Physiognomonica (epitome Matritensis)

Adamantius Judaeus

1.1-1.5

Physiognomonica (epitome Matritensis), Adamantius, Physiognomonica (epitome Matritensis), Foerster, Teubner, 1893

τὰς κόρας, νμεγάλοι τε ὀφθαλμοὶ καὶ στίλβοντες κινούμενοι δεδορκότες θυμῷ καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὗτοι ἄχρηστοι. τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων ταῦτα τὰ εἴδη. καὶ ὑπολάμπει ἔσω ὡς πῦρ· καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσί· καὶ ἕτεραι γλαυκαί. καὶ ἀπλῶς, καθὼς ἀνωτέρω εἴρηται, οἱ λύκων καὶ συῶν ἀγρίων τὰ σημεῖα ἔχοντές εἰσιν [*](Matr. 7. τὰς κόρας Ma fol. 219 inc. 11. κέγχροι ὠχροὶ] κεγχροιόχραις m. rubr. in κεγχροιῶχραι corr. et in marg. κγχρι- ῶχραι Ma super ταῖς m. rubr. pos. τοῖς Ma 13. post εἴρηται, excidisse videtur καθάπερ )

321
Matr. ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. μείζους δὲ οὖσαι ἢ ἐλάττους ἡμερώτερα σημαίνουσιν. αἱ δε αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακώδεις ἀνθρώπους μη- νύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμακείας ἐπι- στήμονας δηλοῦσιν. οἱ ὠχροὶ δολερώτεροι, οἱ αἱματώδεις δὲ ἀβουλότεροι καὶ θερμουργοί· ὅσοι δὲ οὐ κέγχροις χαροποί, [*](Matr. 10. σημαίνουσιν] σ΄ Ma αἱ δὲ Ma, οἱ δὲ in marg. m. rubr. 11. κέγχρων] κεγχρῶν Ma 12. ὠχροὶ| ὦχραι Ma 14. κέγχροις] κέγχρεσι supra εσι m. rubr. οισ pos. Ma χαροποί ] χαροπεῖς supra εῖς m. rubr. οί pos. Ma )
322
Matr. ἀλλʼ εἰσὶ πεποεκιλμένοι, τούτων τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέπτου. εἰ μέλαινα ἢ ἑτέρα πυρρὰ ἐν ὑγροῖς ὀφθαλ- μοῖς καί γε μηδὲν ἄλλο ἄτοπον φαίνοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, παιδεραστὴν δὲ πέρα τοῦ μετρίου, εἰ δὲ χλωρὰ ἴτυς ἐπὶ μελαίναις, δολερόν, ἄδικον, [*](Matr. 9. ἐπισκέπτου] ἐπισκήπτου Ma εἰ] ἢ suprapos. m. rubr. εἰ Ma ἑτέρα] ἕτερα Ma πυρρά] πυρά Μa 10. μηδὲν| μὴ δὲ Ma 11. παιδεραστὴν| παιδεράστην Ma πέρα τοῦ μετρίου] παρὰ τὸ μέτριον Ma 12. εἰ Ma, sed ε m. rubr. antepos. ἴτυς] ᾖ τοῖς Ma )
323
Matr. κλέπτην, γυναιξὶν ὁμιλοῦντα αἰσχρῶς καὶ ἀτόπως. ἴτυες αἰόλοι χρόαν ταῖς ἴρισιν ὅμοιοι ξηρότεροι τοῖς ὀφθαλμοῖς ματαιότητα σημαίνουσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀν- δρείαν καὶ εὐθυλογίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ ἐν ἀφροδισίοις ἔργοις ἐπτοημένοι.

[*](Matr. 7. ἴτυες] Οἱ τινες Μa, sed O m. rubr. antepos. 8. αἰόλοι ἕωλοι Μa ἴρισιν] ῥισίν Μa )
324

Κοῖλοι πάνυ ὀφθαλμοὶ οὐκ ἐπαινετοί· ὅσοι δὲ κοῖλοι ὄντες ὥσπερ ἐν ἀγγείῳ ὕδωρ καὶ μὴ ὑποκινοῦνται μεγάλοι ὄντες οὐ πονηροί, εἰ μή τι ἄλλο σημεῖον ποιεῖ· τὴν 〈γὰρ〉 κοιλότητα ἥ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθοῦνται· κοίλων καὶ μικρῶν ἤθη δόλια, ἐπίβουλα ἐν ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα, ξηροτέρων δὲ πρὸς τοῖς εἰρημένοις κακοῖς [*](Matr. 7. ante Κοῖλοι titulus περὶ ὀφθαλμῶν κοίλων m. rubr. Ma 8. κοῖλοι] κύκλοι Ma καὶ μὴ] ἡμιδεεῖ? 9. ποιεῖ· τὴν 〈γὰρ〉] ποιεῖ τὴν Ma 10. κοιλότητα| κυκλότητα Ma ἥ] εἴ Ma 11. κοίλων] κύκλων Ma δόλια] δειλία Ma )

325
Matr. ἀπιστίαν, προδοσίαν, ἱεροσυλίαν σημαίνουσι καὶ τὰ ὅμοια τούτων. οἱ μὲν οὖν ἀτενεῖς περιττότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ὑπορρέοιεν ἀμαυρότητι, μωρότερα σημαίνουσι.

