In Aristotelis Metaphysica Commentaria

Alexander of Aphrodisias

1-5

In Aristotelis Metaphysica Commentaria, Alexander of Aphrodisias, In Aristotelis Metaphysica Commentaria, Michael Hayduck, Reimer, 1891

1

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΜΕΙΖΟΝ Α [*](3) Bonitz. ΤΩΝ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.

[*](p. 980a21)

Πάντες ἄνθ.ρωποι τοῦ εἰδέναι ὀρέγοντι φύσει.

Ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστὶ τῆς ψυχῆς. καθόλου μὲν τῆς ἀπλῶς γιγνωσκούσης, μᾶλλον δὲ τῆς λογικῆς, καὶ ταύτης ἔτι μᾶλλον ἧς θεωρία τὸ τέλος, πᾶσα δὲ τελειότης ἑκάστου τὸ ἑκάστου ἀγαθόν ἐστιν, ἐν δὲ τῷ ἀγαθῷ ἕκαστον ἔχει τὸ εἶναί τε καὶ σώζεσθαι, διὰ τοῦτο καθόλου ἐπήγαγεν ὅτι πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, τουτέστιν αὐτοφυῶς ἐρῶσι τῆς γνώσεως ὡς ταύτης τελειότητος οὔσης αὐτῶν. σημεῖον δὲ τούτου παρέθετο ἐναργέστατον τὴν πρὸς τὰς αἰσθήσεις φιλίαν· χαίρομεν γὰρ ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν τὴν τῶν αἰσθητῶν πραγμάτων λαμβάνομεν γνῶσιν. ἀλλὰ καὶ χωρὶς τούτου αὐτὰς δι’ ἑαυτὰς ἀγαπῶμεν τὰς αἰσθήσεις, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὁρατικὴν αἴσθησιν· καὶ γὰρ χωρὶς τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων. αὕτη οὖν ἡ ὁρατικὴ μάλιστα τῶν ἄλλων αἰσθήσεων ποεῖ ἡμᾶς γνωρίζειν οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ τὰ θεῖα καὶ οὐράνια σώματα. καὶ γάρ, ὥς φησι Πλάτων, διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος· ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεωροῦντες τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δημιουργήσαντος. ἀλλὰ καὶ οὐδὲ δι’ ἄλλης αἰσθήσεως οὕτω συμπάσχομεν τοῖς πράγμασιν ὥσπερ διὰ ταύτης· διὸ καί φησιν ὅτι πολλὰς δηλοῖ διαφορὰς αὕτη τῶν αἰσθητῶν. πολλαὶ γὰρ αἱ τῶν χρωμάτων διαφοραὶ μεταξὺ τῶν ἄκρων λευκοῦ καὶ μέλανος τυγχάνουσιν, οἷον φαιόν, ξανθόν, πυρρόν, [*](1 Tit. ἀλεξάνδρου ἀφροδισιἐως ὑπόμνημα εἰς τὰ μετὰ τὰ φυσικὰ ἀριστοτέλους. τῶν εἰς δύο τὸ πρῶτον Α: tit. huius libri ut reliquoium omuium om. L: εἰς τὸ μεῖζον Α τῶν scripsi collatis ceterorum librorum titulis: τῶν—πρῶτον quae eadem fere initio libri Γ leguntur θτ inconcinna et cum superioribus male cohaerentia οmisi 4 initium commentarii usque ad vv. ἔτι δὲ ἐναργὲς ἐκ τοῦ (p. 2,3) deest in Α: cum Bonitzio expievi ex L 9 τελειότητος ex τελειοτάτης corr. al. m. L 17 Πλάτων] Tim. p. 47 A)

