ καὶ τὸ χρῆσθαι ταῖς πρακτικαῖς τῶν ἐπιστημῶν καὶ τὸ νομοθετεῖν <ἢ> προστάττειν τίνα δεῖ πράττειν καὶ τίνων καὶ τοῦτο τεκμήριόν ἐστι τοῦ προστακτικὴν αὐτὴν εἶναι ταῖς ἄλλαις καὶ ἀρχιτεκτονικήν, ὥστε τὸ ταύτης τέλος περιέχει καὶ τὰ τῶν ἄλλων. εἰ δὲ οὕτως ἔχει τοῦτ’ ἄν εἴη τὸ ἀνθρώπινον ἀγαθὸν καὶ τέλος.

Ἐπεὶ δὲ πολιτικῆς τέλος εἶπε τὴν εὐδαιμονίαν, δοκεῖ δὲ τέλος τῆς πολιτικῆς εὐδαιμονία πόλεως εἶναι, ἡ δὲ ἠθικὴ πραγματεύεται περὶ τὸ ἴδιον ἑκάστου τέλος καὶ ἑκάστου εὐδαιμονίαν, πρὸς τοῦτο ἐπιφέρει, ὅτι ἓν καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει εὐδαιμονία· τῷ γὰρ εἴδει ἡ αὐτή ἐστιν· ἐνεργεῖ γὰρ κατ’ ἀρετὴν τελείαν καὶ πόλεως εὐδαιμονία καὶ ἑνὸς ἑκάστου, ἀλλὰ μείζων γε καὶ τελειοτέρα ἡ τῆς πόλεως διὰ τὸ περὶ μείζω εἶναι τὴν ἐνέργειαν. οὕτω γὰρ λέγεται μείζων, ἐπεὶ τῷ γε εἴδει οὐδὲν διαφέρει· ἀπὸ τοῦ μείζονος οὖν κλητέον αὐτὴν καὶ θετέον τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς. ἡ μὲν οὖν μέθοδος, ἣν νῦν παραδίδωσιν, ἐφίεται ἐρεῖν καὶ τὸ τέλος εἰπεῖν τί ἐστι τὸ ἀγαθὸν τὸ ἀνθρώπινον καὶ ἡ εὐδαιμονία, ἐπειδὴ ἡ μέθοδος πολιτική τις. εἰδῶν γὰρ τῆς πολιτικῆς τὸ μὲν τῷ κοινῷ ὀνόματι καλεῖται πολιτική, ὅ ἐστι πόλεως ἐπιμέλεια, τὸ δὲ οἰκονομικὴ περὶ οἴκου ἐπιμέλειαν οὖσα ὥσπερ δὲ οἶκος μόριον πόλεως, οὕτως καὶ ἡ οἰκονομικὴ μόριον τῆς πολιτικῆς. τρίτον δέ ἐστιν εἶδος καὶ μόριον πολιτικῆς ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική. μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς.

Μετὰ ταῦτα λέγει, πῶς ἱκανῶς ἂν λέγοιτο ἠθικὰ κατὰ τὴν ἠθικὴν μέθοδον. εἰ γάρ, φησί, κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, λέγοιτ’ ἂν ἱκανῶς. τῶν γὰρ ὑποκειμένων ὑλῶν ταῖς μεθόδοις καὶ ταῖς ἐπιστήμαις αἱ μὲν δέχονται τὸ ἀκριβές, λέγει δὲ τὸ ἐξ ἀναγκαίων ἀναγκαῖον [*](1 κυριοτάπις Z2 in marg.: κυριότητος NZ 4 ἀρχιτεκτονεῖ scripsi: ἀρχιτεκτονεῖν ZN 5 ἅπασαι Z: ἄπια N 6 αἱ ἐνιιμόταται Z: ἀτιμόταται N 7 αὐτὰς Z: καὶ αὐτὰς N 9 οἰκονομικῆς Z: εἰκονομιτικῆς N στρατιγικὴ N 10. 11 fort. πολεμίων 12 ἢ add. Diels προστάττειν N: προστάττῃ Z 16 πολιτικὴ N 17 πολιτικῆς πολιτικὴ N 19 ἑνὶ Z: ἓν N εὐδαιμονία· N: ἡ εὐδαιμονία Z 20 τελεία Z μείζων Z: μείζω N 21 τελειοτέρα N: τελειωτέρα Z 22 μείζω Z: μείζων N 24 ἢν Z: ἣν Ν ἐρεῖν] an εὑρεῖν? 25 ἐπειδὴ ex ἐπεὶ δὲ corr. Z: ἐπεὶ δὲ N 26 εἰδῶν scripsi: εἶδεων N: εἶδος Z 27 ἐπιμέλιαν N 35 λέγει—ἀκριβὲς (p. 7,2) om. N)

