De mixtione

Alexander of Aphrodisias

1-5

De mixtione, De mixtione, Alexander of Aphrodisias, Bruns, Reimer, 1887

[*](Ι)

--- πῶς δ’ ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναί τε καθ’ αὐτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος ὅσον ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. τοῦ τε γὰρ λέγειν δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα, ἀλλὰ καὶ τοῦ μηδ’ ὅλως κιρνᾶσθαί τινα δύνασθαι λέγειν μακρῷ παραδοξότερον καὶ παρὰ τὰς ἀπάντων ἐννοίας τὸ λέγειν ὁμοῦ μὲν δι’ ὅλων ἀλλήλων χωρεῖν τινα σώματα, ὡς μηδὲν αὐτῶν μόριον εἶναι καθ’ αὐτό, ὁμοῦ δ’ ἕκαστον αὐτῶν ὑπὸ τῆς οἰκείας ἐπιφανείας περιέχεσθαι, ὑφ’ ἧς περιείχετο καὶ πρὸ τῆς μίξεως. τό τε οὖν σῶμα διὰ σώματος οὐδεμιᾶς ἐλάττω διαφορὰν ἔχειν συμβέβηκε τῶν κατὰ φιλοσοφίαν δογμάτων καὶ τῶν περὶ μίξεως τε καὶ κράσεως λόγων. οὐ γὰρ μόνον διηνέχθησαν πρὸς ἀλλήλους περὶ τοῦδε τοῦ δόγματος οἱ μίαν ὕλην ὑποκεῖσθαι πᾶσι τοῖς ἐν γενέσει σώμασιν λέγοντες πρὸς τοὺς ἐκ διωρισμένων τε καὶ κεχωρισμένων σωμάτων ποιοῦντας αὐτήν (ὧν οἱ μὲν ἄτομα σώματα ἄπειρα τῷ πλήθει, κατὰ σχῆμα καὶ μέγεθος μόνον τὴν πρὸς ἄλληλα διαφορὰν ἔχοντα, τὰς ἀρχὰς καὶ τὰ στοιχεῖά φασιν εἶναι, καὶ τῇ τούτων συνθέσει τε καὶ ποιᾷ περιπλοκῇ ἔτι τε τάξει καὶ θέσει τἆλλα γίνεσθαι· ἐφ’ ἧς δόξης πρῶτοι μὲν Λεύκιππός τε καὶ Δημόκριτος γενέσθαι δοκοῦσιν, ὕστεροι δὲ Ἐπίκουρός τε καὶ οἱ τὴν αὐτὴν τούτῳ τραπέντες· οἱ δὲ αὐτῶν, [*](1 περὶ κράσεως καὶ μίξεως Β: περὶ μίξεως Ra 4 μηδὲ scripsi: μήτε libri τε circumscripsi 7 ὅσον] fortasse ὡς ὂν (ὡς ὄντος ἐν τούτῳ τοῦ Αpelt) τὸ] τῷ a 9 ἀλλὰ] ἀλλ’ ἢ Ra δύνασθαι Ra: δύναται (υνατ ex corr) rel. 10 ἐνοίας Ra ante τὸ add. ἢ man. rec. Ra 11 εἶναι] Ra 14 οὐδεμιᾶς] μηδεμιᾶς Ra 15 λόγον A1 (corr. A2) 16 οἱ] οὐ Ra 17 γενέσει a: γενέσι codd. τε om. a 18 ποιοῦντες Ra 19 post μέγεθος 2 litt. erasae A 21 ποιά a γίνεσθαι Ra: inter τἆλλα et ἐφ’ 7 8 litterae evanuerunt in A: fenestra in B: om. CPS 23 τούτῳ τραπέντες] τούτων ἐπέντες Ra: τούτων ἐπιόντες δόξαν Ideler)