2
ἐρυθρόν, ὠχρόν· μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ ἢ ξηροῦ καὶ ὑγροῦ οὐδέν ἐστι πλῆθος τοιούτων διαφορῶν. ἐκ τούτου δείκνυται ὅτι τιμιωτέρα ἐστὶ γ.νῶσις πράξεως. ἔτι δὲ ἐναργὲς οὐ μόνον ἐκ τοῦ πᾶσαν μὲν πρᾶξιν ἐπ’ ἄλλο τι τέλος τὴν ἀναφορὰν ἔχειν· καὶ γὰρ αὐταὶ αἱ κατὰ τὰς ἀρετὰς προάξεις αἱ μάλιστα δοκοῦσαι δι’ ἑαυτὰς εἶναι αἱρεταὶ τῶν πράξεων ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσαι φαίνονται· ἐν οἷς γὰρ τῶν ζῴων οὐκ ἔστι πάθη, [*](4) ὥσπερ ἐν τοῖς θεοῖς, οὐδὲ τῶν κατὰ τὰς ἀρετάς πράξεων οὗτοι δέονται· διὰ ἰὰ πάθη οὖν καὶ διὰ τὴν ἐπὶ ταῦτα ἀναφορὰν καὶ τὴν τούτων παιδαγωγίαν τε καὶ καταστολὴν αἱρεταὶ ἡμῖν αὗταί εἰσιν, ἐπεί ἐσμεν ἐμπαθεῖς φύσει. πᾶσα δὲ θεωρία καὶ ἐπιστήμη οὐκ ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσα φαίνεται· ἡ ἰοῦν γνῶσις τῶν φύσει συνεστώτων, ὥσπερ οὖν καὶ ἄλλαι πλείους, δι’ αὑτήν ἐστιν αἱρετή. ἀλλ’ οὐ μόνον, ὡς ἔφην, ἐκ τούτου δεικνύοιτο ἂν τοῦτο ἀλλά κἀκεῖθεν. καὶ γὰρ δύο τινῶν καταγινομένων περὶ ταὐτό, τοῦ μὲν εἰδότος αὐτὸ μόνον, τοῦ δὲ ποιοῦντός τε καὶ πράττοντος, ὁ μόνον εἰδὼς ὅπως δεῖ πράσσειν τοῦ πράσσοντος αὐτὸ καὶ ποιοῦντος τιμιώτερος. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιώτερον (τιμιώτεροι γὰρ ἀρχιτέκτονες τῶν τεχνιτῶν, οἱ εἰδότες τῶν πρασσόντων ἴε καὶ ποιούντων), καὶ τὸ εἰδέναι ἄρα τοῦ πράσσειν ἁπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως πλέον φέρεται, δῆλον ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρχῶν γνῶσις παρέχεται μάλιστα, ἣ καὶ σοφία καλεῖται· τιμιωτάτη ἄρα αὕτη.

[*](p. 980a27)

Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται τὰ ζῷα.

Εἰπὼν ὅτι ὁ ἄνθρωπος καὶ τἀς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ ἵης χρείας μόνον, διότι καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεταί τι, ὅτι οὐ μόνον δι᾿ αἰσθήσεως τὸ γιγνώσκειν αὐτῷ, ἀλλ’ ἔχει τι πρὸς γνῶσιν πλέον παρὰ τά ἄλλα ζῷα, τὸν λόγον, οὗ τὸ γιγνώσκειν ἴδιον, καὶ ὅτι τελειότερον διὰ τοῦτο τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία γνῶσις εἶναι πᾶσι δοκεῖ οὖσα τιμιωτάτη, διὰ τούτων ἡμάς διδάσκει, ἅμα [*](3 ὅτι δέ ἐστι τιμιώτερον γνῶσις πράξεως δῆλον οὐ μόνον κιλ. incipit Α 3 οὐ μόνον om. L 4 αὐταὶ Α: om. L 9 αἱρεταὶ—εἰσιν L: καὶ ἡμῖν αἱρεταί Α 10 ἀναφορὰν ἔχει L 12. 13 οὐ μόνον οὖν ἐκ τ. δῆλον ὅτι ἡ γνῶσις πράξεως τιμιωτέρα ἀλλὰ L 13 καὶ γὰρ L: ἂν γὰρ A γιγνομένων L 21 καὶ L2: δὲ Α 27 ἄλλων L: ἁπλῶν A 28 διὰ τούτων ἡμᾶς διδάσκει ante ὅτι (25) habet L 28. p. 3), 1 ἅμα — προειρημένον] βεβαιῶν ἅμα διὰ τούτων καὶ τὸ προειρημένον L) [*](ALTERIUS RECENSTIONIS GRAVIOR DISCREPANTIA 15. 16 ποιοῦντος—αὕτη (21)] ποιοῦντος τιμιώτερος· τιμιώτεροι γὰρ οἱ ἀρχιτέκτονες, οἱ ἑὸ δότες δηλαδὴ ὥν πρασσόντων καὶ ποιούντων. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιωτέρα καὶτὸ εἰδέναι τοῦ πράττειν ἀπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως τιμιωτέρα, δῆλον ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρκῶν γνῶσις, ἢ καὶ σοφία καλεῖται, παρέχεται μάλιστα. τιμιωτάτη ἄρα ἡ γνῶσις αὕτη ἐσιίν. L)

3
καὶ βεβαιῶν τὸ προειρημένον ὅτι εὐλόγως εἴρηται, τὸ τοὺς ἀνθρώπους τὰς αἰσθήσεις καὶ τοῦ εἰδέναι χάριν ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων τῆς ψυχῆς, ᾗ καὶ τὰ τελειότερα ζῷα τῶν ἀτελεστέρων διαιρεῖταί τε καὶ χωρίζεται, καὶ ὅτι πλέον τι παρὰ τὰ ἄλλα ζῷα ὁ ἄνθρωπος τὸν λόγον ἔχων κατὰ τοῦτο τελειότερος ἐκείνων ἐστίν. τείνει δ’ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός. λέγει δὲ τῶν μὲν μόνην αἴσθησιν ἐχόντων τελειότερα εἶναι τὰ πρὸς τῷ αἰσθάνεσθαι καὶ μνημονεύειν ὧν αἰσθάνονται δυνάμενα, ἃ καὶ φρονιμώτερα καὶ μαθητικώτερα εἶναι εἶπε τῶν μὴ δυναμένων μνημονεύειν, κοινότερον χρησάμεν&#x