7
συμπεραίνεσθαι, οἷον γεωμετρία καὶ ἀριθμητικὴ καὶ γυμναστική. διόπερ καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀναγκαῖον οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον. οὐ γὰρ ἐν τοῖς δηuιουρ·ίουμένοις πᾶσιν ἡ αὐτὴ ἀκρίβεια γενέσθαι δύναται. ἐν γοῦν τῇ μολίβδῳ οὐχ οὕτω δημιουργήσει ὁ ἀκριβέστατος τεχνίτης ὡς ἢ χαλκῷ μὲν ἢ ἐλέφαντι διὰ τὸ μὴ δέχεσθαι τὴν μόλιβδον τὴν τῆς τέχνης ἀκρίβειαν. ταῦτα δὲ λέγει, ἐπεὶ ἡ πολιτικὴ καὶ ὅλως ἡ φρόνησις περὶ ὕλην ἐστὶ τὴν ἀνθρωπίνην καὶ πράξεις τὰς ἀνθρωπίνας καὶ αἷς τὸ μὲν ὡς ἐπὶ πολὺ πάσαις συνῳκείωται, τὸ δ’ ἀναγκαῖον ἢ οὐκ ἔστιν ἢ μικρότατον· ἔτι δὲ αἱ αὐταὶ πράξεις παρὰ τοὺς καιροὺς καὶ τὰ πρόσωπα τά τε δρῶντα καὶ τὰ πάσχοντα καὶ παρὰ ἄλλας τοιαύτας αἰτίας ὁτὲ μὲν καλαὶ ὁτὲ δὲ αἰσχραὶ γίνονται, οἷον παρακαταθήκης ἀπόδοσις οὐκ ἀεὶ καλή. καὶ μὴν ὃ λέγει ἀληθές, ὅτι τὰ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει πλάνην διὰ τὸ ἄλλως ἄλλοις περὶ τοῦ δικαίου φέρεσθαι, ὅθεν καὶ δοκεῖ νόμῳ μόνον, φύσει δὲ μή. ἔστι δὲ καὶ περὶ τὰ ἄλλα ἀγαθὰ ἃ καλὰ μὲν οὔ, καλεῖται ἀγαθὰ δὲ μόνον, οἷον πλοῦτον ὑγίειαν· προστίθησι δὲ καὶ ἀνδρείαν, ἥτις ἤδη καλόν. ἡ δὲ πλάνη γίνεται, διότι πολλαὶ συμβαίνουσιν ἀπ’ αὐτῶν βλάβαι. χρὴ δὲ οὐχ οὕτω κρίνειν αὐτά, ἀλλὰ τὰ μὲν ὄργανα καλούμενα τῆς ἀρετῆς ἀγαθὰ δεῖ νομίζειν, διότι ὑπουργεῖ τῶν ἀγαθῶν πρὸς τὰς ἐνεργείας, τὴν δὲ ἀνδρείαν διότι καλόν. ἀγαπητὸν οὖν περὶ τούτων κἀν τύπῳ εἰπεῖν καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολύ τὸ ὡς ἐπὶ τὸ πολὺ συμπεράνασθαι. εἴρηται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς, ὅτι ἐκ μὲν ἀναγκαίων ἀναγκαῖον συμπεραίνεται, ἐκ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ τὸ ὡς ἐπὶ τὸ πολύ. λέγει δὲ ὅτι οὐ μόνον χρὴ τὸν λέγοντα κτὰ τὴν ὑποκειμένην ὕλην λέγειν ἀλλὰ καὶ τὸν ἀκούοντα οὕτως ἀποδέχεσθαι. πεπαιδευμένου γάρ ἐστιν κατὰ τὸ ὑποκείμενον πρᾶγμα ἀπαιτεῖν τοὺς λόγους.

Μνημονεύσας δὲ περὶ ἀκροατοῦ, οἷον δεῖ αὐτὸν εἶναι, μικρὰ περὶ αὐτοῦ παρεκβὰς λέγει, ὅτι καθ’ ἓν ἕκαστόν ἐστι πρᾶγμα κριτὴς ἀγαθὸς ὁ περὶ ἐκεῖνο πεπαιδευμένος ὤν. λέγει δὲ τοὺς πεπαιδευμένους περὶ ἕκαστον μὲν τοὺς μετρίως ἐκείνου μετεσχηκότας, οἷον περὶ γεωμετρίας τοὺς μετρίως καὶ μέχρι τινὸς γεμωμετρήσαντας. περὶ πᾶν δὲ ἔλεγε πεπαιδευμένον τὸν περὶ πάντα τὰ μαθήματα οὕτως ἔχοντα, ὥστε μέχρι τινὸς αὐτῶν μετεσχηκέναι. γίνεται δὲ ὁ πεπαιδευμένος καὶ τῶν αὐτοῦ τελειοτέρων κριτὴς τῷ ἔχειν ἀρχάς, [*](1 post ἀριθμητικὴ defectum in marg. notat Z 2 ἅπασι Z: πᾶσι. N 3 πᾶσιν N: πᾶσα Z 4 δημιουργήσῃ Z; corr. a Z2 in δημιουργήσει 4. 5 an ἐν χαλκῷ ἡ ἐν ἐλέφαντι scribendum? 5 τὴν μόλιβδον Z: τὸν μόλιβδον N τὴν Z: τῆ N 6 τὴν om. N 7 καὶ (ante αἷς) scripsi: ἡ N: ἐν Z πάσαις Z: πάνυ N 8 αὐταὶ N: πολιτικαὶ Z 9 παρὰ N: περὶ corr. in παρὰ Z δρῶντα Diels: ὁρῶντα NZ 10 παρὰ N: περὶ corr. in παρὰ Z 12 πολλὴν] τοσαύτην Arist. vulg. 13 φέρεσθαι] an φαίνεσθαι? 14 μόνον Z: μέσον N 15 μόνον Z: μέσον N προστίθησι Z: πρὸς τίθησει N 16 διότι corr. ex διὸ Ζ2: διὸ Ν 18 ὑπουργεῖ Z: ὑπουργοῦσι N τῶν ἀγαθῶν Z: τῷ ἀγαθῷ N 20 ἐκ om. Z Ἀναλτικοῖς] Pr. Α 12 p. 32a12 28 περὶ transpositum ante πεπαιδευμένους N 29 μετρίως Z2 in rasura: μετρίους N 31 αὐτῶν Z: αὐτὸν N)