214
οὐκ ἀτόμους, ὁμοιομερῆ δέ τινά φασιν ἄπειρα εἶναι σώματα, ἐξ ὧν ἡ τῶν αἰσθητῶν γένεσις σωμάτων γινομένη κατὰ σύγκρισιν καὶ σύνθεσιν, ἧς δόξης Ἀναξαγόρας τε καὶ Ἀρχέλαος δοκοῦσι γεγονέναι· ἤδη δέ τινες καὶ ἀμερῆ τινα σώματα τὰς ἀρχὰς καὶ στοιχεῖα τῶν πάντων προήχθησαν εἰπεῖν· ἔστι δέ τις δόξα καὶ ἐξ ἐπιπέδων τὴν γένεσιν ποιοῦσα τῶν σωμάτων καὶ ἐξ ἀριθμῶν τις ἄλλη), οὐ δὴ πρὸς ἀλλήλους μόνον, ὡς ἔφην, οὐτοι διη- κατὰ τὴν πρὸς τὰς ἀρχὰς διαφόρους οὔσας ἀκολουθίαν καὶ τὰς κράσεις διαφόρως γίνεσθαι λέγοντες, ἀλλὰ καὶ αὐτῶν τῶν ἡνωμένην τὴν ὕλην λεγόντων καὶ πάλιν αὖ τῶν διωρισμένην τε καὶ κεχωρισμένην ἐστί τις πρὸς ἀλλήλους διαφωνία. αἰτία δ’ αὐτοῖς τῆς διαστάσεως τῆς τοσῆσδε ἡ χαλεπότης τοῦ δόγματος. τῷ μὲν γὰρ ἐναργές εἶναι κιρνᾶσθαί τινα τῶν σωμάτων πρὸς ἄλληλα πάντες σχεδὸν οἱ περὶ φύσεως τε καὶ τῶν γινομένων φύσει φιλοσοφοῦντες ἦλθον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν αὐτοῦ, τῷ δ’ εἶναι χαλεπήν τε αὐτοῦ τὴν εὕρεσιν καὶ ἑκάστῃ τῶν ἀποδιδομένων αἰτιῶν οἰκείας τινὰς ἕπεσθαι δυσχερείας ἄλλος ἄλλῃ ἀπετράπετο.

[*](ΙΙ)

Διὸ οὐ χεῖρον καὶ ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν καὶ μηνῦσαι τὰ δοκοῦντα ἡμῖν εὐλογώτερα λέγεσθαι τῶν περὶ κράσεως εἰρημένων τοῦ δοκεῖν οὕτως ἔχειν παρεχομένους τὰς αἰτίας. Δημόκριτος μὲν οὖν ἡγούμενος τὴν λεγομένην κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν κιρναμένων εἰς μικρὰ καὶ τῇ παρ’ ἄλληλα θέσει τὴν μῖξιν ποιουμένων, οὐδὲ τὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλ’ εἶναι τὴν δοκοῦσαν κρᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωζόντων αὐτῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως· δοκεῖν δ’ αὐτὰ κεκράσθαι τῷ τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδενὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου. φιλαληθως τε καὶ φιλοσόφως οὐκ ὤκνησεν εἰπεῖν τὸ ἑπόμενον τοῖς οὕτω τὰς κράσεις λέγουσι γίνεσθαι. παραθέσει δὲ τοιαύτῃ τὰς κράσεις ἀνάπτουσι καὶ οἱ τὰς ὁμοιομερείας ὕλην εἶναι τῶν γινομένων λέγοντες. Ἐπίκουρος δὲ φεύγειν βουλόμενος τὸ ὑπὸ Δημοκρίτου ῥηθὲν ἕπεσθαι βούλεται τοῖς παραθέσει τῶν κιρναμένων τὴν κρᾶσιν γίνεσθαι λέγουσι παραθέσει μέν τινων σωμάτων καὶ αὐτὸς τὰς κράσεις γίνεσθαι λέγει, ἀλλ’ οὐκ αὐτῶν τῶν μιγνυμένων σωμάτων σωζομένων [*](1 οὐκ ἀτόμους Diels Apelt: οὐ κατ' ἄλλους libri 2 post σύνθεσιν fenestra 7 litt. in fine versus A fort. ⟨ἐφ’⟩ ἧς 9 αὖ τῶν Diels: αὐτῶν libri διωρισμένη . . κεχωρισμένη Ra 10 τοσῆςδε] τοιῆσδε Ra 11 ⟨τῷ〉 μὲν scripsi: μὲν ARa: ὅτι μὲν BPS: ἐπεὶ μὲν ldeler εἶναι] ἐστιν εἶναι A2a 1 4 χαλεπήν τε Diels: χαλεπὴν ⟨χαλεπὸν SP δὲ ABSCP: χαλεπὴν Ra ἑκάστη A 15 ante ἄλλος C del. δὲ ἄλλος ἄλλη ABCP: ἄλλος S: ἄλλη ἄλλην Ra 15. 16 ἀπετράπετο] ἐράπτετο Ra 16 διαλαβεῖν] διαλαχεῖν Ra 17 ⟨καὶ〉 τοῦ ldeler 18 παρεχομένους] παρεχόμενα ta 19. 20 κατὰ—κιρναμένων om. PS 19 τῶν διαιρουμένων Ra τῶν ABC: καὶ Ra 24 παρακειμένων] περικειμένων] Ra 25 δύνασθαι om. a 26 ὑκνησεν Scheartz: ὑκνησαν libri 27 παραθέσει δὲ τοιαύτῃ A2 Ra: παράθεσιν δὲ τοιαύτην A¹ BCPS κρίσεις A1 καὶ οἱ ACPS: καὶ ὁ B: οἱ Ra 27. 28 εἶναι ὕλην Ra 28 βουλόμενος om. BCPS 29 βούλεται om. A1: βουλῆς CP: fortasse δὲ 31 λέγει A¹;  λέγων rel.)

