De anima

Alexander of Aphrodisias

1.1-1.5

De anima, De anima, Alexander of Aphrodisias, Bruns, Reimer, 1887

Ἡ μὲν πρόθεσις ἡμῖν, περὶ ψυχῆς εἰπεῖν τῆς τοῦ ἐν γενέσει τε καὶ φθορᾷ σώματος, τίς τέ ἐστιν αὐτῆς ἡ οὐσία καὶ τίνες αἱ δυνάμεις καὶ πόσαι, καὶ τίς αὐτῶν ἡ πρὸς ἀλλήλας διαφορά. ἐπεὶ γὰρ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων πείθεσθαι τοῖς προσταττομένοις ὑπὸ τῶν θεῶν (προστάττεται δὲ καὶ προκηρύττεται τὸ γνῶθι σαυτὸν ὑπὸ τοῦ Πυθίου, οὐχ ὡς ὑπὸ θεοῦ μόνον, ἀλλὰ καὶ ὡς ὑπὸ θεοῦ τοῦ προγινώσκειν τὰ μέλλοντα πεπιστευμένου, προλέγοντος καὶ προαγορεύοντος, ὡς διὰ τῆς αὑτοῦ γνώσεως ἑκάστῳ περιεσομένου τοῦ κατὰ φύσιν βίου, ἡ δ᾿ ἑαυτοῦ γνῶσις ἐν τῇ [*](INTERPRETATIO HEBRAICA 4—2,9 ἐπεὶ γὰρ—παραμυθίας] und dies [geschieht] weil es sich gebührt, dass wir in jeder Sache des Glaubens zuvorkommen dem (voranschicken) was Gott befiehlt. Der Prophet aber befiehlt und ermahnt vorher indem er spricht: ,,Kenne dict selbst“; dieser Ausspruch ist von Gott, erhaben ist er, von dem bewährt ist, dass er kenne, was sein (begehrt) wird; er verkÿndet uns vorans und erklärt uns, dass jeder von uns, der Genossenschaft der Menschen [i. e. was anbetrifft jeden von uns] durch seine Erkenntniss (d. s. E. add. P) sein Leben auf dem natürlichen Wege [vor sich] geht, indem er sein Wesen kennt. Die Kenntniss des Menschen von seiner Substanz ist aber, indem er das Ding kennt, wodurch er ist, was er ist. Der Mensch ist aber Mensch durch die Seele; es gebührt sich also, dass, wer gewählt hat, dass er Gott glaube, und dass sein Leben den ihm natürlichen Lauf nehme, seine Speculation zuerst auf die Seele richte, sodass (bis) er wisse, was sie sei. Wie wir nun auf Aristoteles vertrauen in den anderen Dingen, weil wir glauben, dass die Ansichten, die uns von ihm gebracht wurden, wahrer und richtiger sind, als die Ansichten anderer Menschen, so sind .wir auch der Ansicht, dass wir desgleichen thun in Bezug auf die Kenntniss der Seele. Das Erreichen des Zieles, das wir im Auge haben, wird vollendet sein, wenn wir heteichnen, was jener Mann über die Seele gesagt, so weit es offenbar ist, und hinzufügen (und wir gepruft haben jedes?) zu jedem Worte, das er gesagt hat und wir gefunden haben als angemessen und ähnlich in Aufstellung (Bestätigung) und Auseinandersetzung Rechtfertigung)) [*](ADNOTATIO 1 Ἀλεξάνδρου ἀρροδισέως σχολικῶν περὶ ψυχῆς ?? V (ἀφροδισέως fol. 1,36 v 69r, item 221r, ubi de fato libello inscriptum est Ἀλεξάνδρου ἀφροδισέως πρὸς τολὺς αὐτοκράτορας περὶ εἱμαρμένης καὶ τοῦ ἐφ᾿ ἡμῖν. sed in fine eiusdem ἀφροδισιέως et ita usque ad finem codicis) 2 τοῦ add. Diels: cf. p. 28,25 γίνεται δὲ ἡμῖν, ὡς προεῖπον, ὁ λόγος περὶ ψυχῆς τῆς τῶν ἐν γενέσει καὶ φθορᾷ 3 φθορὰ a 6 προκηρῦττεται] η in lit. V 8 αὑτοῦ scripsi: αὐτοῦ Va. 9 ἑκάστω a δὲ αὐτοῦ a)

2
γνώσει τῇ καθ’ ὅ ἐστιν αὐτός, κατὰ δὲ τὴν ψυχὴν ὁ ἄνθρωπος ἄνθρωπος), ἀναγκαῖον τῷ βουλομένῳ πείθεσθαι τῷ θεῷ καὶ τὸν κατὰ φύσιν αὐτῷ ζῆν βίον περὶ ψυχῆς πρῶτον διειληφέναι καὶ ταύτην ἥτις ἐστὶν ἐγνωκέναι. ἐπεὶ δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὰ Ἀριστοτέλους πρεσβεύομεν ἀληθεστέρας ἡγούμενοι τὰς ὑπ’ αὐτοῦ παραδεδομένας δόξας τῶν ἄλλοις εἰρημένων, οὕτω δὲ καὶ ἃ ἐν τῷ περὶ ψυχῆς δόγματι φρονοῦμεν, ἔσται τὰ κατὰ τὴν πρόθεσιν ἡμῖν πεπληρωμένα, ἂν τὰ ὑπ’ ἐκείνου περὶ ψυχῆς εἰρημένα ὡς ἐνδέχεται σαφῶς ἐκθώμεθα καὶ τοῦ καλῶς ἕκαστον αὐτῶν εἰρῆσθαι τὰς οἰκείας παρασχώμεθα παραμυθίας.

Δεῖ δὲ τὸν μέλλοντα παρακολουθήσειν τε τοῖς περὶ ψυχῆς λεγομένοις καὶ συνθήσεσθαι τοῖς περὶ τῆς οὐσίας αὐτῆς λόγοις πρῶτον ἐπ’ ἄλλων τινῶν τὸ τῆς φύσεως ἀμήχανόν τε καὶ περιττὸν ἐγνωκέναι· μαθόντες γὰρ ὁποῖόν τί ἐστιν ἡ φύσις καὶ πεισθέντες ὅτι παντὸς τοῦ κατὰ τέχνην γινομένου θαύματος παραδοξότερα τὰ ἔργα αὐτῆς, ῥᾷον πιστεύσομεν τοῖς μέλλουσι περὶ ψυχῆς λέγεσθαι. τοῦ γὰρ μένειν ἐν ταῖς περὶ τῆς ψυχῆς ἀπορίαις οὐδὲν οὕτως αἴτιον ὡς τὸ μὴ ῥᾴδιον εἶναι τὰς δυνάμεις τε αὐτῆς καὶ τὰ ἔργα ἐφαρμόζειν τοῖς περὶ αὐτῆς λεγομένοις ὡς ὄντα θειότερά τε καὶ μείζω πάσης σωματικῆς δυνάμεως. διὸ χρὴ τοὺς βουλομένους μὴ ἀντιπράσσειν τοῖς εὐλόγως περὶ αὐτῆς λεγομένοις πρῶτον ἰδεῖν τὴν κατασκευὴν αὐτοῦ τοῦ σώματος τοῦ τὴν ψυχὴν ἔχοντος καὶ τήν τε τῶν ἐντὸς μερῶν οἰκονομίαν ἱστορῆσαι καὶ τὴν τῶν ἐκτὸς πάλιν πρὸς ἐκεῖνα μετ’ εὐσχημοσύνης συμφωνίαν. μετὰ γὰρ τὴν τούτων θεωρίαν οὐκέθ’ ὁμοίως παράδοξον φανεῖται τὸ καὶ τὴν ψυχὴν τοσαύτας ἀρχὰς ἐν αὐτῇ κινήσεων ἔχουσαν τούτου τι εἶναι τοῦ σώματος τοῦ οὕτως παραδόξως τε καὶ περιττῶς κατεσκευασμένου. δοκεῖ δὴ παντὸς μᾶλλον ἀληθές τε καὶ ἐναργὲς εἶναι τοῖς περὶ τῶν τοιούτων διαλαμβάνειν ἔργον ποιουμένοις τὸ πᾶσαν οὐσίαν σωματικήν τε καὶ αἰσθητὴν σύνθετον εἶναι ἔκ τε ὑποκειμένου τινός, [*](11—12 πρῶτον ἐγνωκέναι muss zunachst kennen die Subtilitat der Natur und die Erhabenlheit der ihr beiwohnenden Kraft in Dingen, welche andere sind, als die Dinge in aelchen ihre Wirkungen sich zeigen 15 ἐν ταῖς ἀπορίαις] im weifel und in der Verwirrung 17—18 ὡς ὄντα— δυνάμεως] da sie erhaben ist in der Grosse des Maasses und der Annäherung an die gottlichen Dinge 18—19 τοὺς βουλομένους—λεγογομένοις] dem der nicht mude werden will, die richtige Rede uber sie anzustellen 19—22 τὴν κατασκευὴν— συμφωνίαν] in welcher Weise die eitung der Glieder, die von innen, stattflnde, wie auch die Angemessenheit der Glieder, welche von aussen, nebst der Frsffliehkeit der Auordnung und Verbindung, welche zwischen diesen beiden Arten von Sliedern existiren und die Vollkommenheit der Beschaffenheit (Construction?) 22—24 οὐκέθ’—σώματος] der wird nicht der Ansicht sein zu laugnen, dass anch die Seele, weil sie Principien der Bewegung hat, durch dieselben gend etwas sei fur den Korper 26 τοῖς περὶ τοιούτων διαλαμβάνειν ἔργον ποιουμένοις] derjenige, der sein Vertrauen auf die Speculation uber diese Dinge gesetzt hat) [*](2 τὸν V: τὴν a 4 δὲ a 6 δὲ] ct. Ιnd. 10 ,,τίς ἡ τῆς ψυχῆς οὐσία.“ Δεῖ δὲ Va τε om. a εἰρημένοις a 15 ἐν ταῖς V 23 αὑτῇ seripsi: αὐτῇ Va 24 τὴν οὕτω a)