8
κριτὴς δὲ ἐπὶ τοσοῦτον, ὥστε γνωρίζειν τόν τε γεωμετρικὸν καὶ μή, καὶ τῷ μὲν προστίθεσθαι περὶ γεωμετρικῶν τῷ δὲ ἀπειθεῖν. εἰκάζειν δὲ τῷ μὲν ἀπαιδεύτῳ τὸν νέον παντάπασι. λέγει δὲ νέον τὸν παῖδα· ἡγεῖται δὲ τὸν παῖδα μὴ ἐπιτήδειον εἶναι τῶν ἠθικῶν ἀκούειν λόγων διὰ τὸ μηδέπω ἔχειν ἀρχὰς λογικάς. διό φησι μὴ εἶναι οἰκεῖον ἀκροατὴν τὸν νέον, τουτέστι τὸν παῖδα, δι’ ἓν μὲν ὅτι ἄπειρός ἐστι τῶν κατὰ τὸν βίον πράξεων, δι’ ἕτερον δὲ ὅτι κατὰ πάθος ζῇ ὥσπερ τὰ ἄλλα ζῷα καὶ λόγου ἄμοιρα. πλὴν τοσοῦτον διαφέρει τῶν ἀλόγων ζῴων, ὅσον ἀφορμὴν ἔχει τῇ ψυχῇ τοῦ λόγου. ἐθίζειν μὲν οὖν ἀξιοῖ τοὺς παῖδας, τοὺς δὲ τῆς πολιτικῆς ἢ ἠθικῆς λόγους μὴ παραδιδόναι. καὶ γὰρ καταφρονήσουσιν ὡς ἄλλου τινὸς μαθήματος μὴ ἀναγκαίου ἀκούοντες καὶ ἀνωφελῶς ἀκούσονται. λογικοῦ γὰρ ἡ προαίρεσις, μὴ κτώμενοι δὲ προαίρεσιν ἀγαθὴν οὐδὲ πράξουσι οὐδὲν τῶν κατὰ λόγον. διαφέρειν δὲ οὐδὲν ἡγεῖται νέον τὴν ἡλικίαν καὶ τὸ ἦθος νεαρόν. οὗτοι δέ εἰσιν οἱ κτὰ πάθος ζῶντες, οἷοιπερ οἱ ἀκρατεῖς· τοῖς δὲ κατὰ λόγον τὸν φύσει παραγινόμενον τοῖς ἀνθρώποις ἀπό τινος ἡλικίας δυναμένοις ποιεῖσθαι τὰς ὀρέας, πολλοῦ ἂν ἄξιον εἴη τι περὶ τούτων εἰδέναι.

Πρὶν δὲ εἰπεῖν περὶ ὧν ἑξῆς λέγει, ἄξιον ἀπορῆσαι, πῶς τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς εἴρηκεν· ἡ μὲν γὰρ πολιτικὴ πρακτικὴ τίς ἐστι· πάσης δὲ πρακτικῆς ἐπιστήμης τέλος πρᾶξις, ὥστε ἡ εὐδαιμονία ἐν πράξει· δοκεῖ δὲ αὕτη εἶναι ἐν θεωρίᾳ καὶ τό γε μέγιστον τοῦ. τέλους ἐν τούτῳ. ἆρ’ οὖν κατὰ πρᾶξιν λέγει τὴν ἐνίων τοὺς πρώτους λόγους, ὅθεν καί φησι “δόξειε δ’ ἂν τῆς κυριωτάτης” ὡς ἂν τὴν δόξαν ἐκθέμενος τὴν περὶ τῆς εὐδαιμονίας;. εἶτα οροϊὼν ἀκριβοῖ τὸν περὶ αὐτῆς λόγον καί φησιν ἱέν ἐνερ- γείᾳ εἶναι κατ’ ἀρετὴν τελείαν’, ὥστε εἶναι αὐτὴν τέλος τῆς τελείας ἀρετῆς· αὕτη δέ ἐστιν ἡ ἐκ πασῶν τῶν ἀρετῶν τῶν τε πρακτικῶν καὶ τῶν θεωρητικῶν. ἢ διττὴν τίθεται τὴν εὐδαιμονίαν τὴν μὲν πρακτικὴν ὡς ἀτελεστέραν, τὴν δ’ ἐξ ἀμφοῖν ὡς τελειοτέραν; ἢ ἔστι πὼς εἰπεῖν τὴν μὲν εὐδαιμονίαν θεωρητικὴν ἅμα καὶ πρακτικὴν οὖσαν τέλος εἶναι τῆς πολιτικῆς; διὸ προστάττει αὐτὴ τοὺς μέλλοντας ἀρίστους τῶν πολιτικῶν ἔσεσθαι μὴ μόνον πρακτικοὺς ἀλλὰ καὶ θεωρητικοὺς εἶναι δόξειε δ’ ἂν κατά γε τοῦτο ἐλάττων εἶναι ἡ σόφ’ ία καὶ ὅλως ἡ θεωρητικὴ ἐπιστήμη τῆς πολιτικῆς, εἴ γε ἡ μὲν προστάττει, ἡ δὲ προστάττεται. ἀλλὰ ταύτην γε λύει τὴν ἀπορίαν προιών· φησὶ γὰρ τὸ μηδὲν κωλύειν τὴν ἐλάττω προστάσσειν περὶ τῶν κρειττόνων, οἷον <προστάσσει> ἡ πολιτικὴ καὶ ναοὺς θεῶν κατασκευάζεσθαι καὶ σέβειν αὐτοὺς οὐ δήπου κρείτἐπιτήδιον 4 N 6 τὸν βίον corr. ex τῶν βίων N 7 ἄλλα Z: ἄλογα N ἄμοιρα corr. ex εὔμοιρα Z 8 διαφέρει corr. ex διαφέρῃ Z 10 μὴ ἀναγκαίου μαθήματος Ν 12 διαφέρειν—ἐν τοῖς Φυσικοῖς (p. 9,28) Classical Journal XXVIII ;31(). 311 22 φησι] p. 1094a26 κυριότητος N: κυριωτιτος Z corr. a Z2 in κυριωτάτης 23 φησιν] Α 6 p. 1098a 16 24 τελείαν scripsi: τέλος NZ 27 τελειοτέραν Z: τελειότητα N 29 αὐτὴ M: αὕτη Z 30 καὶ om. N 31 ὅλως corr. ex ὅμως Z2: ὅμως N 32 προστάσσεται Z γε om. N 33 μηδὲν scripsi: μηδὲ NZ προστάσσει addidi 34 ναοὺς] νέους N: α νέους Z de sententia cf. Z 13 p. 1145a10