215
ἐν τῇ διαιρέσει, ἀλλ’ ἀναλυομένων εἰς τὰ στοιχεῖα καὶ τὰς ἀτόμους, ἐξ ὧν ἕκαστον αὐτῶν συγκείμενόν πως τὸ μὲν οἶνος ἦν, τὸ δὲ ὕδωρ, τὸ δὲ μέλι, τὸ δὲ ἄλλο τι, ἔπειτα ποιᾷ τούτων τῶν σωμάτων, ἐξ ὧν ἦν τὰ κιρνάμενα πρὸς ἄλληλα, συνθέσει γεννώντων τὸ κεκραμένον σῶμα, συμμιγνυμένων οὐχ ὕδατός τε καὶ οἴνου, ἀλλὰ τῶν ὑδοποιῶν ἀτόμων, ὡς ἂν εἴποι τις, ταῖς οἰνοποιοῖς, φθορᾷ τε καὶ γενέσει τινῶν τὴν κρᾶσιν γίνεσθαι λέγων· ἡ γὰρ εἰς τὰ στοιχεῖα ἀνάλυσις ἑκάστου καὶ ἡ ἐκ τῶν στοιχείων σύνθεσις αὐτῶν τὸ μὲν γένεσις, τὸ δὲ φθορά. τούτων μὲν οὖν οὔτε οἱ τὴν παράθεσιν αἰτιώμενοι τῆς κράσεως οὔθ’ οἱ τὴν εἰς τὰ στοιχεῖα ἀνάλυσιν τὴν περὶ τὴς κράσεως σώζουσι πρόληψιν, εἴ γε ἡ μὲν κρᾶσις εἶναι δοκεῖ ἐν ἑνώσει τῶν κεκραμένων, ὡς μηδὲν μόριον τοῦ κράματος ἄμικτον εἶναί τινος τῶν σωμάτων, ἐξ ὧν τὸ κεκραμένον, οὔτε δὲ ἡ παράθεσις ἕνωσις, οὔτε ἡ φθορά τε καὶ ἀναστοιχείωσις μῖξίς ἐστι· ἡ γὰρ μῖξις σωζομένων γενέσθαι δοκεῖ. οὐ γὰρ αὐτὰ μιγνύουσιν οἱ τοῦτον τὸν τρόπον τὴν κρᾶσιν γίνεσθαι λέγοντες, ἀλλ’ ἐξ ὧν ἐστι ταῦτα ἐκεῖνα μιγνύουσιν. εἰ δὲ ἐκ τῶν αὐτῶν στοιχείων οἶόν τε καὶ ὕδωρ καὶ οἶνον γενέσθαι τῇ ποιέ συνθέσει τε καὶ περιπλοκῇ τῆς τῶν γινομένων ἐξ αὐτῶν διαφορᾶς γεννωμένης, οὐδ’ ὅλως ἂν ἔτι κρᾶσις τούτων γίνοιτο τῷ τῇ ἀναστοιχειώσει φθείρεσθαι ταῦτα, καθ’ ἃ ἡ κρᾶσις τῶν κιρναμένων γίνεται. γίνεται μὲν γὰρ ἡ κρᾶσις δια| φερόντων τινῶν κατὰ ποιότητα, ἀναιρεῖται δὲ ἡ κατὰ τοῦτο διαφορὰ τοῖς ἔχουσιν αὐτὴν ἐν τῇ τῶν αὐτῶν ποιᾷ συνθέσει τῆς συνθέσεως αὐτῶν ἀναιρεθείσης. ὃ ἴσως δὲ καὶ τοῖς ἐξ ἐπιπέδων γεννῶσι τὰ σώματα ἡ κρᾶσις γίνεται κατὰ ἀναστοιχείωσίν τινα. εἰ μὲν οὖν ἦν ἔχουσά τι ἥδε ἡ περὶ τῶν ἀρχῶν δόξα εὔλογον, ἴσως ἑαὶ πλέον ἔδει τὴν ἐξέτασιν ποιεῖσθαι τῆς τοῦτον τὸν τρόπον γίνεσθαι λεγομένης κράσεως, ἐλεγχομένης δὲ ἐκείνης περιττὸν τὸ ζητεῖν ἔτι, εἰ κατὰ παράθεσιν μερῶν ἢ μῖξιν ἀτόμων ἢ ἐπιπέδων ἢ ἀμερῶν τινων σωμάτων ἡ κρᾶσις γίνεται. διὸ περὶ μὲν τῆς τῶν τοιαύταις ἀρχαῖς χρωμένων διαφωνίας τε πρὸς ἀλλήλους καὶ δόξης περὶ κράσεως οὐδὲν δεῖ μηκύνειν τὸν λόγον. οὐ γὰρ ἐπίδειξις ἡμῖν ἱστορίας καὶ πολλῆς γνώσεως τὸ προκείμενον, ἀλλ’ ἐξέτασίς τε καὶ ζήτησις τοῦ, πῶς ἄν τις λέγων γίνεσθαι τὰς κράσεις τῶν σωμάτων συμφώνως λέγοι ταῖς περὶ αὐτῶν αἰσθήσεσί τε καὶ κοιναῖς προσλήψεσι. [*](1 εἰς] εἰ a: ἐς R 3 ἔπειτα ποιᾷ Usener, cf. Epicurea p. 207,13: ἐπὶ τὰ ποιὰ libri 4 σῶμα ⟨οὐ⟩ Ideler 5 συμμιγνυμένων ⟨οὐχ⟩ Usener τε s. v. 6 φθόρᾷ τε Usener: φθοραῖς libri 7 ἡ add. Usener ἀνάλυσις Usener: ἀναλύσεις libri ἡ] ἐστιν Ideler 8 τὸ μὲν γένεσις add. Usener τὸ del. Ideler φθορά Usener: φθεῖρα ACRa: φθεῖραι BP: φθεῖρας S 9 οὔθ᾿ οἱ Ιdeler: οὖτοι libri 10 ἀνάλυσιν delet: ἀνά libri εἴ γε] εἴτε Ra 11 κράματος Ra 12 δὲ scripsi: δὴ libri 13 ἕνωσις a ἐστ] ἔτι ARa 15 ἐκεῖνα om. Ideler 16 pr. καὶ om. Ideler 17 ποιὰ a διαφορᾶς] διαφθορᾶς Ra 18 γεννωμένης] γενομένης Ideler 19 pr. γίνεται om. B 22 ὃ ἵσως] ὁμοίως Diels bene: ἴσως Ideler 26 ἐκείνης] ης periit in A 28 περὶ] παρὰ BCPS μὲν οὖν τῆς Ra 29 fortasse δόξης ⟨τῆς⟩ μηκύνειν] μηνύειν a τὸν] τὸ AB 30 πολλῆς SRa: πολλῶν ABCP 31 λέγων] λέγειν Ra κράσεις] σεις evanuit in A 32 κοιναῖς om. Ra)
216

[*](ΙΙΙ) Μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέντας, ὧν καὶ αὐτῶν παραιτησάμενοι τὰς ἐπιπολαιότερόν τε καὶ προχειρότερον εἰρημένας τὰς μάλιστα δοκούσας ἔχεσθαί τινος λόγου αὐτὰς ἐξετάσωμεν προχειρισάμενοι. τῶν δὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς ὅτοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν), ἡ μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεως ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐτῶν τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες πολλὰ τῶν εἰρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν· ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου. οἷς οὐ δυνάμενοι πάντῃ συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὐτοῖς λέγοντες εὑρίσκονται μαχόμενα. ἔστι δὲ ἡ Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ σύμπαθές ἐστιν αὐτῷ τὸ πᾶν, τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει, δύο τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ’ ἁρμήν, σωζού| σης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων φέρε εἰπεῖν καὶ πυρῶν ἐν τῇ παρ’ ἀλλήλους θέσει γίνεται, τὰς δέ τινας συγχύσει δι’ ὅλων τῶν τε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων κατὰ σύμφθαρσιν τῶν μιγνυμένων, ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου σώματος· τὰς δέ τινας γίνεσθαι μίξεις λέγει δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας σώζειν ἐν τῇ μίξει τῇ τοιᾷδε, ἥντινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας, λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων. εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ ἀλλήὑποθέντας [*](2 ldeler: ὑποθέτας ABRC?S? a: ὑποθέσεως P 3 ἐπὶ πολαιότερον a προκειρότερον Ra 4 αὐτὰς] δόξας Diels 5 περὶ κράσεως] fortasse πρὸ πάντων 6 περὶ κράσεως del. ldeler 9 αὐτὸν] αὐτῶν a 11 ἐκείνου] κείνου ex corr. ut videtur εἶς Α: εἰς Ρ 14 μαχόμενα] μαχόμενοι R(?)a, cf. Ind. s. v. Nentrum 16 οὖ s. v. συνέχεται] συνάγεται Ra 16. 17 τὸ πᾶν, τῶν Apelt: τὸ πάντων A ¹ Ra: τῶν πάντων A2 BCPS 17 παραθέσει μίξεις ldeler: παραθέσεις μίξει libri 18 ταὐτὸν] ταυτὸ Ra 19 ἁρμήν scripsi, cf. p. 219, ὁρμὴν ABCPS: ὁρμῆς Ra 20 περιγραφὴν Ra: περιγραμμὴν rel. 21 φέρε corr. ex φέρειν 22 γίνεται scripsi: γίνεσθαι libri (θέσει· γίνεσθαι τὰς Ἀpelt) συγχύσει Ideler: συγχύσεις ABCRSa: συγχύσεως P 23 τῶν om. Ra 26 τοιούτων A 1 28 τοιάδε a δύο] διὸ a 30 τε s. v. a 31 λέγειν A1 32 τὸ] τῷ a)

217
λων, ὃ μόνως γίνεται τῷ σώζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβόντας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’ ἁρμὴν συγκειμένων, καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων, καὶ ἄλλην τῶν κεκραμένων τε καὶ ἀλλήλοις δι’ ὅλων ἀντιπαρεκτεινομένων οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν. ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει γίνεσθαι χωρούντων δι’ ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ κεκραμένῳ μίγματι. οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν, ἀλλὰ παράθεσιν τὸ γινόμενον

[*](ΙV) εἶναι. Τοῦ δὲ τοῦτο οἴκσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προϊστάμενοι τῆσδε τῆς δόξης τό τε πολλὰ τῶν σωμάτων σώζειν τὰς ἑαυτῶν ποιότητας ἐπί τ’ ἐλαττόνων ἐναργῶν ὄγκων καὶ ἐπὶ μειζόνων ὄντα (ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὐτοῦ φυλάσσει ποιότητα), ἔτι τε τὸ πολλὰ εἶναι, ἃ καθ’ ἑαυτὰ μὴ οἶά τε ὄντα ἐπί τι ἐλθεῖν μέγεθος ὑπ’ ἄλλων βοηθούμενα ἐπ’ αὐτὸ πρόεισι. τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπὶ πλεῖστον χεῖσθαί τε καὶ λεπτύνεσθαι, ἐφ’ ὅσον καθ’ αὐτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. καὶ ἡμεῖς δέ, ἃ καθ’ αὐτοὺς ὄντες οὔκ ἐσμεν οἷοί τε ἐνεργεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούς τε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοί τέ ἐσμεν διαβαίνειν καθ’ αὐτούς. καὶ βάρη τινὰ φέρομεν μετ’ ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος μόνοι γενόμενοι φέρειν οὐ δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’ αὐτὰς ἵστασθαι μὴ δυνάμεναι ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι. ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυμαστὸν τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’ ὅλων, ὡς αὐτὰ σωζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντιπαρεκτείνεσθαι ἀλλήλοις δι’ ὅλων ὅλα, κἂν τινα ἐλάττω τὸν ὄγκον καὶ μὴ δυνάμενα καθ’ αὐτὰ ἐπὶ τοσοῦτον χεῖσθαί τε καὶ σώζειν τὰς οἰκείας ποιότητας. οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ ὕδατι τῷ πολλῷ βοηθούμενον ὑπ’ αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. τοῦ δὲ τοῦθ’ οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷ τε τὴν ψυχὴν ἰδίαν ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα, δι’ ὅλου τοῦ σώματος διήκειν ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ σώζουσαν τὴν οἰκείαν οὐσίαν (οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν ἔχοντος σώματος), ὁμοίως δὲ ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν ἕξιν ἐν τοῖς συνεχομένοις [*](1 γίνεται A2: γίνεσθαι BΑ¹ CPS: γίνεσθαι τάττεται Ra τῷ Ra: τὸ ¹BPS 2 τὰς om. Ra 4 λαβόντας] fortasse λαβεῖν ταύτ τας τῶν om. Ra 5 ἁρμὴν scripsi: ὁρμὴν libri 6 ἀλλήλοις Apelt: ἀλλήλους libi 9 ἁρμήν scripsi: ὁρμήν libri 11 τῷ] αὐτῷ Ra κεκραμένῳ om. Ra 18 τε] δὲ Ideler 19 τὸν SR Ideler: τὸ BCPa 24 γενόμενοι] γινόμενοι ldeler 25 δὲ om. Ra 26 ἀλλήλαις om. R? Ideler 33 τοῦθ’] τόσοθ Ra 35 αὐτὸ] αὐτὴν Ideler οὐσίαν] φύσιν Ideler)

218
ὑπὸ τῆς ἕξεως. ἀλλὰ καὶ τὸ πῦρ ὅλον δι’ ὅλου χωρεῖν τοῦ σιδήρου λέγουσι, σώζοντος αὐτῶν ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ δύο, τό τε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆ τε καὶ κοῦφα καὶ εὔτονα ὄντα, διὰ τῶν δύο, γῆς τε καὶ ὕδατος, παχυμερῶν καὶ βαρέων καὶ ἀτόνων ὄντων διαπεφοιτηκέναι ὅλα δι’ ὅλων, σώζοντα τὴν οἰκείαν φύσιν καὶ συνέχειαν αὐτά τε καὶ ἐκεῖνα. δηλητήριά τε τὰ φθείροντα καὶ τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ᾿  αὐτῶν πάσχουσιν, ὅλα δι’ ὅλων παρατιθέμενα. καὶ τὸ φῶς δὲ τῷ ἀέρι ὁ Χρύσιππος κιρνᾶσθαι λέγει. καὶ αὕτη μὲν ἡ περὶ κράσεως δόξα Χρυσίππου

[*](V) τε καὶ τῶν κατ’ αὐτὸν φιλοσοφούντων. θαυμάσαι δ’ ἄν τις αὐτῶν, πῶς ταῖς κοιναῖς ἐννοίαις δεῖν χρῆσθαι λέγοντες πρὸς τὰς τῶν τιθεμένων ἀπο ὡς οὔσαις φυσικοῖς τῆς ἀληθείας κριτηρίοις, οὐ πάσαις μᾶλλον ἢ ταύταις χρῶνται πρὸς τὰς θέσεις τῶν οἰκείων δογμάτων. τὰ γοῦν περὶ κράσεως ὑπ’ αὐτῶν λεγόμενα οὐ μόνον οὐ προσχρῆται ταῖς φυσικαῖς ἐννοίαις, ἀλλὰ καὶ πλεῖστον ὅσον ἀποδεῖ. τό τε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον ὅλῳ παρεκτεινόμενον οὐ μόνον 〈οὐ〉 προσπίπτει κατὰ τὰς κοινὰς ἐννοίας, ἀλλὰ καὶ ἀδύνατον εἶναι προείληπται. φυσικὴ γὰρ ἔννοια τὸ τὸ πλῆρες μηκέτ’ ἐν αὐτῷ δύνασθαι δέχεσθαί τι. μὴ γὰρ ἔτι πλῆρες εἶναι δύνασθαι τὸ χώραν ἔχον ἐν αὐτῷ δεκτικὴν ὁμοίου τινός, ὤφθησαν ἔχειν δεῖ ἣν φυσικήν τε καὶ κοινὴν πρόληψιν ἤδη δοκεῖ τισιν εὔλογον, εἶναί τι τῶν σωμάτων δεκτικόν, ὃ καλοῦμεν τόπον. πῶς γὰρ ἄν τις μὴ φωνὰς κενὰς βουλόμενος λέγειν ἐπινοήσαι σῶμά τι πλῆρες αὑτοῦ καὶ μηθὲν ἔχον ἐν αὐτῷ κενὸν διάστημα, δεχόμενον ἐν αὐτῷ ἄλλο σῶμα ὁμοίως πλῆρες αὑτοῦ; εἰ μὲν γὰρ διὰ πόρων τινῶν χωρεῖν αὐτὰ δι’ ἀλλήλων λέγει, οὐ κενοὺς ἐρεῖ τοὺς πόρους τοὺς δεχομένους τὸ σῶμα; ἀλλ’ οὕτω ἐν τῷ σώματι κενά. εἰ δὲ πλήρεις ἄλλου τινὸς σώματος, εἰ μὲν ὑπεξιόντος τούτου καὶ παραχωροῦντος τῆς χώρας τῷ ἐπεισκρινομένῳ σώματι, οὐδ’ οὕτως ἔσται τὸ σῶμα, καθὸ σῶμα, δεχόμενόν τι σῶμα ἐν αὐτῷ, εἴ γε ὑποχωρεῖ θάτερον θατέρῳ, εἰ δὲ ὑπομένοντος, πῶς οἷόν τε τοὺς πεπληρωμένους πόρους σώματος ἐν αὑτοῖς ἄλλο τι δέχεσθαι σῶμα; καὶ γὰρ διὰ τῆς αἰσθήσεως γνώριμον, ὅτι μηδὲ τὰ λεπτότατα τοῦ σώματος ἀγγεῖα πεπληρωμένα οἷά τέ ἐστι δέξασθαι σῶμα ἐν αὐτοῖς τῷ κεκωλῦσθαι καὶ ἐπιπεφράχθαι τὰς τῆς μεταστάσεως αὐτῶν ὁδούς. ἔτι δ’ εἰ διὰ πεπληρωμένων τῶν πόρων ἡ πάροδος τοῖς σώμασι, περιττόν ἐστι τὸ πόρους εἰναι [*](1 τῆς add. Ideler R? 5 ἀτόνων Ra: τόνων (α suprascr.) A:  τόνων BCPS 6. 7 φθείροντα] φάρμακα ldeler 12.13 οὐ πάσαις μᾶλλον ἢ ταύταις scripsi: οὔσαις μᾶλλον ἡ ταύταις BCPS: μᾶλλον ἢ τούταις R: μᾶλλον ἢ τούτοις a 15 ἀποδεῖ Apelt: ἅπαν δεῖ libri 16 οὐ add. Apelt 17 φυσικῆ ABPa τὸ] τῷ Ra: om. PS 19. 20 ὥφθησαν—ἣν] σαφήνειαν ἔχει, δι’ ἣν Diels: ὀφθαλμοῖς ἔστιν ἰδεῖν. ἣν Ideler: ὤφθησαν ἔχειν. δι᾿  ἣν Apelt 20 δοκεῖν BCPS 21 τι Apelt: τὸ libri δε| χόμενον ἐν αὐτῷ ἄλλο σῶμα| κτικὸν R ὃ scripsi: ὃν libri 24. 25 λέγει] ἔχει Ra: ἐρεῖ Apelt 25 οὐ scripsi: ἢ libri ἀλλ᾿  οὕτω scripsi: ἀλλὰ τὰ (τῶ S) libri: ἢ ἄλλα τινὰ Ideler 26 πλήρεις Apelt: πλῆρες libri 28. 29 εἴ γε Apelt: εἴτε libri 31 λεπτότατα τοῦ] λεπτοτάτου R2a 33 μετὰ στάσεως A ἔτι δ’ εἰ Apelt: ὅτι δεῖ libri 34 ἔτι A)

219
λέγειν. δέχοιντο γὰρ ἂν ἄλλα σώματα καὶ χωρὶς τῶν πόρων. καθόλου γὰρ ἡ διὰ τῶν πόρων πάροδος οὐ κρᾶσίς ἐστιν, οἵαν ἀξιοῦσιν, ἀλλὰ παράθεσις, ὡς αὐτοὶ λέγουσι κατὰ ἁρμήν, εἰ μή τις πᾶν τὸ σῶμα πόρους ποιοίη. οὕτως γὰρ μόνως ἔσται τὸ διὰ τῶν πόρων διερχόμενον διὰ παντὸς ἐρχόμενον τοῦ σώματος, εἰ πᾶν εἴη πόρος· ἀλλὰ μὴν ἄτοπον τοῦτο. τινὸς γὰρ ὁ πόρος (καὶ ἄλλο τὸ ἔχον καὶ τὸ ἐχόμενον), εἴ γε ὁ πόρος διάστημά τί ἐστι κενὸν τοῦ ἔχοντος τοὺς πόρους σώματος. ὥστ’ εἰ πᾶν εἴη ---, οὕτως δ’ ἂν οὐκ ἂν εἴη τι· μὴ ὂν δ’ οὔτ’ ἂν κιρνῷτο ἔτι οὔτ’ ἂν πόρους ἔχοι.