3
ὃ ὕλην καλοῦμεν, καὶ ἐκ τῆς ταύτην τὴν ὕλην σχηματιζούσης τε καὶ ὁριζούσης φύσεως, ἣν εἶδος ὀνομάζομεν. ὅτι γὰρ τοῦτο τοῦτον ἔχει τὸν τρόπον, σαφῶς μάθοι τις ἂν ἀπιδὼν πρὸς τὰ γινόμενα κατὰ τὰς τέχνας. ὃ γὰρ ἄν τις τούτων προχειρίσηται, εὑρήσει τὸ μὲν ὕλην τε καὶ ὑποκείμενον ἐν αὐτῷ, τὸ δὲ εἶδος, ὑποκείμενον μὲν τὸν χαλκὸν ἢ λίθον ἢ ξύλον ἢ κηρὸν ἢ ὅτι ἂν ᾖ τὸ σχηματιζόμενον κατὰ τὴν τέχνην, εἶδος δὲ τὸ ὑπὸ τοῦ τεχνίτου γινόμενον ἐν αὐτῷ. τοῦ γὰρ ἀνδριάντος ὕλη μὲν ὁ χαλκὸς ἢ λίθος, εἰ ἔκ τινος τούτων ὁ ἀνδριὰς εἴη, εἶδος δὲ τὸ τοιόνδε σχῆμα καὶ ἡ τοιάδε μορφή, ὅ ἐστιν τὸ κατὰ τὴν τέχνην γινόμενον καὶ ἡ τέχνη. τέχνη γὰρ πᾶν τὸ κατὰ τὴν τέχνην ἐν τῇ ὑποκειμένῃ ὕλῃ γινόμενον ὑπὸ τοῦ τὴν τέχνην ἔχοντος, ὕλη δὲ τῆς τέχνης τὸ σῶμα τὸ πεφυκὸς αὐτὴν δέχεσθαι οὐκ ἔχον ἐν τῷ οἰκείῳ λόγῳ τὸ γινόμενον ὑπὸ τῆς τέχνης ἐν αὐτῷ. ὡς δὲ τῶν κατὰ τέχνην ὄντων τε καὶ συνεστώτων σωμάτων ἕκαστον ἔχει τὸ διττόν, οὕτως δὲ ἔχει πολὺ πρότερον ἐπὶ τῶν φυσικῶν τε καὶ φύσει συνεστώτων. ἡ γὰρ τέχνη μιμεῖται τὴν φύσιν, ἀλλ’ οὐχ ἡ φύσις τὴν τέχνην· καὶ ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δ’ ἕδος ἐν αὐτῇ. τοῦ γὰρ χαλκοῦ ὕλη μὲν ὕδωρ ἢ ἡ ἀτμιδώδης ἀναθυμίασις, εἴ γε πάντα τὰ τηκτὰ τῶν μεταλλευτῶν τὸ ὑγρὸν ὕλην ἔχει, εἶδος δὲ ἡ τοιάδε τοῦ ὑγροῦ σύστασίς τε καὶ πῆξις· καὶ ἔστιν, ὥσπερ τὸ κατὰ τέχνην ἔν τινι γινόμενον εἶδος ἡ τέχνη, οὕτως καὶ ἐν [*](123v) τοῖς φύσει συνεστῶσιν τὸ οὕτως γινόμενον εἶδος ἡ φύσις. οὔσης δὲ ἐν τοῖς φυσικοῖς σώμασιν διαφορᾶς (τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀπλᾶ, τὰ δὲ σύνθετα), ἡ μὲν τῶν συνθέτων σωμάτων ὕλη καὶ τὸ τούτοις ὑποκείμενον καὶ αὐτὸ φυσικὸν σῶμα ἐξ ὕλης τε καὶ εἴδους ἐστίν (πᾶν γὰρ φυσικὸν σῶμα ἐκ τούτων σύνθετον), τὰ δὲ ἁπλᾶ σώματα οὐκέτ’ ἔχει τὸ ὑποκείμενον αὐτοῖς σύνθετον. ἦν γὰρ ἂν καὶ αὐτὸ σύνθετον. εἰ δὲ μὴ σύνθετον τὸ τούτοις ὑποκείμενον, οὐδὲ σῶμα, εἴ γε πᾶν σῶμα ἔκ τε ὕλης καὶ εἴδους σύνθετον. ἔσται δὴ τὸ τοῖς πλοῖς σώμασιν ὑποκείμενον καὶ ἡ τούτων ὕλη ἁπλῆ τις [*](3—4 ὅ—προχειρίσηται] er mag die Speculation richten auf welches immer 5 ὑποκείμενον μὲν om. χαλκὸν] Kupfer λίθον] om. P 7 ἐν αὐτῷ] in jenem Dinge τοῦ γὰρ ἀνδριάντος] zum Beispiel diese Figur, Welche nach der Schopfung des Menschen gemacht wird 9 καὶ ἡ τέχνη] das ist die Gestalt [P addit: welche im Arabischen Form genannt wird] 14 πολὺ πρότερον] peculiari enuntiato explicat: jedoch sind diese geeigneter jenen darin voranzugehen 20 ὥσπερ τὸ—εῖδος ἡ τέχνη] sowie die Beschaffenheit (Aussehen), das ist die Form, eelche an einen Dinge entsteht, die Kunst ist 26 ἦν γὰρ—σύνθετον] denn wenn er [der Frager, τὸ ὑποκείμενον] zusammengesetzt ware, waren jene ebenfalls zusammengesetzt 28—4,3 ἁπλῆ στερήσεως] eine einfache Natur der Form entblosst. Das Wesen, welches Keine Beschafenheit, keine Form und Gestalt in seiner eigenen Wesenheit hat, wird, weil es nicht eine Form in sich selbst hat, deshalb yle genannt, und was an ihm neu gemacht) [*](2 ὅτι] o in lit. V ἔχειν a 3 μάθοι] a et o in lit. V 6 ἦ τὸ a 8 λίθθος a 9 τὸ om. a 10 ὕλη a 16 ἑκάστω a 18 μεταλατῶν a 19 τοιᾶδε τῶν ὑγρῶν a σὐσταγίς a 21 συνεστωσιν V: συνεστῶσι a 26 fortasse καὶ αὐτὰ σύνθετα cf. int. hebr.)
4
φύσις καὶ χωρὶς εἴδους, ἄμορφός τε καὶ ἀνείδεος οὔσα καὶ ἀσχημάτιστος κατὰ τὸν αὐτῆς λόγον, δι’ ἣν ἀνείδεον οὖσάν τε καὶ λεγομένην εἶδος ὠνόμασται, ὃ γενόμενον ἐν αὐτῇ παύει τῆς προειρημένης αὐτὴν στερήσεως, καὶ τὴν τοιαύτην φύσιν κυρίως ἄν τις ὕλην λέγοι. τὸ μὲν γὰρ ἐν τοῖς συνθέτοις σώμασιν ὑποκείμενον, ἐκείνων ὕλη οὐχ ἀπλῶς ἐστιν ὕλη, ὅτι τέ ἐστι μετὰ εἴδους τινὸς καὶ ἔστι καὶ τούτου ἄλλη πάλιν ὕλη, ἐν οἷς δὲ τὸ ὑποκείμενον πλοῦν, ἡ τούτων ὕλη κυρίως καὶ πλῶς ἐστιν ὕλη, ἣν αὐτὴν μὲν ὑφεστάναι καθ’ αὐτὴν ἀδύνατον τῷ πᾶν τὸ οὕτως ὃν σῶμά τι εἶναι καὶ σύνθετον, ὡς προείρηται. ὅσα δὲ ἀεὶ σὺν εἴδει τινὶ χωρίζεται αὐτοῦ τῇ νοήσει μόνῃ, οὕτως ἔχουσα πρὸς τὰ τῶν ἁπλῶν σωμάτων εἴδη, ὡς ὁ κηρὸς ἔχει πρὸς τὰ σχήματα. ὡς γὰρ ἀναγκαῖον μὲν πάντα τὸν λαμβανόμενον κηρὸν εἶναι μετὰ σχήματος (ἀδύνατον γὰρ ἀσχημάτιστόν τινα κηρὸν λαβεῖν· οὐ μὴν τὸ κηρῷ εἶναι τὸ εἶναι μετὰ τοιοῦδέ τινος σχήματος· εἰ γὰρ ἦν ἐν τῇ οὐσίᾳ τοῦ κηροῦ ἀφωρισμένον σχῆμά τι, οὐκέτ’ ἂν ἣν κηρὸς ὁ μὴ μετὰ τούτου, μετ’ ἄλλου δέ τινος ὢν σχήματος), οὕτως δὲ καὶ ἡ κυρίως ὕλη πρὸς τὰ εἴδη τῶν φυσικῶν τε καὶ ἁπλῶν ἔχει σωμάτων. οὔτε γὰρ χωρὶς αὐτῶν τινος οἴα τε ὑποστῆναι οὔτε μετά τινος αὐτῶν τὸ εἶναι αὐτῇ. ἦν γὰρ ἂν οὕτως οὔτε πλῆ καὶ ἀσώματος οὔτε ἄλλου τινὸς ἔτι τῶν ἁπλῶν σωμάτων ὕλη τῷ φθείρεσθαι αὐτὴν ἐν τῇ τοῦ οἰκείου εἴδους ἀποβολῇ. οὐ μόνον δὲ τὴν τοιαύτην ὕλην ἀδύνατον αὐτὴν καθ’ αὐτὴν ὑποστῆναι, ἀλλ’ οὐδὲ τὸ ἐν αὐτῇ γινόμενον εἶδος. καὶ μᾶλλόν γε τὸ εἶδος τοῦτο τῆς ὕλης πέπονθεν. ἐπὶ μέν γὰρ τῆς ὕλης, εἰ καὶ μὴ ἡ κυρίως ὕλη οἵα τε καθ’ αὐτὴν εἶναι, ἀλλ’ ἥ γε ἐν τοῖς συνθέτοις σώμασιν ὕλη προσεχὴς λαμβανομένη οὐκ οὖσα