9
τῶν οὖσα τῶν θεῶν· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς σοφίας ἔπι ἤγουν πολὺ θειοτέρας καὶ τιμιωτέρας αὐτῆς ἐπιδείκνυσιν.

Ἐπεὶ δὲ περὶ τούτων ἠπόρηται, πάλιν ἐπὶ τὸν συνεχῆ τοῖς εἰρημένοις λόγον ἐπανέλθωμεν. ἀναλαβὼν δὲ λέγει τὸν ἐξ ἀρχῆς λόγον, πᾶσαν γνῶσιν καὶ προαίρεσιν ἀγαθοῦ ὀρέγεσθαι, ἐν μὲν τῇ γνώσει τὴν ἐπιστήμην καὶ τὴν μέθοδον περιλαβών, ἐν δὲ τῇ προαιρέσει τὴν πρᾶξιν, ἐπεὶ αἱ πράξεις ὡς ἀπὸ προαιρέσεως ἐνεργοῦνται. τί οὖν ἐστιν τὸ τέλος τῆς πολιτικῆς ἢ τὸ ἀκρότατον τῶν πρακτῶν ἀ.γαθῶν; οὐκ ἀλόγως δὲ προσέθηκε πρακτῶν, ἀλλ’ ἐπειδὴ ἁπλῶς μὲν ἀκρότατον ἀγαθὸν τὸ πρῶτον αἴτιον, τῶν δὲ πρακτῶν ἡ εὐδαιμονία, περὶ ἧς νῦν ἡ σκέψις. τὸ μὲν οὖν ὄνομα ταὐτὸν ὑπὸ πάντων ὁμολογεῖται· εὐδαιμονίαν γὰρ ὀνομάζουσι τὸ ἀκρότατον τῶν τελῶν. τὸ δὲ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. ταῦτα δὲ προσέθηκε καταβαλλόμενος ἤδη τὰς ἀρχὰς εἰς τὴν αὑτοῦ περὶ εὐδαιμονίας δόξαν. ἐν πράξει γὰρ αὐτὴν καὶ ἐνεργείᾳ τιθέμενος προσάγεται ἤδη τὴν πάντων ἀνθρώπων ὁμολογίαν, ὡς ὑπὸ τῆς ἀληθείας ἀγομένων ἐπὶ <τὸ> τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν καὶ τὸ εὐδαιμονεῖν μηδὲν ἀλλήλων διαφέρειν λέγειν. ἀλλ’ οὖν ὀνόματι μὲν τῷ αὐτῷ πάντες ὀνομάζουσιν, εὐδαιμονίαν λέγοντες, περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσιν, καὶ οὐ μόνον τοῖς σοφοῖς οἱ πολλοὶ ἀλλὰ καὶ αὐτοὶ ἀλλήλοις καὶ αὐτοὶ αὑτοῖς, συμμετατιθέντες κατὰ τὴν αὑτῶν χρείαν τὴν εὐδαιμονίαν. ἔνιοι δὲ ᾤοντο τἀγαθὸν ἄλλο τι εἶναι παρὰ τὴν εὐδαιμονίαν, τὴν ἰδέαν τὴν τοῦ ἀγαθοῦ· τοῦτο γὰρ εὐδαιμονία οὐκ ἐδόκει εἶναι ἀνθρωπίνη, ἡ δὲ γνῶσις αὐτοῦ εὐδαιμονία. τὸ μὲν οὖν πάσας ἐξετάζειν τὰς δόξας ὡς μάταιον παραιτεῖται, τὰς δὲ ὡς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον ἐξετάζειν ἐπαγ- γέλλεται.

Ἀξιοῖ δὲ μὴ λανθάνειν, ὅτι διαφέρουσιν οἵ τε ἀπὸ τῶν φύσει λόγοι καὶ οἱ ἐπὶ τὰς φύσει ἀρχάς· ἔσονται γὰρ καὶ αἱ ἀρχαὶ αἱ μὲν φύσει αἱ δὲ ὡς πρὸς ἡμᾶς. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς Φυσικοῖς· ἠπόρει δὲ καὶ Πλάτων’ πόθεν ἀρκτέον ἐν τ·οῖς λόγοις καὶ ποίαις ἀρχαῖς χρηστέον· φησὶν οὖν ἐν τούτοις ἀρκτέον εἶναι ἀπὸ τῶν ἡμῖν γνωρίμων καὶ χρήσεται προϊόντος τοῦ λόγου φανεροῖς τισι καὶ γνωρίμοις ἡμῖν. διό, φησί, δεῖ τοῖς ἤθεἤγουν [*](2 scripsi: ἡγουμένη NZ θειοτέρας καὶ τιμιωτέρας scripsi: θειοτέραν καὶ τιμιωτέραν NZ 3 δὲ N: δὴ Z 4 ἐπανέλθωμεν N: ἐπανέλθομεν Z 5 γνῶσιν Ζ2 in marg.: πρᾶξιν ZN 6 περιλαβών scripsi: παραλαβὼν NZ ἐπεὶ δὲ Z 8 πρακτῶν (prius) scripsi: πρακτικῶν ZN 9 αἴτιον Z: ἄγριον N πρακτῶν N: πρακτικῶν Z 10 πάντων ΝΖ2: π cum lacuna Z 11 ὀνομάζουσι corr. Ζ2: ὀνομάζει ΖΝ 14 αὐτὴν Ζ: αὐτῇ N 15 τὴν scripsi: τῶν ZN ὁμολογία N τὸ addidi IG καὶ τὸ εὖ N: καὶ ἐπὶ τὸ εὖ Z 17 λέγειν post διαφέρειν Ζ2 inseruit: om. ZN ὀνόματι N: ὀνόματά Z 19 αὑτοῖς scripsi: αὐτοῖς libri 20 αὐτῶν Diels: αὐτῶν libri γρείαν Z: χρίαν N 21 παρὰ scripsi: περὶ NZ ε 22 εὐδαιμονίαν Z 23 ὡς Z: ἅς N 24. 25 ἐπαγγέλλεται N: ἀπαγγέλλεται Z 28 Φυσικοῖς] Α 1 29 Πλάτων’] Rep. VI p. 511 B 30 τούτοις marg. Ζ2: τοῖς NZ 31 δεῖ] καὶ NZ; ante καὶ in marg. addit δεῖ Z2 Arist. vulg.)

10
σιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ πολιτικῶν ἀκουσό μένον. παραγίνεται γὰρ αὐτῷ τὸ ὅτι ἐξ ἐθῶν, ὃ ἄν ἔχῃ, οὐδὲν ἔτι δεῖται τοῦ διότι πρός γε τὰς πράξεις. ὁμοίως γὰρ πράξει ὁ πεπεισμένος ὅτι τόδε ἦν τὸ καλὸν τῷ καὶ τὴν αἰτίαν εἰδότι, ἐπεὶ πρός γε τὸ βεβαιοτέραν ἔχειν τὴν κατάληψιν διαφέρει ὅ γε τοιοῦτος· καὶ νὴ Δία ὅτι καλὸν μὲν ἡ σωφροσύνη, αἰσχρὸν δὲ ἡ ἀκολασία καὶ ὅλως ἡ μὲν ἀρετὴ καλόν, ἡ δὲ κακία κακόν, λάβοι ἄν ῥᾳδίως ἀρχὴν διὰ τὸ καλῶς ἦχθαι. λέγει δὲ ἀρχὰς τὰς τοῦ ὅτι τόδε καλὸν ἢ τόδε αἰσχρὸν ἢ εἴ τινες ταύταις ὅμοιαι. ᾧ δὲ μηδέτερον ὑπάρχει, μήτε τὸ ἔχειν μήτε τὸ λαβεῖν ῥᾳδίως, ἀκουσάτω τοῦ ‘Ησιόδου. εἰκάζει δὲ τῷ μὲν δι’ αὑτοῦ πάντα νοοῦντι τὸν ἔχοντα ταύτας τὰς ἀρχάς, τὸν δὲ δυνάμενον ῥᾳδίως λαβεῖν μηδέπω δὲ ἔχοντα τῷ πειθομένῳ τοῖς εὖ λέγουσιν, ἀχρεῖον δὲ τὸν μηδετέρως διακείμενον καὶ ἐοικέναι τῷ μήτε νοοῦντι μήτε ἄλλου ἀκούοντι.

Ἡμεῖς δέ, φησί, λέγωμεν, ὅθεν παρεξέβημεν. τριῶν γὰρ ὄντων βίων βίων τοῦ τε θεωρητικοῦ καὶ τοῦ ἀπολαυστικοῦ καὶ τοῦ χρηματιστικοῦ, οὐκ ἀλόγως ἐκ τούτων τῶν βίων ὁρμώμενοι καθ’ ἕκαστον αὐτῶν ἄλλοι ἄλλην εὐδαιμονίαν τίθενται διὰ τὸ τὴν εὐδαιμονίαν μηδὲν ἄλλο εἶναι ἢ βίον τέλειον. οἱ μὲν οὖν πολλοὶ καὶ ἐπιπολαιότατοι τιμῶντες τὸν ἀπολαυστικὸν βίον τέλος τίθενται τὴν ἡδονήν· αὕτη γὰρ οὔτε τὸ ἐπ’ ἄλλοις εἶναι δοκεῖ ἔχειν οὔτε τὸ εὐαφαίρετον. ἡ δὲ τιμὴ ἐπὶ τοῖς τιμῶσίν ἐστιν, οὐκ ἐπὶ τοῖς ἔχουσι, διὸ καὶ εὐαφαίρετος· ἐπ’ ἄλλοις γὰρ ἔστι τιμᾶν καὶ ἀτιμάζειν· ἔτι δὲ καὶ ὅσοι εὖ πεφυκότες ἀσπάζονται τὴν τιμήν, διὰ τοῦτο φαίνονται διώκειν αὐτήν, ὅπως λαβόντες πολλοὺς μάρτυρας καὶ μάλιστα τοὺς ἀγαθοὺς πιστεύωσιν ἑαυτοὺς ἀγαθοὺς εἷναι. εἰ δὲ ἡ τιμὴ διὰ τὴν ἀρετήν, δῆλον ὡς τέλος ἄν εἴη μᾶλλον ἡ ἀρετή. τὸ γὰρ οὗ ἕνεκα τέλος· ἔτι δὲ αὕτη ἀτελεστέρα. τίς γὰρ ἄν εἴποι εὐδαίμονα τὸν ἔχοντα τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ καὶ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον καὶ τὸν Ἐνδυμίωνα μυθολογοῦσιν; ἢ τίς ἂν εἴποι εὐδαίμονα τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον καὶ κακοπαθοῦντα; οὐδεὶς γὰρ αὐτὸν εὐδαιμονίσειεν, εἰ καὶ ὅτι μάλιστα τὴν ἀρετὴν ἔχοι, εἰ μὴ θέσιν διαφυλάττει, τουτέστιν παράδοξον λόγον. εἰρῆσθαι δέ φησι περὶ τούτων καὶ ἐν τοῖς ἐγκυκλίοις. ἔστι δὲ αὐτοῖς προβλήματα ἐγκύκλια παντοδαπά· διὸ καὶ ἐγκύκλια ὠνομάζετο, διὰ τὸ ἐγκυκλίως αὐτοὺς καθημένους ἐπιχειρεῖν εἰς τὸ προτεθέν· ἢ διὰ τὸ ἐν κύκλῳ περιεστῶτας ἀκροᾶσθαι. περὶ [*](1 τὸν Z: τῶν N 2 παραγίνεται N: περιγίνεται Z τὸ corr. Z2: καὶ ZN δεῖται om. N 3 γὰρ NZ2: lacunam 20 fere litterarum reliquit Z 5 μὲν om. Z 6 λάβοι ἂν Z2: λαβὼν ZN 7 τοῦ om. Z 8. 9 τὸ ἔχειν μήτε add. Z2: om. ZN ἀκουσάτο N τοῦ (ut Arist. cod. Mb) libri: τῶν Arist. Ἡσιόδου 0pp. 293 τῷ om. N 12 τὸν Z2: τὸ ZN 13 λέγωμεν Z: λέγομεν N 15 ἄλλην Z: ἄλλων N 16 διὰ τὸ N: διὰ καὶ τὸ Z: διὰ τὸ καὶ Z2 τέλειον] τε Z: τέλος Z2 17 πολλοὶ om. N 18 ἡδονὴν—ἔχειν lacuna NZ, quam explevit Z2 21 ἀσπάζονται καὶ τὴν N 22 λαβῶντες N μάλλιστα N 25 εὐδαιμονίαν N 26 Ἐνδυμίωνα] cf. Κ 8 p. 1178b20 28 εὐδημονήσειεν N 29 μὴ scripsi Arist. secutus: μὲν NZ εἰ μὴ θέσιν—φησι (p. 11,1) = Class. Journal XXVIII 311. 312 διαφυλάπων Arist. 30 προβλήματα Z2: πρόβλημα ZN 31 παντοδαπὰ N 32 ἐν κὑκλιυ Z: ἐγκύκλως N)

11
δὲ τοῦ θεωρητικοῦ βίου ὕστερον ἐπισκέψεσθαί φησι. τὸν δὲ χρηματιστὴν βίαιον λέγουσι, τουτέστι μικρόν, ὡς πρὸς εὐδαιμονίαν βίαιον λέγοντες τοῦτον· ὁ γὰρ πλοῦτος οὐ τὸ ζητούμενον ἀγαθὸν ἀλλὰ χρήσιμον καὶ ἄλλου χάριν. χρήσιμα δὲ λέγουσιν ἀγαθὰ διὰ τὴν χρείαν· ἔστι δὲ τοιοῦτον ὁ πλοῦτος. πῶς δὲ ἄλλου χάριν αἱρετὸν τὸν πλοῦτον εἴρηκεν, ἐν ἄλλοις δι’ αὑτὸν ἀγαθὸν λέγων καὶ δι’ αὑτὸν αἱρετόν; ἢ ὅτι τῷ μέν, τῷ κατὰ φύσιν διακειμένῳ, ἁρμόττειν λέγεται καὶ τῷ ἀγαθῷ ἁπλῶς ἀγαθόν ἐστι καὶ δι’ αὑτὸ αἱρετόν· ἢ διότι ὄργανόν ἐστι τῷ ἀγαθῷ πᾶν γὰρ ὄργανον δι’ ἕτερον) ταύτῃ ἄλλου χάριν αἱρετόν. διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη οὐχ ὡς ἐκείνων ταὐτὸν ἡγουμένων τὸ καθόλου καὶ τὴν ἰδέαν, ἀλλ’ ἐπειδὴ αὐτὸς οὐδέν φησιν εἶναι τὴν ἰδέαν ἢ τὸ καθόλου, τοῦτο δὲ λαβόντας χωριστὸν ποιεῖσθαι τοὺς τὰς ἰδέας τιθεμένους.

