Epistulae

Alciphron Rhet., Soph., AD 2/3

1.1-1.5

Epistulae, Alciphron, Epistulae, Schepers, Teubner, 1905

1 [I 1]. Εὔδιος Φιλοσκάφῳ.

Χρηστὴν ἡμῖν ἡ θάλαττα τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσεν. ὡς γὰρ τρίτην ταύτην εἶχεν ὁ χειμὼν ἡμέραν, καὶ λάβρως κατὰ τοῦ πελάγους ἐπέπνεον ἐκ τῶν ἀκρωτηρίων οἱ βορεῖς, καὶ ἐπεφρίκει μὲν ὁ πόντος μελαινόμενος, τοῦ ὕδατος δὲ ἀφρὸς εξηνθήκει, πανταχοῦ τῆς θαλάσσης ἐπʼ ἀλλήλων ἐπικλωμένων τῶν κυμάτων — τὰ μὲν γὰρ ταῖς πέτρταις προσηράσσετο, τὰ δὲ εἴσω ἀνοιδοῦντα ἐρρήγνυτο —, ἀεργία παντελὴς ἦν· καὶ τὰ ἐπὶ ταῖς ᾐόσι καταλαβόντες καλύβια, ὀλίγα ξυλισάμενοι κομμάτια ὅσα οἱ ναυπηγοὶ πρῴην ἐκ τῶν δρυῶν ἃς ἐξέτεμον ἀπέλιπον, ἐκ τούτων πῦρ ἀνάψαν- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](2 χρηστὴν] χρηστή γε Reisk., at Eunt. ad II. XI p. 828,1 cfrt Bergl. | εἶναι] om. Neap.b | 3—4 ὡς γὰρ — ἡμέραν] om. Neap.b, del. εἶχεν ὁ χειμὼν et καὶ Nauck, del. ταύτην Meis. | 5 βορεῖς] βορέαι Valck., βορραῖ Mein. | 7 ἐπʼ ἀλλήλων] ἐπαλ- λήλων x | 9 εἴσω] εἰς οὐρανὸν Reisk., ἔξω Mein. | ἐρρήγνυτο Neap.b, ἐρρήγνυντο cet. | ἀεργία] ἀργία Herch. (ed.). | 12 ἃς ἐξέτεμον] del. Herch. (ed.) | ἀπέλιπον] κατέλιπον Herch. | τούτων] τούτου Δ)

2
τες τὸ πικρὸν τοῦ κρυμοῦ παρεμυθούμεθα. τετάρτη δὲ αὕτη ἐπιλαβοῦσα ἡμᾶς ἀλκυονὶς ὡς οἶμαι ἡμέρα — ἔστι γὰρ τοῦτο τῷ καθαρῷ τῆς αἰθρίας τεκμήρασθαι — πλοῦτον ἀθρόον ἀγαθῶν ἔδειξεν. ὡς γὰρ ὤφθη μὲν ὁ ἥλιος, πρώτη δὲ ἀκτὶς εἰς τὸ πέλαγος ἀπέστιλβε, τὸ πρῴην νεωλκηθὲν σκαφίδιον σπουδῇ κατεσύραμεν, εἶτʼ ἐνθέμενοι τὰ δίκτυα ἔργου εἰχόμεθα. μικρὸν δὲ ἄπωθεν τῆς ἀκτῆς χαλάσαντες, φεῦ τῆς εὐοψίας, ὅσον ἰχθύων ἐξειλκύσαμεν· μικροῦ καὶ τοὺς φελλοὺς ἐδέησε κατασῦραι ὑφάλους τὸ δίκτυον ἐξωγκωμένον. εὐθὺς οὖν ὀψῶναι πλησίον, καὶ τὰς ἀσίλλας ἐπωμίους ἀνελό- μενοι καὶ τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες καὶ ὑπὲρ αὐτῶν καταβαλόντες 〈τ〉ἀργύριον, ἄστυδʼ ἐκ Φα- λήρων ἠπείγοντο. πᾶσι δὲ τούτοις ἠρκέσαμεν ἡμεῖς καὶ πρὸς τούτοις ἀπηνεγκάμεθα γαμεταῖς καὶ παιδίοις ὄγκον οὐκ ὀλίγον ἔχειν τῶν λεπτοτέρων ἰχθύων, οὐκ εἰς μίαν, ἀλλʼ εἰ χειμὼν ἐπιλάβοι[το] καὶ εἰς πλείους ἡμέρας ἐμφορηθῆναι.

[*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ))[*](2 ἀλκυονὶς] ἁλκυονὶς x2 | 3 αἰθρίας] εὐδίας x. Cf. I 10,4 | τεκμήρασθαι] τεκμαίρεσθαι Harl. Δ, τεκμείρεσθαι Ven. | 5 ὁ] om. x Ν | 7 ἔργου Hirsch., ἔργων O | 8 ἄπωθεν Ald., ἄποθεν O | 9 ἰχθύων Bergl., ἰχθῦν x1, ἰχθὺν cet. | 10 ὑφάλους Neap.b, om. x1, ὑφάλου cet. (ὕφαλον mrg. Π), del. Hirsch. | 11 ἀσίλλας Hemst., ὕλας x, εἴλας Neap.b Vat. 1, εἵλας cet. | 12 ἐξαρτή- σαντες] ἐξαρτύσαντες Δ | 12—13 καὶ—ἀργύριον] inter πλησίον et καὶ colloc. Hemst., τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες ἀπʼ αὐτῶν καὶ καταβαλόντες τἀργύριον Mein., πλησίον [καὶ τὰς] ἀσίλλας—ἐξαρτήσαντες. καὶ ὑπὲρ—τἀργύριον Herm., del. καὶ—τἀργύριον Herch. | 13 καταβαλόντες] καταβάλλον- τες x Flor. | 〈τ〉add. Cob. | ἀργύριον] ἀργύρων x | ἐκ Φαλή- ρων] del. Herch. (ed) | 14 πᾶσι δὲ] πᾶσί τε Mein. | 15 τού- τοις] del. Pol. An προσέτι? | γαμεταῖς καὶ παιδίοις] γαμετὰς καὶ παιδία Γ | 16 ἔχειν] del. Herch. (ed.) | λεπτοτέρων Bergl., λεπτομερῶν O. Vid. I 21,1 | 17 [το] del. Valck. Cf. § 3 | 18 ἐμφορηθῆναι Γ, ἐμφορῆσαι cet. Fort. ἐμφορήσασθαι, cf. IV 8, 2)
3

2 [I 2]. Γαληναῖος Κύρτωνι.

Μάτην ἡμῖν τὰ πάντα πονεῖται, ὦ Κύρτων, διʼ ἡμέ- ρας μὲν ὑπὸ τῆς εἵλης φλεγομένοις νύκτωρ δὲ ὑπὸ λαμ- πάσι τὸν βυθὸν ἀποξύουσι, καὶ τὸ λεγόμενον δὴ τοῦτο εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον· οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα, ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παῤ ἡμῶν, ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς. καὶ πρῴην, ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῶ κομι- οῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον, σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια, ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 Γαληναῖος] αληνὸς x² | 2 τὰ] om. Ο praeter x1 | 3 μὶν] om. x Ν Vat. 1. | εἵλης Neap.b, ἀλεᾶς x, ἄλης x1, ἅλης Ν, ἀέλης x2 (ἄλλης Vat. 2), ἀλέας Reisk. | νύκτωρ δὲ] νυκτὸς x λαμπάσι] λαμπάδι x | 4 ἀποξύουσι] ἀποξύουσαι Ven., ὑποξύουσι Harl. x1, ὑποδύουσι Mein., sed cfrt Babr. VI 1 Pol. | 5 τὸν —πίθον Π (qui πίθους), τὸν—πίθους FIor. Π Δ, τοὺς—πί θους cet. (ποίθους Ven.) | Δαναΐδων] δανειστῶν Hart. | 6 οὕ- τως] οὔτε Vat. 1, ὥστε Vind. | 8 ἰχθύας] ἰχθῦς Herch. (ed.) | 9 ἀπόχρη] ἀποχρῶν Herch. (ed.) | 11 κομιοῦντα] πονοῦντι x, πονοῦντα Ν Flor., ποριοῦντα Π (mrg. κομιοῦντα), πονιοῦντι Vat. 2. | 13 κομίζειν] om. Ο praeter x1 | ἁλὸς] θαλάττης x1 x², lac. sign. Ν | 14 ἐναβρυνομένης εἰς λ. Harl., ἐν ἀβαβρυνόμης εἰς λ. Ven., ἐν εὐρυνομένης εἰς λ. Γ, ἐν εὐρυνόμης εἰς λ. Ν, ἐν εὐρυνόμοις εἰς λ. Neap.b Vat. 1, ἐν εὐρυνώμης εἰς λ. x2, ἐν Εὐ- ρυνόμης λίμνη vel ἐν ᾐόσι τῆς λίμνης vel etiam ἔρια ἐφίεται ἐπιεικῶς διερευνωμένοις τὴν λίμνην βergl., ἀνευρυνομένης εἰς Λῆμνον Boissonad., ἐν Εὐρυνόμης λειμῶνι Lobeck., ἐν Ἑρ- μιόνης λιμένι Mein., ἐν τῇ ᾐόνι τῆ Σιληνιῶν Hirschälder, ἐν βάθει ἁβροσύνης εἰς λῆμμα Meis.)

4
ὥσθʼ ὁ μὲν 〈ὅσον〉 οὔπω ταῦτα προσαπῄτει, καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν, ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει, ᾤχετο ἐπὶ λέμβου κωπήρους Ῥοδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην, ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπεν- θήσαμεν.

3 [I 3]. Γλαῦκος Γαλατείᾳ.

Χρηστὸν ἡ γῆ καὶ ἡ βῶλος ἀκίνδυνον, [οὐ μάτην γοῦν ἀνησίδωραν ταύτην ὀνομάζουσιν Ἀθηναῖοι ἀνιεῖσαν δῶρα διʼ ὧν ἔστι ζῆν καὶ σώζεσθαι], χαλεπὸν ἡ θά- λαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλη διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦ- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x2 (Vat. 2 Flor. ΠΔ)) [*](1 〈ὅσον〉 add. Herm. qui [ὥσθ’] ὁ δʼ in praec, ὥσθʼ ὁ μὲν οὕτω—προσαπῃτήκει Wagn. (ed.), ὡς δʼ ὁ μὲν οὔπω— προσαπῄτει Seil. (ed.), καὶ ὁ μὲν οὔπω—προσαπῃτήκει, ὁ δ᾿ Ἕρμων Herch. | 2 φερνίον Mein. (ed.),. φορνίον Flor. Π, φορ- τίον cet. | αὐτῶ] αὐτῷ τῷ Vind. | 3 λέμβου] λέσβου x2 | κωπή- ρους Bergl., κωπήρεσι x Ν x1, κωπήροις cet., κωπήρης Vind. | 4 Ῥοδίοις τισὶ x2, τισὶ Ῥοδίοις cet. | θαλαττουργοῖς Bergl., βαλαυτουργοῖς Ven. Neap.b, βαλαυστουργοῖς Harl. ΝΔ, om. x1, βαλαντουργοῖςς cet., βαλαντιουργοῖς Reisk., βλαττουργοῖς Mein., βαναυσουργοῖς Boissevain | 5 ἐπενθήσαμεν] ἐποθήσαμεν Vind. Subaudi ‘ut mortuum’) [*](8 ἀκίνδυνον] ἀκίνδυνος x | [οὐ μάτην—σώζεσθαι⌋ del. Mein. (ed.), ταύτην—δῶρα om. Ven. | 10 χαλεπὸν ἡ] χαλεπὸν δὲ καὶ ἡ Vat. 1 dittogr. | 12 ποτὲ] πρῴην Mein. | 14 ἀνυπο- δήτων καὶ ἐνεροχρώτων Cob., ἀνυποδήτου καὶ ἐνερόχρωτος Vat. 1 Neap.b (ου in ras. Γ, ἀνυποδήτων καὶ ἐνερόχρωτος cet. | 15 ἐπιστῦφον Mein., ἐπιστύφοντος Ο, ἐπιστείβοντος Metr.)

5
φον· ἔλεγε δʼ Ἀραίου τινὸς εἶναι σοφοῦ τὰ με- τέωρα, καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον ‘ὀλίγον δὲ διὰ ξύλον ἄϊδ᾿ ἐρύκειʼ. τί οὖν, ὦ γύναι, οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν, καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες, οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν διʼ ἀχρηματίαν ἔχομεν, τάδε παρέξομεν καὶ χαριούμεθα, τὸ τὰς τρικυμίας καὶ τούς ἐκ βυθοῦ κινδύνους ἀγνοῆ- σαι, γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ βίον ἀσπάσασθαι.

4 [I 4]. Κυμόθο〈ο〉ς Τριτωνίδι.

Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει, τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰ- κούντων διαφέρομεν. οἱ μὲν γὰρ ἢ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἢ γεωμορίᾳ προσ- ανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμέ- νουσιν ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι, θάνα- [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x3 (Vat. 2 Flor. ΠΔ)) [*](2 δʼ Ἀράτου. Bergl., δὲ ἄρα τοῦτό Neap.b γὰρ ἄρα τοῦτό cet., δʼ Ἀράτου τοῦτό Gloss. Eichst. | 2 ἀπομνημονεύσαντα] ἀπομνηστεύσαντι x | [οὐχ ὅλον] delevi: adscr. quia pars tan- tum versus (Arat. 299) laudatur | 5 ante θάνατον add. τὸν x2 | γειτνίασιν] ποτνίασιν x, γειτονίασιν Mein. | 6 post μηδὲν add. ἄλλο Vind. | 7 τάδε παρέξομεν καὶ x1, τάδε ἕξομεν καὶ cet., τόδε παρέξομεν καὶ Herch. (ed.), τόδε γοῦν ἕξομεν καὶ Mein., τό γε ἐξὸν [καὶ] Kuiper | 8 τὸ] τῷ Ven. Ν) [*](11 〈ο〉 add. Seil., Κυμόθους Herch. (ed.), at cf. I 21 inscr. | Τριτωνίδι Harl. Neap.b, Τριτωνίδῃ cet. | 13 ἡμεῖς οἱ ταύτης] οἱ ταύτης ἡμεῖς Neap.b Flor. | 15 δημοτικά] δὴ μικρὰ x, νημρα- τικὰ Ν, δημιουργικὰ Mein. An λημματικὰ? | διαπράττονται] διαπράττουσιν Vind. | γεωμορίᾳ] γεωμετρίᾳ x, γεωργίᾳ Bergl. | προσανέχοντες] προσανέχουσιν (om. τὴν—ἀναμένουσιν) Ven., προσέχοντες Bergl. | 17 ante βίος add. ὁ Vind. | ὕδαφσι] ὕδασι Δ )

6
τος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθη- ναίων συνεορτάζουσα; οὐκ ἐστι τοῦτο σωφρονεῖν οὐδ᾿ ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη, μυεῖ- σθαι ὑπʼ ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ, χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῶον ἑλομένη, λήθη δέ σοι ἔστω μακρὰ τῶν κατʼ ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.

5 [I 5]. Ναυβάτης Ῥοθίῳ.

Οἴει μόνος πλουτεῖν, ὅτι τοὺς παῤ ἐμοὶ θητεύον- τας δελεάζων ἄγεις ὡς ἑαυτὸν περιουσίᾳ μισθωμάτων. καὶ εἰκότως· σοὶ μὲν γὰρ ὁ βόλος ἤνεγκε πρῴην χρυ- σοῦς κόμματος Δαρεικοῦ, τῆς ἐπὶ Σαλαμῖνι ναυμαχίας ἴσως λείψανα, καταδύσης οἶμαι νηὸς Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν, ὅτε ἐπὶ τῶν προγόνων [*](x (Harl. Ven.) Neap.b N x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. ΠΔ)) [*](3 ἀκτὴν] ἀτὴν Ven., ἀκτὶν Flor., ἄκατον Lennep., ἠλα- κάτην Dobraeus | 6 ἀγαθὰ] ἀγαθὸν Γ | οὕτω] ὅτι | δή] δέ Harl. Neap.b N | 7 Αἰγίνης] Ἀἴτνης x | 8 γάμῳ] del. Kuiper | 9 δὲ] om. Neap.b ΠΔ | ante θαλάττης add. τῆς x Δ | 10 εἰς τὸν ἄνδρα] hic collocavit Jacobs., post ἄπιθι hab. Ο (pro εἰς est εἰ in Neap.b), del. Mein., ἄπιθι, ἢ εἰς τὸν ἄνδρα, εἰ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι Valck., ἄπιθι· εἰ δὲ τὸν ἄνδρα εἶτα τὰ ἐκ θ. ἀγ. ἐπάνιθι Perizonius, idem sed καὶ pro εἶτα Hirsch. Servavi εἰς τὸν ἄνδρα cl. II 13, 3) [*](12 Ναυβάτης] Ναυάτης x | 13 θητεύοντας Herel., θηρεύ- οντας Ο | 14 ὡς ἑαυτὸν] ὡς σεαυτὸν Δ | 15 χρυσοῦς κόμματος Δαρεικοῦ Mein., χρυσοῦ κόμματα Δαρεικοῦ Ο (Δαρικοῦ Ν, δω- ρικοῦ x) | 16–17 τῆς—λείψανα] del. Kiessling. | 16 ναυμα- χίας] ναυαρχέας x et mrg. Ν)

7
τῶν ἡμετέρων ὁ Θθεμιστοκλῆς ὁ τοῦ Νεοκλέους ἤρατο τὸ μέγα κατὰ Μήδων τρόπαιον. ἐγὼ δὲ ἀγαπῶ τὴν τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθημερινῆς ἐργασίας τῶν χειρῶν ποριζόμενος. ἀλλʼ εἰ πλουτεῖς, σύν 〈τῷ〉 δικαίῳ πλούτει· γινέσθω δέ σοι ὁ πλοῦτος μὴ κακίας, ἀλλὰ καλοκαγαθίας ὑπηρέτης.