In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

introduction-24a22

In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Alexander of Aphrodisias, In Aristotelis Analyticorum Priorum Librum I Commentarium, M. Wallies, Reimer, 1883

Ἡ λογική τε καὶ συλλογιστικὴ πραγματεία ἡ νῦν ἡμῖν προκειμένη, ὑφ’ ἣν ἥ τε ἀποδεικτικὴ καὶ ἡ διαλεκτική τε καὶ πειραστικὴ ἔτι τε καὶ ἡ σοφιστικὴ μέθοδος, ἔστι μὲν ἔργον φιλοσοφίας, χρῶνται δὲ αὐτῇ καὶ ἄλλαι τινὲς ἐπιστῆμαι καὶ τέχναι, ἀλλὰ παρὰ φιλοσοφίας λαβοῦσαι· ταύτης γὰρ ἥ τε εὕρεσίς ἐστι καὶ ἡ σύστασις καὶ ἡ πρὸς τὰ κυριώτατα χρῆσις. οὖσα δὲ ἔργον αὐτῆς τοῖς μὲν καὶ μέρος φιλοσοφίας εἶναι δοκεῖ, οἱ δὲ οὐ μέρος ἀλλ’ ὄργανον αὐτῆς φασιν εἶναι. οἱ μὲν οὖν μέρος αὐτὴν λέγοντες ἠνέχθησαν ἐπὶ τοῦτο, διότι ὥσπερ περὶ τὰ ἄλλα, ἃ ὁμολογεῖται πρὸς ἀπάντων μέρη φιλοσοφίας εἶναι, ἡ φιλοσοφία καταγίνεται ἔργον ποιουμένη τήν τε εὕρεσιν αὐτῶν καὶ τὴν τάξιν τε καὶ σύστασιν, οὕτω δὴ καὶ περὶ τὴν πραγματείαν τήνδε. οὖσα δὲ ταύτης ἔργον οὐδετέρου τῶν λοιπῶν τῆς φιλοσοφίας μερῶν μόριόν ἐστιν οὔτε τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ· ἄλλο γὰρ τό τε ὑποκείμενον ταύτῃ κἀκείνων ἑκατέρᾳ καὶ διαφέρουσα ἡ πρόθεσις καθ’ ἑκάστην αὐτῶν, οἷς τε διαφέροντα ἐκεῖνα ἀλλήλων ἀντιδιαιρεῖται ἀλλήλοις, τούτοις καὶ ἡ μέθοδος αὕτη ἑκατέρας ἐκείνων διαφέρουσα εὐλόγως ἄν ἀντιδιαιροῖτο αὐτοῖς. καὶ γὰρ τῷ ὑποκειμένῳ διαφέρει ἐκείνων ἀξιώματα γὰρ καὶ προτάσεις τὰ ὑποκείμενα ταύτῃ) καὶ τῷ τέλει καὶ τῇ προθέσει· ἡ γὰρ ταύτης πρόθεσις τὸ διὰ τῆς ποιᾶς τῶν προτάσεων συνθέ- [*](1 Titulus non satis constat; inscripsi ex optimi libri Β, qui deficit initio p. —13,11, tertii capitis titulo et subscriptione: Ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τὸ περὶ ἀναλύσεως συλλογισμῶν ἀριστοτέλους ἀναλυτικῶν προτέρων πρώτου; Ἀλεξάνδρου Ἀφροδισιέως ὑπόμνημα εἰς τὰ πρῶτα ἀναλυτικά inscribit LM: Ἀλεξάνδρου τοῦ ἀφροδισιέως εἰς τὸ τῶν τοῦ Ἀριστοτέλους προτέρων ἀναλυτικῶν πρῶτον ὑπόμνημα a: periit titulus in Κ 3 post συλλογιστικὴ 3 — 4 lit. evanuerunt in Κ; multae quoque aliae lit. in prima huius libri pag. evanuerunt, quae est usque ad συμβαίνει τοῖς μέρος (p. 2,22) 4 καὶ om. a ἡ (ante διαλεκτική) L: om. aKM 6 post ἐπιστῆμαι add. τε a 8 εἶναι φιλοσοφίας a 10 περὶ aKM: ἐπὶ L ἃ om. L 12 ante σύστασιν add. τὴν aL 15 ταύτης LM κἀκείνῳ a ἑκατέρα a: ἕτερα KLM 18 ἀντιδιαιρεῖται om. ἄν a 17 διαφέρουσα a 20 συνθέσεως τῶν προτάσεων a)

2
σεως ἐκ τῶν τιθεμένων τε καὶ συγχωρουμένων ἐξ ἀνάγκης τι συναγόμενον [*](2r) δεικνύναι, ὃ οὐδετέρας ἐκείνων τέλος.

Οἱ δὲ μὴ μέρος αὐτὴν ἀλλ’ ὄργανον φιλοσοφίας εἶναι λέγοντες οὔ φασιν αὔταρκες εἶναι πρὸς τὸ μέρος εἶναί τι τέχνης τινὸς ἢ ἐπιστήμης τὸ τὴν τέχνην ἢ τὴν ἐπιστήμην καὶ περὶ ἐκεῖνο καταγίνεσθαι τὸ μόριον ὁμοίως ὡς καὶ περὶ ἕκαστον τῶν ἄλλων μερῶν αὐτῆς, περὶ ἃ πραγματεύεται· κρίνεται γὰρ τὸ μέρος οὐκ ἀπὸ τῆς περὶ αὐτὸ σπουδῆς τε καὶ πραγματείας μόνης, ἀλλ’ ὅταν προσῇ τούτῳ τὸ καὶ τὸ τέλος αὐτοῦ καὶ τὴν σύστασιν μὴ πρὸς ἄλλο τι τῶν, περὶ ἃ καὶ αὐτὰ ἡ αὐτὴ ἐπιστήμη πραγματεύεται, τὴν ἀναφορὰν ἔχειν μηδὲ ἐκείνου χάριν ζητεῖσθαί τε καὶ συνίστασθαι. τὸ γὰρ ἐπ’ ἄλλων τινῶν χρείαν τῶν ὑπὸ τὴν αὐτὴν ἐπιστήμην ἢ τέχνην ὄντων τὴν ἀναφορὰν ἔχον οὔτ’ ἂν ἀντιδιαιροῖτο δεόντως ἐκείνοις, ὧν χάριν ἐστί τε καὶ γίνεται, οὔτ’ ἄν μέρος ὁμοίως ἐκείνοις εἴη ὄν τούτων χάριν· τὸ γὰρ ἐπί τινα τὴν ἀναφορὰν ἔχον καὶ οὗ τὸ τέλος ὡς πρὸς τὴν ἄλλων εὕρεσίν τε καὶ σύστασιν συντελοῦν διὰ τοῦτο σπουδάζεται ὄργανον ἐκείνων. ὡς γὰρ ἐπὶ τῶν διαφερουσῶν τεχνῶν τὸ τέχνης τινὸς ἔργον ἄλλης τινός ἐστιν τέχνης ὄργανον τῷ τὴν ἀναφορὰν ἔχειν τὸ τέλος αὐτοῦ πρὸς χρείαν τῶν γινομένων ὑπὸ τῆς τέχνης, ἧς ἐστιν ὄργανον, οὕτως εἰ καὶ ἐπὶ τῆς αὐτῆς ἐπιστήμης ἢ τέχνης γινόμενά τινα τήνδε τὴν τάξιν ἔχοι πρὸς ἄλληλα, ἔσται τὸ μὲν ὄργανον αὐτῶν τὸ δὲ προηγούμενον ἔργον τε καὶ μέρος· οὐδὲ γὰρ ἡ σφῦρα καὶ ὁ ἄκμων ὄργανον κωλύεται τῆς χαλκευτικῆς εἶναι, διότι αὐτῆς ἐστιν ἔργα. ἔτι δὲ συμβαίνει τοῖς μέρος αὐτὸ φιλοσοφίας λέγουσι τὸ φιλοσοφίας μέρος ὄργανον λέγειν εἶναι τῶν ἄλλων ἐπιστημῶν τε καὶ τεχνῶν, ὅσαι πρὸς τὴν τῶν οἰκείων κατασκευήν τε καὶ σύστασιν συλλογισμοῖς τε καὶ ἀποδείξεσι χρῶνται· χρῶνται γὰρ αὐτοῖς, οὐ μὴν ὡς μέρεσιν οἰκείοις· οὔτε γὰρ τῶν διαφόρων ἐπιστημῶν οἷόν τε ταὐτὸν εἶναι μέρος, οὔτε τις ἐκείνων περὶ τὴν σύστασιν αὐτῶν καὶ τὴν εὕρεσιν πραγματεύεται, ὥστε εἶεν ἄν αὐτοῖς ὡς ὀργάνοις χρώμεναι. εἰ δὲ τοῦτο, ἀρχιτεκτονικωτέρα δὲ ἀεὶ τέχνη τε καὶ ἐπιστήμη ἡ πρὸς τὸ οἰ|κεῖον ἔργον χρωμένη ἔργῳ καὶ τέλει [*](2v) τινὸς τέχνης τῆς τὸ ἴδιον ἔργον ἐπὶ τὴν ταύτης χρείαν ἀναφερούσης, ὡς ἔχει χαλινοποιητικὴ μὲν πρὸς ἱππικήν, ναυπηγικὴ δὲ πρὸς κυβερνητικήν, εἶεν ἄν καὶ φιλοσοφίας ἕτεραι τελεώτεραι κατ’ αὐτοὺς ἐπιστῆμαί τε καὶ τέχναι, ὧν ὄργανον τὸ ταύτης μέρος. εἰ δὲ μὴ πᾶσαν λέγοιεν τὴν λογικὴν πραγματείαν πρὸς τὴν εὕρεσίν τε καὶ σύστασιν τῶν κατὰ φιλοσοφίαν ζητουμένων τὴν ἀναφορὰν ἔχειν ἢ τῶν κατ’ ἄλλην ἐπιστήμην ἢ τέχνην τινὰ [*](1 τεθειμένων L 7 κρίνεσθαι a : κρῖνε . . . Κ τε om. K 8 τούτου a 9 αὐτὰ LM: αὐτὴ a: αὐτὴ an αὐτὸ? Κ 13 τε aK: om. LM ἐκείνοις οὐ L ὡς om. a 15 τούτων Κ post ἐκείνων add. ἐστιν a 17 τέχνης ἐστὶ L τῷ τὴν ὄργανον om. a 18 εἰ om. KM 19 ἢ KLM: καὶ a ἔχοι LM: ἔχει a: evan. Κ 20 αὐτοῦ Κ 22 συμβαίνει om. L 23 λέγει L εἶναι λέγειν collocant aK τε om. a 24 ὅσοι L τε (post συλλογισμοῖς) om. Κ 26 οἷόν τε LM: οἴονται aK 27 τὴν (post περὶ) om. Κ 30 τέχνης om. L τῆς τὸ ἴδιον ἔργον om. LM 33 τὸ aKM: τὰ (?) L 34 τὴν om. a 35 ἡ (ante τέχνην) KLM: τε καὶ a)

3
θεωρουμένων τε καὶ ζητουμένων, ἀλλ’ εἶναί τινα ἐν αὐτῇ θεωρούμενά τε [*](2v) καὶ ζητούμενα, ἃ πρὸς οὐδέν ἐστι χρήσιμα, πρῶτον μὲν συγχωρήσουσιν εὐλόγως ὑπὸ τῶν ἀρχαίων, οἳ μέχρι τῆς χρείας προήγαγον τὴν λογικὴν πραγματείαν, ὄργανον αὐτὴν ἀλλὰ μὴ μέρος λέγεσθαι. εἶτα δὲ καὶ κατ’ αὐτοὺς τὸ μὲν χρήσιμον αὐτῆς ἐστιν ὄργανον, τὸ δὲ οὐ χρήσιμον ἔσται μέρος ὅν. εἰ δὲ τὸ χρήσιμον βέλτιόν τε καὶ πλείονος σπουδῆς τε καὶ πραγματείας ἄξιον, καὶ κατ’ αὐτοὺς ἔσται τὸ μὲν βέλτιον τῆς λογικῆς μόριον ὄργανον φιλοσοφίας τε καὶ τῶν ἄλλων ἐπιστημῶν τε καὶ τεχνῶν, τὸ δὲ ἐλάττονος σπουδῆς ἄξιον μέρος. καίτοι τὸ ὄργανον ἐν πᾶσι τοῦ ὡς μέρους ἔργου δευτέραν χώραν ἔχει. ἔτι εἰ σπουδάζοιτο ὡς γυμνάσιον τῆς διανοίας πρὸς τὴν εὕρεσιν τῶν ἐν τοῖς μέρεσι τῆς φιλοσοφίας ζητουμένων, κα