[*](p. 1096a17)

Οἱ δὲ κομίζοντες τὴν δόξαν ταύτην ἕως καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.

Οἱ ἀναιρετικοὶ λόγοι δόγματος οἱ μὲν ἀπλῶς ἀναιροῦσιν, οἱ δὲ ἐκ τῶν δοκούντων τοῖς τιθεμένοις τὸ δόγμα, οἷον οὐ μόνον ἀναιροῦσιν ἀλλὰ καὶ τοὺς εἰρηκότας ἐλέγχουσιν οὐχ ὁμολογοῦντας αὑτοῖς. τοιοῦτος δέ ἐστι καὶ ὁ πρῶτος λόγος πρὸς τοὺς τὴν τοῦ ἀγαθοῦ ἰδέαν εἶναι λέγοντας. φησὶ γὰρ ὅτι οἱ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας τούτων ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἔστω γάρ, φησί, πρότερον οὗ μὴ ὄντος οὐκ ἂν εἴη τὸ ὕστερον, ὄντος δὲ οὐκ ἀνάγκη τὸ ὕστερον εἶναι. διόπερ, φησίν, οὐδὲ τῶν ἀριθμῶν ἐποίουν ἰδέας, οἷον αὐτοαριθμὸν διὰ τὸ εἶναι προτέραν τὴν δυάδα τῶν ἄλλων· ἀναιρουμένης γὰρ αὐτῆς ἀναιροῦνται καὶ οἱ λοιποί. τὸ δὲ ἀγαθὸν λέγουσι καὶ ἐν τῷ τί ἐστιν, τουτέστιν οὐσίᾳ, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ ἔστι τὸ καθ’ αὑτό, ὅπερ ἐστὶν ἡ οὐσία, πρότερον τῇ φύσει τῶν ἄλλων κατηγοριῶν. ὁ δὲ τοῦ πρός τι μόνον ἐμνημόνευσεν, ἐπειδὴ γνωριμωτέρως τούτου προτέρα ἡ οὐσία. σχέσις γάρ ἐστι τῆς οὐσίας πρὸς ἄλλο τι, διὸ παραφυάδι εἰκάζει τὸ πρός τι. πᾶσα γὰρ παραφυὰς ὑστέρα ἐκείνου ᾧ παραπέφυκεν• ὥστε οὐκ ἄν εἴη κοινή τις τούτων ἰδέα. ὁ δὲ λόγος ὡς περιλαβόντι εἰπεῖν ἔχει οὕτως· ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ ἔστιν, [*](1 ἐπισκέψασθαι N 2 μικρόν] explicare voluisse videtur Aspasius βαιὸν non βίαιον: add. Ζ2 ἴσως οὕτως· τουτέστι μικρὸν πρὸς εὐδαιμονίαν συμβάλλον καὶ διὰ τοῦτο βίαιοι οἱ λέγοντες τοῦτον εὐδαίμονα ὡς om. Z 5 ἐν ἄλλοις] Δ 1 p. 1120a6? 6 τῶ μὲν Z: τῶν μὲν N διακειμένων Ν 7 λέγεται scripsi: λέγω ZN ἁπλὸν Z: ἀπλοῦν N δι’ αὐτὸ scripsi: δι’ αὐτὸ τὸ Z: δῷ τοῦτο N 8 χάριν scripsi: ταύτῃ ZN 9 unius versus lacunam praebent ZN 10 διὰ] εἴδη om. ZN: add. Z2 εἴδη Arist.: ἔθη Z2 11 ἢ inseruit Z2: om. ZN 12 λαβόντας Ζ: λαβόντως N 13 κομίσαντες Arist. τὴν om. NZ: add. Ζ2 15 post δόγματος ΝΖ πῶς quod expunxit Ζ2 17 οὐχ ὡς ὁμολογοῦντας Z αὐτοῖς libri 18 πρὸς τοὺς τὴν Ζ2: πρὸς τὴν ZN 19 ἐν Ζ2: ἢ ZN 20 φησι Z: φύσει N. cf. Phys. Θ 7 p. 260b18 21 τὸ ὕστερον (post ἀνάγκη) Z2: τοῦ ὕστερον Z: τοῦ ὑστέρου N 23 ἀναιρουμένης γὰρ αὐτῆς Z: ἀναιρουμένοις γὰρ αὐτοῖς N 24 ἐν Z: ἡ N τουτέστιν om. N 25 καθ’ αὐτὸ N: καθ’ αὑτὸν Z, expuncta ν littera a Z2 26 μόνον Z: μέσον X 29 ἐπὶ τούτων Arist. vulg.: ἐπὶ τούτοις K b M b 30 περιλαβόντι Diels: περιλαβόντα libri πρότερον Z: πρῶτον N)