μὲν ἁπλῶς ὕλη, τοῦδε δέ τινος ὕλη, καὶ καθ’ αὑτὴν ὑφέστηκεν (ἡ γοῦν ἐν τοῖς κατὰ τέχνην γινομένοις ὕλη τοιαύτη), τῶν δὲ εἰδῶν τῶν ἐν ὕλῃ γινομένων οὐδὲν οἷόν τε καθ’ αὐτὸ ὑποστῆναί ποτε, οὔτ’ ἂν ᾖ σώματος ἁπλοῦ οὔτ’ ἂν συνθέτουι; τὰ γοῦν εἴδη τὰ γινόμενα κατὰ τὰς τέχνας ἐν ταῖς ὑποκειμέναις ὕλαις ἀχώριστα αὐτῶν, καίτοι [*](wird, Form, d. i. dasjenige wodurch, wenn es an ihr [der Hyle] entsteht, sie aus dem Zustand des Mangels, der Privation, des Vermisstwerdens in die Gestalt und die Natur ubergeht 11 ὡς γὰρ] und wie 14 ἀφωρισμένον] berihrend oder anlangend οὔτε μετὰ—εἶναι αὐτῇ] ihre Qualitat, Wesen [besteht] nicht [darin], [dass sie] in einer Form mit Ausschluss einer [andern Form] vorhanden sei] 23—24 προσεχὴς λαμβανομένη] die nur approximative genommen wird 27 οὔτ’ ἂν—συνθέτου] nicht wenn sie eines einfachen Korpers entblosst ist, und nicht wenn sie eines zusammengesettten Korpers entblosst (abstrahirt?) ist) [*](2 αὑτῆς scripsi: αὐτῆς Va fortasse λεγομένην ⟨ὕλην⟩ cf. int. hebr. 3 προηγουμένης a 4 τὸ μὲν γὰρ κτλ.] quod attinet ad id subiectum, quod in compositis corporibus inest, eorum materia et q. s. cf. 128 v 43 πᾶν γὰρ σύνθετον εἶναί τε καὶ ἐνεργεῖν λεγόμενον καθ᾿ ἑκάτερον τῶν ἐν τῇ συνθέσει, .καθὸ μὲν πρῶτόν ἐστί τε ὅ ἐστι καὶ ἐνεργεῖ τὰς οἰκείας ἐνεργείας, τοῦτο ἕξις τε καὶ εἶδός ἐστιν αὐτοῦ cf. lnd. s. v. anacoluthon 8 ὐφεστᾶναι a 9 ἀεὶ et αἰεὶ variare solet V αὐτοῦ] οῦ in lit. V 14 ἀφορισμένου a 17 οἶάτε Va 18 αὐτῇ a: αυτη V 19 τῷ V: τὸ a 23 οἶάτε a 27 ᾖ scripsi: ἦ a: ἡ V)
5
δυναμένων ἐκείνων καὶ χωρὶς τούτων ὑφεστάναι. τὸ μὲν οὖν κατὰ τέχνην γινόμενον εἶδος οὐκ οὐσία, ὅτι μηδὲ ἡ τέχνη (τέχνη γὰρ καὶ τὸ τοιοῦτον ἕδος, ὡς προείρηται), τὸ δὲ κατὰ φύσιν οὐσία, ὅτι καὶ ἡ φύσις οὐσία, τὸ δὲ τοιοῦτον εἶδος φύσις. τοῦ γὰρ πυρὸς ὄντος φυσικοῦ τε καὶ πλοῦ σώματος εἶδος μὲν ἡ θερμότης καὶ ἡ ξηρότης καὶ ἡ ἐκ τούτων τε καὶ ἐπὶ τούτοις γεννωμένη κουφότης, ὕλη δὲ τὸ τούτοις ὑποκείμενον, ὃ κατὰ τὴν αὑτοῦ φύσιν οὐδὲν ὂν τούτων ὁμοίως τούτων τε καὶ τῶν ἐναντίων αὐτοῖς ἐστιν ἐπιδεκτικόν (δι’ ἣν φύσιν αἱ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα γίνονται μεταβολαί). ὧν οὐδέτερα μέν ἐστι σῶμα, τὸ δὲ ἐξ αὐτῶν ἤδη σῶμά τε καὶ πῦρ ἀρχὴν παρὰ τῆς φύσεως καὶ τῆς κατὰ τὸ εἶδος οὐσίας ἔχον τῆς εἰς τὸ ἄνω κινήσεως τὴν κουφότητα· ἥτις κουφότης εἶδός τε καὶ φύσις οὔσα τοῦ πυρὸς αὐτὴ μὴ κινουμένη. πῶς γὰρ ἂν κουφότης αὐτὴ καθ’ αὐτὴν κινηθείη ποτ’ ἂν ἄλλου τι οὖσα καὶ οὐ καθ’ αὐτήν; δύναμις μὲν γάρ τις ἡ κουφότης τοῦ ἔχοντος αὐτὴν σώματος· οὐδεμία δὲ δύναμις χωριστὴ τοῦ δυναμένου. διὸ καὶ οὐ κινουμένη καθ’ αὐτὴν τῷ ἔχοντι αὐτὴν σώματι αἰτία τῆς ἐξ αὐτοῦ γίνεται κινήσεως καὶ κατὰ τοῦτο λέγεται τὸ ἔχον αὐτὴν σῶμα κινεῖν, ὅτι διὰ ταύτης τε καὶ κατὰ ταύτην αὐτῷ τὸ κινεῖσθαι οὖσαν αὐτοῦ δύναμίν τε καὶ φύσιν. σῶμα μὲν οὖν οὐδέτερόν ἐστιν, ἐξ ὧν πρώτων τὸ πλοῦν ἐστι σῶμα. οὔτε γὰρ ἡ ὕλη σῶμα· πᾶν μὲν γὰρ σῶμα ἀπιόν τε καὶ μετ’ ἐναντιώσεως τινος, ἡ δὲ ὕλη πάσης ἁπτῆς ποιότητος καὶ ἐναντιώσεως ἐκτός ἐστιν, καὶ τὸ μὲν σῶμα ὑφεστός, ἡ δὲ ὕλη εἴδους δεῖται πρὸς τὸ εἶναι. διὰ τοῦτο δὲ οὐδὲ τὸ εἶδος σῶμα, [*](1 ἐκείνων] jene Materien 8 αἱ τῶν ἁπλῶν] der ubrigen 9—12 τὸ δὲ ἐξ—αὐτὴ μὴ κινουμένη] sondern was durch beide entsteht, ist dann ein Korper und das ist Feuer. Oas Princip der Bewegung, welche es seiner Natur und seinem esen nach hat auf dem Wege der Form, namlich der Bewegung nach oben, ist die eichtigkeit. Diese Leichtigkeit ist die Form des naturlichen Feners; sie selbst bewegt sich nicht (ist nicht beweglich?) 15—16 διὸ— αὐτὴν σώματι] Wenn also der Korper sich durch sie bewegt, dessen sie ist 18 αὐτοῦ om. 19 οὗτε γὰρ ἡ ὕλη σῶμα] denn die Hyle ist nicht Korper und di e orm ist nich t Korpe r 20 ἁπτῆς om.) [*](1 ὑφεστάναι ut solet a 2 ὅτι V : ἄρα a μὴ δὲ Va 3 ὅτι V: ἄρα a 4 ἁπλοῦ, σώματος V: ἀπλοῦν σώματος a 6 γενομένη a 7 αὑτοῦ scripsi: αὐτοῦ Va 8 αἱ τῶν V: αὑτῶν a 10 exspectas ἔχει et ἐστι. Sed cf. εἰ γὰρ τὸ ὑποκείμενον αὐτῷ σῶμα τόδε τι ὃν καὶ καθ’ αὐτὸ ὑφίστασθαι δυνάμενον, εἴτε πνεῦμα ὄν, εἴτε ἄλλο τι οὐκ ἔμψυχον, ὃ σωζομένῳ τῷ σώματι τούτῳ προσγινόμενον ἕμψυχον αὐτὸ ἐξ ἀψύχου ποιεῖ, τοῦτ’ ἂν εἴη ἡ ψυχὴ κατ’ αὐτούς 126 r 34 ἀλλὰ μὴν πᾶσα βίαιος κίνησις παρὰ φύσιν καὶ διὰ σωματικῆς ἀντερείσεως γινομένη 126 v 45 ὑφ’ ὧν τρεπομένη πως ὁμοιοτρόπως τῷ ἐκτὸς διαφανεῖ ΙΙ 152 r 41 vid. lnd. s. v. ellipsis 11 in enuntiatis per relativa adnectendis ne atali quidem iteratione abhorret δι’ ἣν—ὧν οὐδέτερα—ἥτις. Cf. ἐστι δὲ παρὰ ταύτας δύναμίς τις . . . ἡ λογική . . , ἣν ἄνθρωπος ἐξαίρετον ἔχων τιμιώτερόν τέ ἐστι ζῷον καὶ τελειότερον, καθ’ ἣν δύναμιν καὶ λογικὸς καλεῖται. ἥτις ἐστι δύναμις 137 v 42 cf. lnd. s. v. pronomen relativum 12 αὐτὴ a: αυτη V 17 ὅτι V: ἄρα a 18 σῶμα] post ω una lit. er. V 19 πρῶτον a fortasse ὕλη σῶμα ⟨οὔτε τὸ εῖδος⟩ cf. int. hebr. 20 πᾶσα a 22 διατοῦτο a)
6
ὅτι μηδὲ τοῦτο οἶόν τε καθ’ αὐτὸ εἶναι τῆς ὕλης ἀχώριστον ὄν, ὡς δέδεικται. οὐσία μέντοι ἑκάτερον αὐτῶν. ὡς γὰρ ἡ ὕλη, οὕτως δὲ καὶ τὸ φυσικὸν εἶδος οὐσία. οὐσίαι γὰρ τὰ μέρη τῆς οὐσίας, μᾶλλον δέ, διότι ἑκάτερον ἐκείνων οὐσία, καὶ τὸ ἐξ ἀμφοῖν οὐσία καὶ μία τις φύσις, οὐχ ὡς τὰ κατὰ τέχνην γινόμενα, ἃ κατὰ τὸ ὑποκείμενόν τε καὶ τὴν ὕλην εἰσὶν οὐσίαι, κατὰ δὲ τὰ εἴδη ποιότητες. οἱ δὲ ἀποροῦντες, πῶς οἶόν τε ἐξ ἀσωμάτων σῶμα γίνεσθαι, οὐκ ἂν ἠπόρουν, εἰ ἐπιστήσαντες αὐτοὺς ἔμαθον, ὅτι πᾶν τὸ γινόμενον τόδε τι ἐκ τοῦ μὴ τοῦτο ὄντος γίνεται. θερμόν τε γὰρ ἐξ οὐ θερμοῦ καὶ ψυχρὸν οὐκ ἐκ ψυχροῦ καὶ λευκὸν οὐκ ἐκ τοιούτου. καὶ γὰρ εἰ ἄλλο τι θερμὸν ὃν αἴτιον τῷδε τῷ γινομένῳ θερμῷ τῆσδε τῆς γενέσεως, ἀλλ’ αὐτό τε τὸ γινόμενον θερμὸν ἐξ οὐ θερμοῦ θερμὸν γίνεται. οὐ γὰρ γίνεται τὸ ὃν ἤδη. ὥστε καὶ εἰ σώματος γένεσιν ὑπυθοῖτό τις, ἀνάγκη τούτῳ λέγειν ἐκ μὴ σώματος αὐτὸ γίνεσθαι. ἀλλ’ ἐπεὶ μή φαμεν ἀπλῶς σῶμα γίνεσθαι (ἀεὶ γάρ ἐστι σῶμα, εἴ γε καὶ ὁ κόσμος ἀίδιος ἀγένητός τε καὶ ἄφθαρτος ὤν), ἔστι δε ἡ γένεσις τοῦδε τοῦ σώματος καί τινος σώματος ἐκ μῆ τοῦδε τοῦ σώματος καί τινος καί τινος ἁπλῶς ἐκ μὴ σώματος. ὡς γὰρ τῇ ἐπινοίᾳ καὶ τῷ λόγῳ τὴν ὕλην τοῦ εἴδους χωρίζομεν οὐκ οὖσαν χωριστήν (τοῦδε μὲν γάρ τινος εἴδους ἐστὶ [*](124r) χωριστή, ἁπλῶς δὲ εἴδους ἀχώριστος ὡς ὁ κηρὸς σχήματος), οὕτως δὲ ἐπινοίᾳ τε καὶ λόγῳ μόνοις καὶ ἡ τοῦ σώματος γένεσίς ἐστιν ὡς σώματος. ἔχον δὲ τό τε πῦρ καὶ τῶν ἄλλων σωμάτων ἕκαστον τὸ εἶναι τοῦτο, ὅ ἐστι, παρά τε τῆς ὑποκειμένης ὕλης καὶ τοῦ εἴδους τοῦ ἐν αὐτῇ, κατὰ τὸ εἰδός ἐστι τοῦτο ὅ ἐστι. τό τε γὰρ πῦρ κατὰ τὸ εἶδος καὶ ἡ γῆ κατὰ τὸ αὐτὸ γῆ, ὁ δ’ αὐτὸς λόγος ἐπί τε ὕδατος καὶ ἀέρος. καὶ γὰρ τούτων ἑκάτερον κατὰ τὸ εἶδός ἐστιν, ὃ εἶναι λέγεται. καθ’ ὃ μὲν γὰρ ἡ πρὸς τὰ ἄλλα ἑκάστῳ ἐστὶν αὐτῶν διαφορά, κατὰ τοῦτο ἕκαστον αὐτῶν ἐστι τόδε τι. κατὰ δὲ τὸ οἰκεῖον εἶδος ἡ πρὸς τὰ ἄλλα ἑκάστῳ διαφορά, εἴ γε ἡ ὕλη καὶ τὸ ὑποκείμενον ταὐτὸν ἐν πᾶσιν αὐτοῖς. κατὰ τὸ εἶδος ἄρα ἕκαστον αὐτῶν ἐστι τοῦτο ὅ ἐστιν. εἰ δὲ καθ’ ὅ ἐστιν ἕκαστον τοῦδ’ ἐστιν, τοῦτ’ ἔστιν αὐτοῦ τελειότης (ἐν ᾦ γὰρ γενόμενον τὸ γινόμενον ὡς [*](3 μᾶλλον δὲ] jedoch weil 5 ἃ κατὰ . . κατὰ δὲ] entweder . . oder 6—7 ἐξ ἀσωμάτων] aus nicht Korper 7 οὐκ ἂν—ἔμαθον] wenn sie ihre Seelen nach allen Seiten wendeten und uberlegten, wurden sie wissen 9—11 καὶ ψυχρὸν—θερμὸν γίνεται om. 12 τὸ ὃν ἤδη] welches schon war und vollendet war καὶ om. 13—14 ἀλλ’ —γίνεσθαι] Allein da unser Sagen, dass ein Korper entstehe, nicht schlechtweg gemeint ist 14—15 ἀίδιος— ἄφθαρτος] nicht entstanden ewig unverganglich 15—16 τοῦδε τοῦ σώματος καὶ— γένεσις τοῦ σώματος om. 20 ὡς σώματος om. 23 τό τε—εἶδος] denn durch die Form ist Feuer eue er 29 καθὸ] worin (vodurch)) [*](3 διότι] ι post δ corr. ex ει V 7 ἡ ποροῦν a αὑτοὺς scripsi: αὐτοὺς Va 10 τῷ supra lin. V 11 ἀλλὰ in apodosi vide Ind. 12 γένεσιν σώματος a ὑπόθοιτό a 13 τοῦτο a 20 ἐπινοία a ὡς σώματος V : ὡς ἀσώματος a 23 fortasse πῦρ ⟨πῦρ⟩ cf. int. hebr. 28 καὶ V: κατὰ a ἆρα a 30 τουτέστιν a)
7
γεγονὸς ἤδη καὶ ὡς τετελεσμένον τοῦ γίνεσθαι παύεται, τοῦτο ἡ τελειότης αὐτοῦ· παύεται δὲ τοῦ γίνεσθαι, ὅταν ὁλοκλήρως ἐν τῷ εἴδει γένηται), εὐδεικται. λόγως ἑκάστῳ τῶν σωμάτων ἐν τῷ εἴδει ἡ τελειότης ἂν εἶναι λέγοιτο. ἀλλὰ εἰ κατὰ τὸ εἶδος ἑκάστῳ τῶν τε κατὰ τέχνην συνεστώτων καὶ πολὺ πρότερον ἔτι τῶν κατὰ φύσιν τὸ εἶναι τοῦτο ὅ ἐστι, καὶ τοῦτ’ ἔστιν ἡ ἑκάστου τελειότης, καὶ ἀντιστρέψαντι ἀληθὲς τὸ καθ’ ὃ τὸ εἶναί ἐστιν ἑκάστῳ τῶν ἐξ ὕλης τε καὶ εἴδους συνθέτων, τοῦτ’ εἶναι τὸ εἰδος αὐτοῦ καὶ τὴν τελειότητα.

Οὐ μόνον δὲ παρὰ τοῦ εἴδους τό τε εἶναι ἑκάστῳ καὶ αἱ πρὸς τὰ ἄλλα τὰ ὄντα διαφοραί, ἀλλὰ καὶ αἱ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν διαφοραὶ τοῖς σώμασι γίνονται κατὰ τὰ εἴδη. ποιοῦντα γὰρ καὶ πάσχοντα καθὸ σώματα τὸ τόδε τι ποιεῖν καὶ τόδε τι πάσχειν παρὰ τοῦ εἴδους ἔχει. κατὰ γὰρ τὴν κατ’ εἴδη διαφορὰν καὶ τούτων ἑκάτερον. διὸ καὶ εὐλόγως λέγεται τὸ κατὰ τὰ ἀσώματα ποιεῖν τε καὶ πάσχειν τὰ σώματα. οἷς μὲν οὖν φυσικοῖς σώμασιν ἀπλοῦν τὸ ὑποκείμενον (ἔστι δὲ τοῦτο ἡ κυρίως ὕλη, ἥτις ὑπόκειται τοῖς ἁπλοῖς τε καὶ πρώτοις σώμασιν, ἃ στοιχεῖα τῶν ἄλλων ἐστὶ σωμάτων), τούτων ἀπλοῦν καὶ τὸ εἶδος καὶ ἡ φύσις. διὸ καὶ μιᾶς τε καὶ ἁπλῆς κινήσεως τούτοις ἡ φύσις αἰτία. εἰ γὰρ ἡ φύσις ἀρχὴ κινήσεως, εἴη ἂν καὶ ἡ πλῆ φύσις ἁπλῆς ἀρχὴ κινήσεως. ἡ δὲ ἁπλῆ καὶ κυρίως μία. διὸ ἢ ἄνω τι τούτων μόνον ἢ κάτω μόνον κατὰ τὴν αὐτοῦ κινεῖται φύσιν. οἷς δ’ οὐκέθ’ ἀπλοῦν τὸ προσεχῶς ὑποκείμενον, ἀλλ’ ἔστιν ἤδη σῶμά τι καὶ σύνθετον (πᾶν γὰρ σῶμα σύνθετον τοιοῦτον), ἐν τούτοις καὶ τὸ εἶδος ποικιλώτερόν τε καὶ τελειότερον, καὶ ἡ φύσις τούτων τοιαύτη. καὶ εὐλόγως· συντελεῖ γάρ τι πρὸς τὸ τούτων εἶδος καὶ τὸ εἶδος τὸ ἐν [*](1 παύεται] in einer Grenze [ist] 2 ὅταν—γένηται] wenn sich die Form uber das anze verteilt 4—5 τῶν τε κατὰ τέγνην—φύσιν] der Korper, deren Bestand durch die Kunst und um ihretwillen die naturlichen Korper benannt werden. [P et p in mg.: Es spricht Samuel der Uetbersetzer: ich wollte die 4 beceichneten Wo Vorter wären nicht geschaffen. Ich Kann mich in Keiner We eise uber das Verstandniss derselben beruhigen. Aber so fand ich und so habe ich gelassen. Man Konnte auch das Wort ,,sie wserden genennt“ ubersetzen: ,,sie werden herausgebracht“ oder ,,sie verdon“. Ich mochte in keiner We eise entscheiden] 6 τὸ εἶναι] das Etwas sein 9 τό τε εἶναι] seine Vualitat 11—13 ποιοῦντα—ἑκάτερον] Denn im Thun und eiden der Korper wirkt dieser so der andere leidet so von Seiten seiner Form, seil jedes von diesen beiden je nach der Verschiedenheit der Form stattfindet. 17—18 μιᾶς τε καὶ ἁπλῆς κινήσεως] fur eine eiufache Bewegung 19 δὲ] und 21 τὸ προσεχῶς ὑποκείμενον] der Trager, nmlich] im Range des Tragers, der annhernd so genennt sird 22 ἤδη om. 22—23 τοιοῦτον—ποικιλώτερον] die Qualitat eines derartigen unter den Korpern ist mehrgestaltig) [*](1 ἤδη V: εἴδη a 2 εἴδει a: εἴδη V 3 τῷ] τω in lit. V 4 ἑκαστω a 6 ἑκάστω a 9 ,,ὅτι κατὰ τὰ ἀσώματα ποιεῖ καὶ πάσχει τὰ σώματα. σὑ (sic) μόνον V: ,,ὅτι κατὰ τὰ ἀσώματα ποιεῖν καὶ πάσχειν.“ οὐ μόνον a 11 γίνονται] νται in lit. V 20 αὑτοῦ scripsi: αὐτοῦ Va 22 γὰρ supra lineam V 24 πρὸς τὸ τούτων a: πρὸς τούτων V)

8
τῇ ὕλῃ τε καὶ τῷ ὑποκειμένῳ· ἔτι δὲ μᾶλλον τοῦτο, εἰ μηδὲ ἓν εἴη μόνον σῶμα τὸ ὑποκείμενον αὐτῷ, ὃ ἐπὶ τῶν φυσικῶν τε καὶ συνθέτων σωμάτων ἀναγκαῖον. οὐδενὶ γὰρ τούτων ἓν τὸ ὑποκείμενον σῶμα τῶν ἁπλῶν. τοῦ γὰρ ἑνὸς καὶ ἁπλοῦ σώματος ἡ κατὰ φύσιν μεταβολὴ εἰς ἁπλοῦν ἄλλο σῶμα γίνεται. ὥστ᾿ εἴ τι μέλλει παρὰ τὰ ἁπλᾶ σώματα σύνθετόν τι φυσικὸν ἔσεσθαι σῶμα, δεῖ τούτῳ πλείω τῶν ἁπλῶν σωμάτων εἶναι τὰ ὑποκείμενα, ὃ πλῆθος παρὰ τὴν τῶν εἰδῶν τῶν ἐν αὐτοῖς διαφοράν ἐστι πλῆθος, καὶ διὰ τοῦτο τὰ τοιαῦτα σώματα σύνθετα. ᾧ δὴ πλείω καὶ διαφέροντα εἴδη τὰ μετὰ τῆς ὕλης ὑποκείμενα, ἐξ ἀνάγκης τούτου καὶ ἡ φύσις καὶ τὸ εἶδος ποικιλώτερόν τε καὶ τελειότερον, ἑκάστης φύσεως τῶν ἐν τοῖς ὑποκειμένοις αὐτῇ σώμασιν συντελούσης τι πρὸς τὸ ἐπὶ πᾶσιν κοινὸν εἶδος αὐτοῖς. εἶδος γάρ πως εἰδῶν γίνεται τὸ τοιοῦτον εἶδος καὶ τελειότης τις τελειοτήτων. διὸ καὶ οὐ δεῖ θαυμάζειν τὴν ἐν τοῖς φυσικοῖς σώμασιν τῶν εἰδῶν διαφορὰν ἔχοντας αὐτῶν τῆς παραλλαγῆς φανερῶς ἐν τοῖς ὑποκειμένοις τὰς αἰτίας. τό τε γὰρ πλῆθος τῶν εἰδῶν τῶν ἐν τοῖς ὑποκειμένοις αὐτοῖς σώμασιν καὶ ἡ τούτων διάφορος μῖξις τῆς τοσαύτης παραλλαγῆς εὐλόγως ἂν τὰς αἰτίας φέροιτο. εἰ γὰρ ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ εἰς μηδεμίαν διαφορὰν τοῖς γινομένοις ἐξ αὐτοῦ συντελοῦντος (ἡ γὰρ ὕλη τοιοῦτον) ξηρότης καὶ ὑγρότης καὶ θερμότης καὶ ψυχρότης σύνδυο ἐν αὐτῇ γινόμενα τοσαύτης γίνεται διαφορᾶς τοῖς ἐξ αὐτῆς γινομένοις αἰτία, ὡς τὸ μὲν αὐτῶν πῦρ γίνεσθαι, τὸ δὲ ἀέρα, τὸ δὲ γῆν, τὸ δὲ ὕδωρ, καὶ τὸ μὲν βαρύ, τὸ δὲ κοῦφον, τὰ δὲ δευτέρως ἑκάτερον τούτων ἔχειν, πῶς οὐκ εὔλογον καὶ τὰ ἐκ τῆς τούτων ἁπάντων ποιᾶς μίξεως τε καὶ κράσεως γινόμενα σώματα πάμπολυ διαφέρειν ἀλλήλων κατὰ τὰ εἴδη τε καὶ τὰς δυνάμεις τὰς κινητικὰς αὐτῶν; τοῦτό τοι καὶ τὰ δένδρα καὶ τὰ φυτὰ πάντα φυσικὰ ὄντα καὶ σύνθετα σώματα τῶν ἁπλῶν σωμάτων ταῖς κινητικαῖς [*](1—2 ἔτι δὲ μᾶλλον—τὸ ὑποκείμενον αὐτῷ] Die Körper sind also geeigneter zur Vielgestaltung als jene und vollendeter, wenn ihr Träger noch dazu nicht ein Körper allein ist 4"/> γὰρ] indem 5—6 ὥστ’—ὑποκείμενα] Daher muss das (bei dem), was verlangt, dass aus den einfachen Körpern irgend ein natürlicher zusammengesetzter Korper werde, sein Träger von den natürlichen Körpern mehr als ein Körper sein 8—9 ᾧ δὴ—ὑποκείμενα] Derjenige von den Körpern, deren Träger mehr als einer, und die in den Formen, welche mit der Hyle sind, verschieden sind 10—12 ἑκάστης— αὐτοῖς] denn jede der Naturen, die sich an den dieselbe tragenden Körpern finden, trägt etwas bei zum Vorhandensein der Form, welche sich in ihnen allen verbreitet 13 θαυμάζειν] läugnen 13—14 τὴν ἐν—διαφοράν] die Verschiedenheit der Formem, selche sich im Einzelnen in den uatürlichen Körpern finden 16 εὐλόγως] notendiger Veise 24 σώματα] einige von den Körpern 25 τοῦτό τοι] aus dieser Ursache) [*](4 ἁπλοῦ a 5 παρὰ cf. παρὰ τὴν διαφοράν v.7 οὐ παρὰ τὸ πλέον ἢ ἔλαττον ἔχειν γῆς τὸ ἀντιτυπὲς αὐτῷ, ἀλλὰ παρὰ τὴν οἰκείαν φύσιν 148r17 et lnd. 6 τούτῳ scripsi: τούτων Va 8 ᾧ δὴ scripsi: ὡ δὴ V: ὡς δὴ a 12 αὐτδὶς sic V: αὐτῆς a 16 μίξις semper V παλλαγῆς a 19 σὸν δύο V 20 γινόμενα] cf. ἡ δὲ ὁρμή τε καὶ ὄρεξις δραστικὰ μᾶλλον καὶ ποιητικά 137r6 et Ind. s. v. neutrum nonne αἴτια ? 21 αὐτῶν V: αὐτῆς a 23 ποιῆς a 25 τοῦτό τοι cf. τοῦτό τοι καὶ ἐν τοῖς φόβοις κτλ. 141r 1)
9
δυνάμεσιν πλεῖστον ὅσον διαφέρει. τὰ μέν γε μιᾶς καὶ ἁπλῆς κινήσεως ἀρχὴν ἐν αὐτοῖς ἔχει, τούτων δὲ ἕκαστον ἐν αὐτῷ καὶ τοῦ τρέφεσθαι τὴν ἀρχὴν ἔχει καὶ τῆς ἐπὶ πάσας τὰς διαστάσεις κατὰ τὴν αὔξησιν κινήσεως. ἔχει δὲ δύναμιν καὶ τοῦ γεννᾶν ἕκαστον αὐτῶν ὅμοιον αὑτῷ. ἔχοντα δὲ τὰ φυτὰ κοινὰ πάντα ταῦτα πλεῖστον ὅσον ἀλλήλων πάλιν κατ’ εἶδος διαφέρει τῷ τὴν ὕλην τε καὶ τὴν τῆς ὕλης τῆς ὑποκειμένης αὐτοῖς μῖξίν τε καὶ κρᾶσιν εἶναι διαφέροντα. τά τε γὰρ δένδρα ἀλλήλων πλεῖστον κεχώρισται καὶ πολὺ πλέον ἔτι τῶν λαχάνων καὶ αὐτῶν φυτῶν τε καὶ φυσικῶν 124 v καὶ συνθέτων ὄντων σωμάτων. ἀλλὰ καὶ τούτων αὐτῶν πρὸς ἄλληλα πάλιν πλείστην ὁρῶμεν οὖσαν διαφοράν, ἧς οὐκ ἄλλη τις αἰτία τῆς προειρημένης. καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἤδη καὶ ἡ τοιαύτη τελειότης ἡ πρώτη δύναμις ψυχῆς. εἰ γὰρ πᾶν τὸ ζῶν ζῇ κατὰ ψυχήν, τὰ δὲ φυτὰ ζῇ, εἴ γε ζῆν ἐστι τὸ δι’ αὐτοῦ τρέφεσθαι καὶ αὔξεσθαι, τὰ φυτὰ ἂν ψυχὴν ἔχοι, καὶ εἴη ἂν ψυχὴ τὸ εἶδος αὐτῶν. ὥσπερ δὲ ἐπὶ τῶν ἁπλῶν σωμάτων τὸ εἶδος οὐ κατὰ τὴν ἐνέργειαν τὴν ἀπὸ τῆς δυνάμεως ἐστιν, ἀλλὰ κατὰ τὴν δύναμιν, ἀφ’ ἧς ἡ ἐνέργεια (οὐ γὰρ τὸ κάτω φέρεσθαι τῆς γῆς ἦν ἡ φύσις, ἦν γὰρ οὐδὲν ἧττον γῆ καὶ μένουσα, ἀλλ’ ἡ δύναμις, ἀφ’ ἧς αὐτῇ τὸ κάτω φέρεσθαι, ὅπερ ἡ βαρύτης ἦν, καὶ ἔστιν ἑκάτερον μὲν τελειότης, τε βαρύτης, εἴ γε εἶδος, ἥ τε κατὰ ταύτην ἐνέργεια, εἴ γε τελειότητές τε τῶν ἕξεών τε καὶ δυνάμεων αἱ ἀπ’ αὐτῶν ἐνέργειαι, πρώτη μέντοι ἡ κατὰ τὸν χρόνον προυφισταμένη, ἐν οἷς ἄμφω γίνεται, ἡ κατὰ τὴν ἕξιν τε καὶ τὴν δύναμιν τελειότης τῆς κατ’ αὐτὴν ἐνεργείας), οὕτως ἔχει καὶ ἐπὶ τῶν συνθέτων σωμάτων. εἰ δὴ οὐχ αἱ ἀπὸ τῶν δυνάμεων ἐνέργειαι τὰ εἴδη, ἀλλ’ αἱ δυνάμεις, αἳ διὰ τὸ προὺφίστασθαι τῶν ἀπ’ αὐτῶν ἐνεργειῶν πρῶταί τε καὶ πρὸ ἐκείνων εἰσίν, εἴη ἂν καὶ τῶν φυτῶν εἶδός τε καὶ ψυχὴ ἡ πρώτη τελειότης. τούτων τοίνυν ὁμολογουμένων τε καὶ κειμένων, οὐκ [*](7 κεχώρισται] unterscheidet sich 9 τούτων αὐτῶν] auch die Krauter selbst 16—17 οὐ γὰρ—φύσις] denn es ist nicht die Natur der Crde [p. des Steines] dass sie sich nach unten beuge 17—18 ἀλλ—βαρύτης ἦν] sondern die Kraft . . . ist die Schwere 19 ἥ τε βαρύτης] ich meine die Schwere 20—22 πρώτη—ἐνεργείας] nur dass die Vollendung, welche in Erwerbung und Kraft, der Zeit nach die erste, und ihr Vorhandensein an den Dingen, in welchen beide ustnde gleich [vorhanden sind], vorangeht der Vollendung, welche in actu durch die werbung und die Kraft 2—26 οὕτως ἔχει —τελειότης] ebenso ist die Form in den zusammengesetzten Korpern . nicht dis Wirkungen, welche von den Kraften [kommen]; sondern die Krafte gleichfalls, veil ihre Existenz der der Wirkungen vorangeht, welche von ihnen entstanden, sind erste, diesen [den Wirungen] vorangehende; daher ist die Form der Pflanze und ihre Seele gleichfalls die erste Vollendung.) [*](2 ἐν αὑτοῖς scripsi: ἐν αὐτοῖς V: ἐν αὐτοῖς om. a αὑτῷ scripsi: αὐτῷ Va 4 δε V γεννᾷν a αὑτῷ scripsi: αὐτῷ Va 5 ταῦτα πάντα a 7 κράσιν V ut solet 11 τὸ τοιοῦοῦτον diphthongo in initio versus repetita, τὸ et t infra lineam V: τὸ τοιοῦτο a 13 αὑτοῦ scripsi: αὐτοῦ Va 15 ἀπο V 18 αὐτῇ a: αυτη V τὸ om. a ὅπερ] cf. ὅπερ ἐστὶν ἡ κουφότης 126 v31 ὅπερ ἦν ἡ ἁρμονία 147 v 14 et saepe. ἦν ἐστιν καὶ ἔστιν a 20 fortasse μέντοι καὶ κατὰ cf. v. 25 πρῶταί τε καὶ πρὸ ἐκείνων 22 τὴν om. a 23 δὲ a 24 αἳ scripsi: αἱ Va 25 εἴη ἂν a: εἴ ἂν V 26 ὁμολογουμένων] vide Ιnd.)
10
οἶμαί τινα ἀμφισβητήσειν, ὡς οὐχὶ καὶ τὸ ζῷον φυσικόν ἐστι σῶμα καὶ σύνθετον, ἐκ ψυχῆς καὶ σώματος συγκείμενον. εἰ δὲ σῶμα ὃν ἐκ τούτων τὸ εἶναι ἔχει, πᾶν δὲ σῶμα ἐξ ὕλης τε καὶ εἴδους σύνθετον. δῆλον ὡς καὶ τούτων τὸ μὲν ὕλη τοῦ ζῴου, τὸ δὲ εἶδος ἔσται. ἔστι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων περὶ τῶν φυτῶν δῆλον τὸ τὴν ψυχὴν τὸ εἶδος εἶναι. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ κατ’ ἀρχὰς ἡμῖν τῶν λόγων δεδειγμένου τοῦτο γνώριμον. ἦν γὰρ κείμενον τὸ καθ’ ὃ ἑκάστῳ τὸ εἶναί ἐστι, τοῦτ’ εἶναι τὸ εἰδὸς αὐτοῦ καὶ τὴν τελειότητα. τῷ δὲ ζῴῳ ἐστὶ τὸ εἶναι ζῴῳ κατὰ τὴν τοιάνδε ψυχήν (τὴν γὰρ αἰσθητικήν), ταύτῃ γὰρ τῶν ἄλλων ἀπάντων ἃ μὴ ζῷά ἐστι τὸ ζῷον διαφέρον ζῷόν ἐστιν. εἶδος ἄρα ἐν τῷ ζῴῳ ἡ ψυχὴ τοῦ σώματος, εἴ γε ἐν πᾶσιν τοῖς σώμασιν τὰ εἴδη τῆς ὑποκειμένης ἐν αὐτοῖς ὕλης ἐστὶν εἴδη, τοσούτῳ τελειότερον ἡ ψυχὴ εἰδὸς οὖσα τῆς ἐν τοῖς φυτοῖς, ὅσον ἡ ἐν ἐκείνοις ψυχὴ τῶν εἰδῶν τῶν ἐν τοῖς ἀπλοῖς τε καὶ πρώτοις σώμασιν. καὶ αἱ κατὰ τὴν αἰσθητικὴν δὲ ψυχὴν πάλιν διαφοραὶ τὴν αὐτὴν ἀναλογίαν σώζοιεν ἂν πρὸς ἀλλήλας, ἦν εἶχεν τὰ μὲν τῶν ἁπλῶν σωμάτων εἴδη πρὸς τὴν τῶν φυτῶν ψυχήν, αὕτη δὲ πρὸς τὴν αἰσθητικήν, καὶ τῆς ἀνάλογον αὐτοῖς διαφορᾶς αἰτία ἡ τῶν ὑποκειμένων αὐτοῖς σωμάτων κατά τε πλῆθος καὶ κατὰ ποιὰν κρᾶσίν τε καὶ μῖξιν καὶ σύστασιν διαφορά. καὶ εὐλόγως· εἰ γὰρ ἡ ἀρχὴ οὐχ ἥμισυ μόνον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ παντὸς μέρος, καὶ ἡ κατὰ τὰς ἀρχὰς διαφορά. κἂν ἢ βραχεῖα, μεγάλης ἂν εὐλόγως γίνοιτο διαφορᾶς αἰτία. καὶ τοῦτο δῆλον καὶ ἐκ τῶν κατὰ τὰς ὁδοὺς ἐκτροπῶν. βραχεῖα γὰρ ἐν ταύταις παραλλαγὴ πολλάκις αἰτία τῆς ἐπὶ τοὺς πλεῖστον ἀλλήλων διεστῶτας τόπους κινήσεως. ἀρχὴ δὲ καὶ ἡ προσεχὴς ἑκάστῳ τῶν γινομένων ὕλη. ὥστε καὶ ταῖς ταύτης διαφοραῖς τὴν τῶν γινομένων ἐπ’ αὐταῖς εἰδῶν διαφορὰν εὔλογον ἕπεσθαι. οὐ γὰρ πᾶσα ὕλη τῆς αὐτῆς τελειότητός ἐστιν ἐπιδεκτική. οἷς μὲν οὖν τὴν ἀρχὴν τὸ ὑποκείμενον οὐδέπω σῶμα, τούτων καὶ τὸ εἶδος ἁπλούστερον· οἷς δὲ τὸ ὑποκείμενον σῶμά τε καὶ τοῦτο σύνθετον καὶ ἔχον μέρη διάφορα, ὡς ἄλλο πρὸς ἄλλην ἐνέργειαν εἶναι χρήσιμον, τούτων δὲ καὶ τὸ [*](3 δὲ] om. δῆλον] also ist es klar 5 οὐ μὴν ἀλλὰ om. 6 τοῦτο] dasselbe 12 τοσούτῳ τελειότερον ὅσον] nur ist sie vollendeter gemass der Erhabenheit 14 πάλιν om. 15 ἣν εἶχεν] welche wir angab en als bestehend 21 εὐλόγως] und das ist notwendig so 22 παραλλαγή] Abweichung und Ablenkung 24 προσεχὴς—ὕλη] die Hyle, welche die nacthste ist fur jedes der entstandenen Dinge 26 ἐπιδεκτική] es passt dass an ihr genehen werde 27 οὖν] denn 28 σύνθετον] addit: aus den Korpern) [*](2 σῶμα ὃν a 4 ζώου a ut semper 7 respicit p. 6,25 sq. de imperfecto v. Ind. 9 γὰρ i. e. λέγω cf. lnd. ταύτη a 11 ἄγε a 12 τοσούτω V : τοσοῦτο a 15 σώζοιεν πάλιν ἂν a 17 ἀνάλογον V: ἀναλόγου a, at cf. δύναμις ἀνάλογον ἔχουσα 127 v 15 αἴσθησις ἀνάλογον ἔχουσα 130 r 47 ὡς εἶναι τὰ εἴδη τῶν ὀσφραντῶν ἀνάλογον τοῖς τῶν χυμῶν εἴδεσιν 132 2 v 9 (ψυχῆς δυνάμεις) ἀνάλογον ἔχουσαι 137 r 8. plura vide in lnd. αὐτῆς a 18 κρᾶσιν a: κράσιν V 20 κᾂν ut saepe a 22 βραχεία a 25 αὐταῖς] αι in lit. V: αὐτῆς a)
11
εἶδος μετὰ δυνάμεων πλειόνων, ἅτε ὂν εἶδος καὶ τελειότης ὀργανικοῦ τε καὶ ποικίλου σώματος· διὸ τοῦ τοιούτου σώματος εἶδος ἤδη ἡ ψυχή. ἀλλ’ ἡ μὲν ἁπλουστέρα, ἧς καὶ τὸ σῶμα τὸ ὀργανικὸν ἁπλούστερον, ἡ δὲ ἐκ πλειόνων δυνάμεων καὶ τελειοτέρα, ἧς καὶ τὸ ὑποκείμενον σῶμα, οὖ ἐστιν εξδος ἡ τοιάδε ψυχή, ποικιλώτερόν τε καὶ ὀργανικώτερον. εἰ δέ τῳ δοκεῖ αὐτόθεν ἀκούσαντι παράδοξον εἶναι τὸ τὴν ψυχὴν εἶδος εἶναι λέγειν τοῦ τοιούτου σώματος καὶ φύσιν, ὡς τοῦ πυρὸς τὴν κουφότητα, εἰς τὴν τῶν σωμάτων ἀπιδών διαφοράν, ὧν ταῦτα εἴδη, καὶ τὴν ἐν τοῖς ἐμψύχοις σώμασιν ἰδών κατασκευὴν ἀμύθητον ὅσον διαφέρουσαν τῆς τῶν πλῶν σωμάτων, οὐκ ἂν ἔτι παράδοξα λέγειν τοὺς οὕτω λέγοντας ὑπολαμβάνοι, εἴ γε μὴ παράδοξον, ἀλλὰ παντὸς μᾶλλον εὔλογον, τὸ ἣν ἔχει τὰ ὑποκείμενα τοῖς εἴδεσιν σώματα ἀναλογίαν πρὸς ἄλληλα, ταύτην καὶ τὰ εἴδη αὐτῶν σώζειν πρὸς αὐτά.

Ὅτι γὰρ εἶδος ἡ ψυχή, καὶ ὧδε ἂν δεικνύοιτο. ὁμολογεῖται τὸ ζῷον ἐκ ψυχῆς εἶναι καὶ σώματος. ἔκ τινων δὲ εἶναί τι λέγεται ἤτοι ὡς ἐκ μερῶν σωζομένων ἐν τῷ ὅλῳ καὶ τοιούτων, εἰς ἃ καὶ διαιρεῖται, ὡς τὴν οἰκίαν λέγομεν ἐκ πλίνθων, ἢ ὡς τὸ κεκραμένον ἔκ τινων, ὡς τὸ μελίκρατον (τοῦτο γὰρ ἐξ ὕδατος καὶ μέλιτος εἶναί φαμεν, εἰς ἃ οὐκέτι τὸ μέλικρατον διαιρεῖται τῷ μήτε σώζεσθαί τι αὐτῶν μήτε μετὰ τὴν κρᾶσιν ἔτι τὴν αὐτῶν φυλάσσειν φύσιν), ἢ ὡς ἐξ ὕλης τε καὶ εἴδους, ὡς τὸν ἀνδριάντα λέγομεν ἐκ χαλκοῦ τε καὶ σχήματος. κατὰ τούτους δὴ τοὺς τρόπους τοῦ ἔκ τινων εἶναι λεγομένου καὶ τὸ ζῷον ἂν ἐκ ψυχῆς καὶ σώματος [*](125r) [*](1 μετὰ— πλειόνων] eingerichtet fur (entsprechend) versrhiedene Krafte 2 διὸ om. 4 τελειοτέρα] hebr. vertit τελειοτέρων ὑποκείμενον om. 5—9 εἰ δέ τῳ—κατασκευὴν] Venn aber jemand, der gehort hat, was wir hier gesagt haben, dass [nämlich] die Seele furwahr eine Form fur einen derartigen Korper und eine Natur desselben sei, wie die Leichtigkeit im Verhaltniss zum Fouer, glauben sollte, dass das Ketzerei sei, SO wird er, wenn die Verschiedenheit der Korper betrachtet wird, denen diese Form gehort, und wenn die Einrichtung in den beseelten Korpern bedacht wird, und er sieht 12—13 ταύτην— πρὸς αὐτά] ganz dasselbe Verhältniss ist vischen ihren Formen, [namlich] der einen zur andern 14 γὰρ] aber καὶ ὧδε ἂν δεικύοιτο] die Εrlautelich] rung davon kann auch von der folgenden Seite aus begriffen werden ὁμολογεῖται] namlich davon dass zugegeben [worden] 16 καὶ—ὡς] so dass es [das Ganze] in sie geteilt werden kann, wie 17 ἐκ πλίνθων] aus Ziegeln und Steinen 19 τῷ μήτε . . μήτε] denn keines bleibt — noch bewahren sie) [*](1 ὃν Va 2 ποικίλου a 3 τὸ post σῶμα om. a 5 ποικιλώτερόν a δς V τω a 6 αὐτόθεν] cf. περὶ κράσεως καὶ αὐξήσεως 142 v 53 : αὐτόθεν ἤδη προσπίπτει τὸ μὴ σῶμα εἶναι τὸ σῶμα δεδεγμένον 7 καὶ φύσιν V : καὶ παρὰ φύσιν a, cf.3,20 τὸ οὕτως γινόμενον εἶδος ἡ φύσις 11 ἢν ἔχη a 13 fortasse πρὸς ἄλληλα vide int. hebr. et cf. οὐ σώζουσιν οἱ οὕτως λέγοντες τὴν τοῦ εἴδους ἀναλογίαν τοῦ ἐν τῷ ζῴω πρὸς τὰ εἴδη τά τε τῶν ἁπλῶν σωμάτων καὶ τὰ τῶν γινομένων κατὰ τέχνην 126 v 27 14 ,,Ἀρχὴ τῆς ἀποδείξεως. ὅτι εἶδος ἡ ψυχή.“ ὅτι γὰρ V (ἀρχὴ—ψωχὴ in marg.) a: ,,ἀρχὴ τῆς ἀποδείξεως.“ ὅτι γὰρ K 15 ἐκ τινῶν V 16 καὶ τούτων Ka 17 οἰκίαν] ι corr. ex ει V κεκραμένον a 19 μήτε . . . μήτε scripsi: μὴ δὲ . . . μὴ δὲ V Ka κράσιν V 20 αὐτῶν V a ἀνδριάνδα a)

12
εἴη κατά τινα τούτων τῶν τρόπων. ἀλλ’ οὔτε κατὰ τὸν πρῶτον οἷόν τε (παράθεσις γὰρ ἔσται ψυχῆς τε καὶ σώματος, οὕτως δὲ οὐκέτ’ ἂν εἴη τὸ σῶμα διόλου ἔμψυχον, ἔσται τε εἰ οὕτως ἔχοι οὐκ εἰς τὸ ποιόν, ἀλλ’ εἰς τὸ ποσὸν ἡ ψυχὴ τῷ ζῴῳ συντελοῦσα), ἀλλ’ οὐδὲ κατὰ τὸν δεύτερον. οὐ γὰρ φθειρομένης τῆς ψυχῆς τε καὶ τοῦ σώματος ἡ τοῦ ζῴου γένεσις ὡς τῶν γινομένων ἐκ κράσεως τινων. λείπεται τοίνυν οὕτω λέγειν συγκεῖσθαι τὸ ζῷον ἐκ ψυχῆς τε καὶ σώματος, ὡς ἐξ ὕλης καὶ εἴδους. ὅτι δὲ εἰδος ἡ ψυχὴ τοῦ σώματος καὶ οὐκ οὐσία τις αὐτὴ καθ’ αὑτήν, μάθοι τις ἂν καὶ ἀπὸ τῶν ἐνεργειῶν αὐτῆς. οὐ γὰρ οἷόν τε ἐνέργειάν τινα ψυχικὴν γενέσθαι χωρὶς σωματικῆς κινήσεως, ὥσπερ οὐδὲ κατὰ τὰς φυσικὰς ῥοπὰς φοράν, ὡς τοῦ σώματος ἐνεργοῦντος αὐτὰς κατὰ τὴν δύναμιν τὴν ἐν αὐτῷ. τό τε γὰρ τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ γεννᾶν οἷον αὐτὸ γίνεται μὲν κατὰ δύναμιν ψυχικήν, αἱ δὲ κινήσεις τοῦ σώματος. ἀλλὰ καὶ αἰσθάνεται τὸ ζῷον διὰ τῶν αἰσθητηρίων σωμάτων ὄντων, αἵ τε ὀρέξεις αὐταὶ φανερῶς κινουμένου τινὸς γίνονται σώματος. αἵ τε γὰρ ἐπιθυμίαι καὶ οἱ θυμοί τε καὶ ὀργαὶ ἐν τοῖς ζῴοις τοῦτον γίνονται τὸν τρόπον. ἀλλὰ καὶ ἐν τοῖς φόβοις τοῦ σώματος ἡ ἀλλοίωσίς τε καὶ συστολή. καὶ ἡ φαντασία δὲ διὰ σώματος, εἴ γε ἤρτηται τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ὡς δειχθήσεται. ὅτι δὲ καὶ ἐν ταῖς ὁρμαῖς σῶμά ἐστι τὸ κινούμενον, οὐδεὶς ἂν ἀντείποι. καὶ τὸ φρονεῖν δέ, εἰ μὴ ἄνευ φαντασίας γίνεται, καὶ αὐτὸ ἂν εἴη γινόμενον διὰ σώματος. εἰ δὲ μηδεμίαν οἷόν τε ψυχῆς ἐνέργειαν χωρὶς σωματικῆς λαβεῖν κινήσεως, δῆλον ὡς τοῦ σώματός ἐστί τι καὶ ἀχώριστος αὐτοῦ. μάτην γὰρ ἂν εἴη χωριστὴ μηδεμίαν τῶν οἰκείων ἐνεργειῶν καθ’ αὐτὴν ἐνεργῆσαι δυναμένη. δηλοῖ δὲ τὸ εἶδος αὐτὴν εἶναι τοῦ σώματος καὶ τὸ κατὰ τὰς τοῦ σώματος ἐπιτηδειότητας καὶ τὰς κατ’ αὐτὴν κινήσεις γίνεσθαι. [*](2 παράθεσις] Anreihung und Anordnung, sed addit: dean wenn es so wäre οὕτως δὲ] addit: denn wenn ihr Verhaltniss so ware 3 εἰ οὕτως ἔχοι om. 4 ἀλλ’ om. 6 ἐκ κράσεως om. 7 ὡς ἐξ ὕλης καὶ εἴδους] wie das Ding, selches aus Hyle und orm, wie das A bb bild (??) δὲ om. sed addit ,,furwahr.“ 8 καὶ om. μάθοι τις ἂν] wir wissen 10—11 ὥσπερ—ἐν αὐτῷ] dies ist Klar daraus dass der Leib in natirlichen Bewegungen sich bewegt durch die Kraft, die in ihm ist 13 αὶ—σώματος] Nur dass diese Bewegungen des Korpers sind 14 διὰ— ὄντων] durch die Sinne; die Sinne sind Korper αἵ τε—σώματος] die Βegierde, w elche ihr e b enfalls ange ho rt, ist nur, wenn sich etwas im Leib bewegt 16 ὀργαὶ] Sorge 21 δὲ] also εἰ οἶόν τε λαβεῖν] weil ist 23 οἰκείων om. 25 ἐπιτηδειότητας] addit: fur dieselben κατ’ αὐτὴν] welche sie hat) [*](1—4 οὔτε—ἀλλ’ οὐδὲ] cf. p. 14,5 οὔτε ὡς μέρος οὖσα . . , ἀλλ’ οὐδὲ et οὔτε γὰρ τὸ ἀσώματον σώματι μὴ συμπάσχειν ἀληθές . . . , ἀλλ’ οὐδὲ 146 r 14. 153, a ,29. contra excidit fortasse alterum οὔτε p. 5,19 et, nisi fallor, 146 v 43, et mutandum videtur οὐδὲ οὔτε excipiens p. 146 v 54 in οὔτε 2 τε om. Ka 3 δι᾿ ὅλου V ἔχει Ka εἰς] ἰ in lit. V 5 ζῳου V 7 ὅτι V: ἄρα Ka 9 ψυχικὴν] inter ι et κ paululum erasum V 10 κατ’ αὐτὰς senerus. hoc dicit philosophus: neque anima sine corpore aeque corpus sine anima quidquum apere potest, quia corpus secundum fcultatem insitam, si git, agit 13 τοῦ σώματος scil. εἰσίν 14 αὐταὶ scripsi: αὗται Va 18 ἤρτηται] alterum η in lit. V 20 γίνεται scripsi: γίνηται V: γίνοιτο Ka 25 ἐπιτηδειότητας V: ἰδιότητας Ka)
13
ποτὲ μὲν γὰρ ἰσχυρῶν ὄντων τῶν ἐκτὸς αἰτίων, ἃ ἢ ὀργὴν ἢ φόβον ἢ ἐπιθυμίαν ἤ τι τοιοῦτο πάθος ἄλλο κινεῖν οἶά τε, ἢ οὐδὲν πάσχομεν παντάπασιν ἢ ἐπιπολαίως τε καὶ πρὸς ὀλίγον, ποτὲ δὲ μικρῶν καὶ τῶν τυχόντων τῶν ἐκτὸς ὄντων ὑπερβάλλομεν τοῖς πάθεσιν, ὅταν ὀργᾷ τε καὶ προπαρεσκευασμένον καὶ ἐπιτήδειον πρὸς τὸ πάθος τὸ σῶμα ἢ διά τινα ἔνδειαν ἢ διὰ πλῆθος ἢ διὰ χυμῶν τινων παράθεσιν. καὶ γὰρ ὀργιζόμεθα ῥᾷον χολῆς πλεοναζούσης καὶ φοβούμεθα καὶ λυπούμεθα πολλάκις ἐπὶ τοῖς τυχοῦσιν τῷ τὸ σῶμα ἡμῶν οὕτω πως ἔχειν.

Δεικνύοιτο δ᾿ ἂν εἶδος οὖσα ἡ ψυχὴ τοῦ σώματος καὶ διὰ τοῦ εἶναι μὲν αὐτὴν ἐν τῷ σώματι τοῦ ζῴου πρὸς πάντων ὁμολογεῖσθαι, πλεοναχῶς δὲ τοῦ εἶναι ἔν τινι λεγομένου κατὰ μηδὲν ἄλλο σημαινόμενον τοῦ ἔν τινι τῷ σώματι τὴν ψυχὴν εἶναι δύνασθαι. ἔν τινι γάρ τι εἶναι λέγεται ἢ ὡς εἶδος ἐν γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ἢ ὡς γένος ἐν εἴδεσιν, ὡς τὸ ζῷον ἐν πτηνῷ καὶ πεζῷ καὶ ἐνύδρῳ (ἐν γὰρ τοῖς ἐκ τοῦ γένους ἀντιδιαιρουμένοις ἀλλήλοις εἴδεσιν τὸ εἶναι τῷ εἰς αὐτὰ διαιρουμένῳ γένει), ἢ ὡς μέρος ἐν ὅλῳ, ὡς ἡ χεὶρ ἐν τῷ σώματι, ἢ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν· ὅλον γὰρ τὸ τοῦ ἀνθρώπου σῶμα εἶναι λέγεται ἐν κεφαλῇ καὶ τραχήλῳ καὶ θώρακι καὶ τοῖς ἄλλοις, μεθ’ ὧν τὸ ὅλον ἀναπληροῦται σῶμα. ἔστι τι ἔν τινι καὶ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ, ὡς λέγομεν Δίωνα ἐν ἀγορῇ εἶναι καὶ τὸν οἶνον ἐν τῷ κεραμίῳ. καὶ τὰ συμβεβηκότα δέ τισιν ἐν ἐκείνοις εἶναι λέγεται, ὡς τὸ λευκὸν ἐν τῷ λευκῷ σώματι λέγεται, καὶ τὰ κεκραμένα ἐν τῷ ἐξ αὐτῶν εἶναι κράματι, ὡς ἐν τῷ οἰνομέλιτι τό τε μέλι καὶ ὁ οἶνος. παρὰ τοὺς εἰρημένους τρόπους ἔν τινι εἶναι λέγεται καὶ ὡς εἶδος ἐν ὕλῃ. καθ’ ὃ γάρ τι ἔκ τινων ὃν αὐτὸ τὸ εἶναι ἔχει, τοῦτ’ ἔστι [*](1 ὀργὴν] Sorge (Kummer) 3 καὶ τῶν τυχόντων] schwache 4 ὑπερβάλλομεν τοῖς πάθεσιν] es überwältigen uns ihre Eindruce sehr 4—6 ὅταν ὀργᾷ— ἔνδειαν] Das geschieht wenn sie den Leib treffen, nachdem er von fruherer Zeit her bereit war, passend für das Empfangen des Eindrucks, sei es durch den Mangel 6 παράθεσιν] Ueberhandnehmen und Verbreitung 10 τοῦ ζῴου om. 11 τοῦ εἶναι ἔν τινι] das Ding in einem Dinge videtur igitur non legisse εἶναι] κατὰ μηδὲν ἄλλο] addit: als in jenem 13 ἐν τῷ ζῴῳ] im Lebenden τὸ ζῷον] das Lebende 14—15 ἐν γὰρ—γένει] denn die Existenz der Gattung ist fürwahr in ihren Arten, in welche geteilt zu werden ihre We eise ist, indem einige den anderen gegenüber (═ entgegen) gesetzt [sind] 15—16 ἢ ὡς μέρος—ἐν τῷ σώματι om. 18 σῶμα om. 18—19 ἔστι—τόπῳ] Man sagt auch von den Körpern, dass ein Ding in einen [anderen] Dinge sei entweder in der Weise dessen, das in einem Gefässe ist, oder in der Weise dessen, das in einem Orte ist 19 Δίωνα] Zeid 20—21 καὶ τὰ—εἶναι λέγεται] Man sagt auch in der Weise des Zufalls, dass ein Ding in eiaem Dinge sei 21 λέγεται] ist) [*](3 ἐπιπολαίως K: ἐπιπολέως Va πρὸς ὀλίγον VK: προσολίγον a 6 τινων] τι in lit. V 8 πῶς in lit. V: πως Ka 9 ,,ποσαχῶς τὸ ἔν τινι“. δεικνύοιτο VKa ἡ ψυχὴ οὖσα Ka 11 εἶναι om. Ka 12 fortasse ἐν τῷ σώματι cf. 14, 15 ἐν τοῖς εἴδεσιν ἐν τῷ σώματι et 14, 12, 25. 15, 10 τι εἶναί τι Ka 16. 17 ἡ χεὶρ—εἶναι λέγεται om. K 17 κεφαλῇ] sub ε paulatum erasum V 20 κεραμείῳ K 24 ὂν] ὂν a τουτέστιν a)

14
ὡς εἶδος ἐν ὕλῃ τῷ λοιπῷ. οὕτως ἔχει τὸ μὲν τοιόνδε σχῆμα ἐν τῷ ἀνδριάντι ὄντι ἐκ χαλκοῦ τε καὶ σχήματος, ἡ δὲ βαρύτης ἐν τῇ γῇ οὔσῃ ἐξ ὕλης τε καὶ ταύτης. κατὰ τούτους δὴ τοