In Aristotelis Topicorum Libros Octo Commentaria

Alexander of Aphrodisias

1-5

In Aristotelis Topicorum Libros Octo Commentaria, Alexander of Aphrodisias, In Aristotelis Topicorum Libros Octo Commentaria, Wallies, Reimer, 1891

ALEXANDRI APHRODISIENSIS IN ARISTOTELIS TOPICORUM LIBROS OCTO COMMENTARIA

1

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΗΣ ΤΟΗΙΚΗΣ [*](p. 3 aid.) ΑΡΙΣΤΟΤΕΑΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ

Τὴν μὲν πρόθεσιν τὴν τατὰ τὴν τοπικὴν πραγματείαν, καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμός ἐστι τῷ φιλοσοφοῦντι ἥδε ἡ μέθοδος, καὶ τί τὸ τέλος αὐτῆς, αὐτὸς λέγει, τὸ μὲν ἀρχόμενος εὐθύς, τὸ δὲ ὀλίγον προελθών, δι᾿ ὧν γνώριμον ποιεῖται ὅτι καὶ τοῖς προηγουμένως φιλοσοφοῦσιν ἀξία σπουδῆς ἡ διαλεκτική, πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας αὐτοῖς συντελοῦσα, ὃ τέλος ἐστὶ τῆς φιλοσόφου θεωρίας. ἡμάς δὲ καλῶς ἔχει προειδέναι ὅτι τὸ τῆς διαλεκτικῆς ὄνομα οὐκ ἐπὶ τὸ αὐτὸ σημαινόμενον πάντες οἱ φιλόσοφοι φέρουσιν, ἀλλ’ οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὁριζόμενοι τὴν διαλεκτικὴν ἐπιστήμην τοῦ εὗ λέγειν, τὸ δὲ εὖ λέγειν ἐν τῷ τὰ ἀληθῆ καὶ τὰ προσήκοντα λέγειν εἶναι τιθέμενοι, τοῦτο δὲ ἴδιον ἡγούμενοι τοῦ φιλοσόφου κατὰ τῆς τελειοτάτης φιλοσοφίας φέρουσιν αὐτό· καὶ διὰ τοῦτο μόνος ὁ σοφὸς κατ’ αὐτοὺς διαλεκτικός. Πλατῶν δὲ τὴν διαιρετικὴν μέθοδον ἐξυμνῶν καὶ τριγχὸν αὐτὴν φιλοσοφίας λέγων, ταύτης δὲ θέμενος ἔργον εἶναι τὸ δύνασθαι τό τε ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ εἰς ἓν ἀνάγειν, ὅπερ εἴη ἄν ἴσον τῷ τὰ γένη δύνασθαι διαιρεῖν εἴς τε τὰ εἴδη καὶ τὰ ὑπὸ ταῦτα καὶ πάλιν τὰ ἄτομα συντιθέναι τε καὶ εἰς ἓν γένος ἀνάγειν τε καὶ συγκεφαλαιοῦσθαι, τὴν αὐτὴν ταύτην καὶ διαλεκτικὴν καλεῖ. Ἀριστοτέλης δὲ καὶ οἱ ἀπ’ [*](1. 2 Inscripsi e librorum II—IV in AD titulis: ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τοπικὴν ἀριστοτέλους πραγματείαν Α: ὑπόμνημα ἀλεξανδρέως ἀφροδισιέως εἰς τὴν κτλ. B: ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΩΝ ΤΟΠΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ a; om. dp 3 τὴν κατὰ] τε καὶ d τὴν alterum om. Α 4 φιλοσόφῳ ap 5 ὀλίγον προελθὼν] p. 101a25sq. 6 καὶ om. p supra προηγουμένως scriptum ἀποδεικτικῶς Β 7 αὐτῆς a 9 τὸ αὐτὸ Ap: ταὐτὸ d: ταὐτὸν aB 11 post τοῦ εὑ λέγειν add. ὁρίζονται a et mrg. p τὸ δὲ εὖ λέγειν iterat Α τἀληθῆ ap τὰ alterum om. ap 13 τελεωτάτης ap σοφὸς ABd: φιλόσοφος ap 14 Πλάτων] Respubl. VII 14 p. .034 E τὴν διαιρετικὴν—λέγων (15) Suidas Suidas v. τριγχός 15 τριγχὸν Β, sed περίβολον superscr. manus rec.: τρῖγχον A: θριγγὸν dp: θριγκὸν a Plato ταύτην Βp 15. 16 τὸ δύνασθαι om. d 16 ἀνάγειν ΑΒ: συνάγειν ap: ἄγειν d ἄν εἴη ap 17 τε τὰ om. ap post καὶ prius add. εἰς ap 18 γένος γένος ἀνάγειν τε] τέλος ἄγειν d συγκ corr. ex το . . B1)

2
αὐτοῦ οὐ ταὐτὰ περὶ τῆς διαλεκτικῆς φέρουσιν, ἀλλὰ τίθενται μὲν αὐτὴν μέθοδόν τινα εἶναι συλλογιστικήν, ἡγούμενοι δὲ τὸν συλλογισμόν, καθ’ ὃ συλλογισμός ἐστι, μηδὲν ἄλλον ἄλλου διαφέρειν, εἶναι δὲ αὐτῶν τὴν διαφορὰν τὴν μὲν κατὰ τὰ εἴδη τῶν προτάσεων, τὴν δὲ κατὰ τοὺς τρόπους καὶ τὰ σχήματα, τὴν δὲ κατὰ τὴν ὕλην περὶ ἥν εἰσιν, ὧν ἡ μὲν πρώτη διαφορὰ ποιεῖ τῶν συλλογισμῶν τοὺς μὲν δεικτικούς, οὓς κατηγορικοὺς καλοῦμεν, τοὺς δὲ ὑποθετικούς, ἡ δὲ δευτέρα καθ’ ἣν τοὺς μὲν τελείους τοὺς δὲ ἀτελεῖς, καὶ τοὺς μὲν ἐν πρώτῳ τοὺς δὲ ἐν δευτέρῳ τοὺς δὲ ἐν τρίτῳ σχήματι, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δείκνυται· οἱ γὰρ δὴ συλλογισμοί, ὅ τε λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδὲν γελαστικὸν ἵππος’ καὶ ὁ λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδεὶς ἵππος γελαστικόν’ ἔτι τε ὁ λέγων ‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵππος’, τὴν αὐτὴν ὕλην ἔχοντες οὐκ εἰσὶν Μήλοις οἱ αὐτοὶ παρὰ τὴν διάφορον τῶν προτάσεων λῆψίν τε καὶ θέσιν· ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ ἐν τῷ δευτέρῳ, ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. ἡ δὲ τρίτη ἡ κατὰ τὴν ὕλην τοὺ; μὲν ποιεῖ ἀποδεικτικοῦς τοὺς δὲ διαλεκτικοὺς τοὺς δὲ ἐριστικούς. ὡς γὰρ αἱ τέχναι μηδὲν ἀλλήλων, καθ’ ὃ τέχναι εἰσί, διαφέρουσαι παρὰ τὴν τῆς ὕλης περὶ ἥν εἰσι διαφορὰν καὶ τὸν τῆς χρήσεως τρόπον τὴν διαφορὰν λαμβάνουσιν, ὡς εἶναι τὴν μὲν αὐτῶν τεκτονικὴν τὴν δὲ οἰκοδομικὴν τὴν δὲ ἄλλην τινά, 20 οὕτω καὶ οἱ συλλογισμοί. ὁ μὲν γὰρ ἐξ ἀληθῶν τε καὶ οἰκείων τῷ προκειμένῳ καὶ πρώτων τε καὶ γνωριμωτέρων δεικνὺς καὶ συνάγων τὸ προκείμενον συλλογισμὸς ἀποδεικτικὸς ὑπὸ τῶν παλαιῶν καλεῖται, καὶ ἀπόδειξιν λέγουσι τὴν μέθοδον τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ δι’ ἐνδόξων συλλογιζόμενον διαλεκτικὸν καὶ διαλεκτικὴν ἀκολούθως τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ ἐκ φαινομένων ἐνδόξων σοφιστικὸν καὶ σοφιστικὴν τὴν τούτοις χρωμένην. κατὰ γὰρ τὸ εἶδος οὐδὲν ἀλλήλων διαφέροντες οἱ συλλογισμοί, ὅ τε λέγων ‘ἡ ἡδονὴ ἀτελές, οὐδὲν ἀγαθὸν ἀτελές᾿ καὶ ὁ λέγων τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ δὲ οὐ ποιεῖ αγαθούς᾿ (ἀμφότεροι γὰρ ἐν δευτέρῳ σχήματι), κατὰ τὴν ὕλην ἔχουσι τὴν διαφοράν. ὁ μὲν γὰρ [*](1 ταῦτα ap 2 ἡγούμενοι δὲ] excipit p. 8, 4 φέροντες δὲ συλλογισμὸν d 3 ἐστι, μηδὲν] spatium vacuum reliquit d αὐτῶ Β 5 ὕλην περὶ ἥν] ἓν post spatium vacuum d 6 δεικτικούς scripsi cf. Ind.: ἀποδεικτικούς ΑΒd: διαλεκτικούς ap post ὃς add. καὶ d 7 καθ᾿ ἣν (ἣν superscr. p) delendum videtur 9 δείκνυται] γε λ d 10 οὐδέν (ἔστι τὸ ὅλον add. d) γελαστικὸν—ἄνθρωπος γελαστικόν (11) Αd: οὐδὲν γελαστικὸν a: om. Bp 11 οὐδεὶς ἵππος γελαστικόν om. a 11. 12 ἔτι τε ὁ λέγων πᾶν] ἔχοντες ἅπαν d 12. 13 ἔχοντα A 13 οὐκ om. d λῆψιν] ψιν post spatium vacuum d 14 θέσιν· ἐστι γάρ] σύνθεσιν d 1() τοὺς δὲ ἐριστικούς om. a 17 καθὸ τέχναι, μηδὲν ἀλλήλων omisso εἰσὶ ap παρὰ] περὶ Α 18 λαμβάνουσα d 19 post αὐτῶν add. τέχνην ap β α 20 γὰρ om. ap οἰκείων τὲ ἀληθῶν d 20. 21 προκειμένων Β 21 συνάγειν Β 21. 22 τὸν προκείμενον συλλογισμὸν p 22 παλαιῶν Β: ἀνδρῶν aAdp 23 post λέγουσιν add. αὐτὴν ap τὴν μέθοδον iterat Β τοιούτων adp: τούτων Α: τοιούτου Β 25 ἐκ om. A 20 μηδὲν ap διαφέρουσιν d 28 τἀγαθὸν p pr.)
3
πρῶτος ἀποδεικτικὸς εἶναι βούλεται· ἐκ γὰρ τοῦ ἀποδεδομένου τῆς ἡδονῆς 45 ὁρισμοῦ τὴν ἀρχὴν ἔχει· λέγουσιν γὰρ τὴν ἡδονὴν εἶναι γένεσιν εἰς φύσιν αἰσθητήν, ἡ δὲ γένεσις ἀτελής. | ὁ δὲ δεύτερος δι’ ἐνδόξων πρόεισι· τὸ γὰρ ἀγαθὸν ἀγαθοὺς ποιεῖν οὐκ ὂν ἀληθὲς ἔνδοξόν ἐστι. φέροντες δὲ τὸ τῆς διαλεκτικῆς ὄνομα ἐπὶ τῆς οὕτω καὶ διὰ τοιούτων συλλογιζομένης μεθόδου, ἀκολούθως ὁρίζονται αὐτὴν μέθοδον δι’ ἐνδόξων περὶ παντὸς τοῦ προκειμένου συλλογιστικήν. καὶ εἰκότως ἡ τοιαύτη μέθοδος διαλεκτικὴ καλεῖται. εἰ γὰρ ἡ διαλεκτικὴ ἀπὸ τοὺ διαλέγεσθαι, τὸ δὲ διαλέγεσθαι ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει, ὁ δὲ ἐρωτῶν ἐρωτᾷ περὶ παντὸς τοῦ προβεβλημένου ὑπὸ τοῦ ἀποκρινομένου, δι’ ὧν ἄν ἐκ τῆς ἐρωτήσεως λάβῃ πάντως συλλογιούμενος, καθ’ ὅσον μὲν περὶ παντὸς τοῦ προτεθέντος πειρᾶται συλλογίζεσθαι, οὐκ ἐξ ἀληθῶ