12
οὐδεμία ἰδέα τούτων. εἰς παραμυθίαν δὲ τοῦ τὸ πρότερον καὶ τὸ ὕστερον εἷναι ἐν τἀγαθῷ, διείλετο ποσαχῶς λέγεται τὸ ἀγαθόν· ὅτι καὶ ἐν ταῖς δέκα κατηγορίαις ἡ μὲν οὐσία καθ’ αὑτήν ἐστι καὶ ὄν, τὰ δὲ ἄλλα συμβεβηκότα, πρότερον δὲ τὸ καθ’ αὑτὸ τῶν συμβεβηκότων. τὴν μὲν οὖν πρώτην πρότασιν ἐκ τῆς δόξης ἔλαβε τῶν τὰς ἰδέας εἰσηγουμένων, τὴν δὲ ἑξῆς αὐτὸς τίθησιν. οὐ γ ἂρ ἂν συγχωροῖεν τὸ πρότερον καὶ τὸ ὕστερον εἶναι ἐν τοῖς ἀιδίοις, ἀλλ’ ἅμα τῇ φύσει ταῦτα. † τοὐ ἀγαθοῦ δὲ ποσαχῶς ἔχουσα τὸ ἀγαθόν. ὁ δὲ ἑξῆς λόγος ἔγκειται ὑποθετικῶς οὕτως· εἰ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, δῆλον ὅτι οὐκ ἂν εἴη καθόλου καὶ ἓν τὸ ἀγαθόν. τούτῳ δὲ ἕπεται τὸ μηδεμίαν ἰδέαν εἷναι ἀγαθοῦ. κατηγορικῶς δὲ οὕτως ἂν λεχθείη· τῶν πολλαχῶς λεγομένων οὐκ ἔστι μία ἰδέα· τὰ ἀγαθὰ λέγεται πολλαχῶς· οὐκ ἄρα οἷόν τε μίαν αὐτῶν ἰδέαν εἶναι. δοκεῖ δὲ καὶ οὗτος ὁ λόγος καὶ ὁ πρότερος οἱ αὐτοὶ εἶναι· ἐκ γὰρ τῆς διαιρ·έσεως τῆς τῶν ἀγαθῶν καὶ τοῦ πολλαχῶς ταῦτα λέγεσθαι τὴν ἀπόδειξιν ποιεῖσθαι δοκοῦσιν. οὐ μήν εἰσιν οἱ αὐτοί, ἀλλ’ ὁ μὲν πρότερος ἐκ τοῦ μὴ εἶναι κοινὴν ἰδέα τούτων, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, εἶναι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν τοῖς ἀγα- θοῖς, ὁ δὲ ὕστερος παντελῶς ἄλλας ἔχει τὰς προτάσεις· ἐκ γὰρ τούτων πολλαχῶς λεγομένων μὴ εἶναι ἰδέαν, τὸ δ’ ἀγαθὸν πολλαχῶς λέγεσθαι ἐπιφέρει τὸ συμπέρασμα. ἑκατέρᾳ δ’ αὐτῶν ἡ δευτέρα πρότασις τὴν παραμυθίαν ἔχει· ἐκ τῆς διαιρέσεως τῶν ἀγαθῶν· ὁ δὲ τρίτος λόγος κεῖται μὲν καὶ αὐτὸς ὑποθετικῶς. ἰσοδυναμεῖ δὲ τούτῳ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη· τῶν δ’ ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη. τοῦτο δ’ ὑπομιμνήσκει· πολλαὶ ἐπιστῆμαι καὶ τῶν ὑπὸ μίαν τῶν κατηγοριῶν, οἷον καιρός ἐστι τῆς τοῦ ποτὲ κατηγορίας· ἐν πολέμῳ γὰρ στρατηγικὴ ἐπιστήμη τοῦ καιροῦ, ἐν νόσῳ δὲ ἰατρικὴ καὶ τὸ μέτριον δέ ἐστι τῆς τοῦ ποσοῦ ἢ μᾶλλον τῆς τοῦ πρός τι, ἀλλ’ ἐν τροφῇ μὲν ἰατρικὴ ἐπιστήμη, ἐν πόνοις δὲ γυμναστική. ὅτι δὲ τῶν ὑπὸ μίαν ἰδέαν μία καὶ ἐπιστήμη ῥᾴδιον μαθεῖν. καὶ γὰρ ἀνθρώπου μία ἐπιστήμη καὶ ἵππου μία. εἰ δέ τις λέγει ὅτι ὑγιείας οὐ μία, καίτοι κατὰ μίαν ὑγίειαν λέγεται, καὶ ἔστιν ἄλλη μὲν ἐπιστήμη ἀνθρώπων ὑγιείας, ἄλλη δὲ ἵππων, ῥητέον ὅτι μία ἐστὶν ἐπιστήμη ἰατρική, ἧς δύο μέρη· καὶ γὰρ ὑγίεια μία ἧς δύο εἴδη καὶ εἰσὶ δύο ἄρ’ ὡς ἐπ’ ἄλλων ἔχει. τὰ δὲ μετὰ ταῦτα κοινῶς ἀπορεῖ πρὸς τὸν τὰς ἰδέας λέγοντα, καὶ οἷον ὁ τοῦ αὐτοανθρώπου καὶ ἀνθρώπου λόγος, ᾗ ἄνθρωπος, οὐδὲν ταύτῃ διοίσουσιν, ὥστε οὐδὲ τὸ αὐτοδὲ [*](1 δὲ τοῦ Ζ2: δὲ om. Z: δὲ τοῦ N 2