Τῶν ἐξεχόντων ὀφθαλμῶν, 〈οἳ〉 οὔκ εἰσιν ἐπαινετοί, τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς τάφρος βαθεῖα [*](Matr. 8. περιττότερα] phys.lat.§ 31 insaniae arguunt 9. ὑπορρέοιεν] ἀπορρέοι Ma 10. μωρότερα] ἐμμορώτερα Ma ση- μαίνουσι] σημαίνει Ma 11. ante Τῶν titulus περὶ ἐξεχόντων ὀφθαλμῶν m. rubr. Ma οἳ inserui εἰσιν] ἐῶσιν Ma 12. οἴδημα] ὑπόδυμα Ma περίκειται] παράκειται Ma )

326
Matr. καὶ στενὴ περιακολουθεῖ, δολερὸν ἦθος· οἱ δὲ πάντη ἀνεστηκότες ἀσωτείαν κατηγοροῦσι καὶ ματαιότητα καὶ μανίαν. προπήδησις ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστριμάρ- γων σημεῖον. εἰ δὲ γλαυκοὶ οἱ αὐτοί εἰσιν, ἀδίκους μέν, ἀσυν- έτους δὲ εἶναι νόει· καὶ τὰ βλέφαρα αὐτῶν ἐὰν καρηβαρῶνται, πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντές εἰσιν ξηροί, πατροφόνοι [*](Matr. 7. περιακολουθεῖ ] περὶ ἀκολούθου Ma 8. ἀσω- τείαν] ἀσωτείᾳ Ma καὶ (pr.)] τὴν Ma 9. προπήδησις] προ- πηδήσεις Ma 10. σημεῖον] ὁμοίωσιν Ma 12. ξηροί | ἔγξηροι Ma πατροφόνοι τε καὶ μητροφόνοι] πατρόφονοί τε καὶ μητρό- φονοι· Ma )
327
Matr. τε καὶ μητροφόνοι παιδοφόνοι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια. εἰ δὲ ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σωκράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροί τε πάνυ καὶ πυρροὶ οὐ φρενήρη μόνον, ἀλλὰ παρειμένον καὶ τὴν γλῶτταν καὶ τὸ σῶμα εἶναι τὸν ἄνδρα λέγουσι.

[*](Matr. 8. παιδοφόνοι] παιδοφόνοι Ma 10. εὐαγεῖς| εὐλι- γεῖς Ma 11. οἷος] οἷον Ma 12. τοῦ προσώπου] τὸ πρόσ- ωπον Ma 13. μόνον delendum videtur )
328

Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ ματαίους ἐλέγχουσιν ἄνδρας. ὅσοι δὲ ὥσπερ ἐκπηδῶντες πάλλονται, κακοὺς ἄνδρας καὶ τούτους σημαίνουσιν, εἰ μέντοι μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέπωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοητὸν ἄνδρα, δραστήρια καὶ ὑψηλὰ ἔργα μεγάλα παρέχοντα, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντα δηλοῦσιν, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγαλαύχους, κουφονόους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν οἴονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες ὀφθαλμοὶ ἀστάτους, ὠμοὺς τῷ φρονήματι, γαστριμάργους, λάγνους, κιθα- [*](Matr. 12. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν παλλο- μένων m. rubr. Ma 14. ὅσοι] ὁρῶντες Ma ἐκπηδῶντες] ἐκπηδῆσαι Ma πάλλονται] πάλλοντες Ma 17. δραστήριον? 18. ἄκρον] ἄκραιον Ma 19. μέθης] μεγάλους Ma 20. μεῖζον ἡ] μεῖζόν τι Ma 21. ὁ Μακεδὼν] Μακεδὼν ὁ Ma 22. λάγνους| λαγωούς Ma )

329
Matr. ριστάς, αὐλητάς, μουσικούς· καὶ τὰ ἐκ τῶν ἐντὸς ση- μείων ἔχοντα τοιούτους εἶναί φασι τοὺς ἄνδρας. ὀφθαλμοὶ περιπελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ἔχουσιν, ἀπίστους καὶ ἀδίκους καὶ παντόλμους τοὺς τοιούτους λέγουσιν ἄνδρας.

Σκοτεινοὶ ὀφθαλμοὶ οὐ πολύφρονας σημαίνουσιν ἄν- δρας· ξηροὶ δὲ ὄντες ἀνομωτέρους δηλοῦσιν, εἰ δὲ καὶ μικροί εἰσι θολεροί, ἐπιβούλους, κακοτέχνους, προβούλους. ὀφθαλμοὶ [*](Matr. 8. αὐλητάς] αὐλιστάς Ma 10. ἔχουσιν] ε Ma 12. ante Σκοτεινοὶ titulus περὶ ὀφθαλμῶν σκοτεινῶν m. rubr. Μa οὐ πολύφρονας | φιλόφρονας οὐ πολύ Ma )

330
Matr. σκότιοι ὑγροὶ κοῖλοι αὐταρκως μεγέθους ἔχοντες εὐσταθῆ φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ καὶ δειλὸν καὶ φειδόμενον δηλοῦσιν , οἱ δὲ ἀγλυώδεις δολερούς, ἀπίστους, ἀκολάστους.

Οἱ εὐφεγγεῖς ὀφθαλμοὶ ἄριστοί εἰσιν, εἰ μή τι ἄλλο ἀντι- λέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ τὰ σημεῖα.

[*](Matr. 8. σκότιοι] σκολιοί Ma, etiam in marg. m. rubr. περὶ σκολιῶν κοῖλοι αὐτάρκως] κοιλιαυτάρκεις Ma 12. ante Οἱ titulus περὶ ὀφθαλμῶν εὐφεγγῶν m. rubr. Ma ἀντι- λέγει] ἀντλέ Ma )
331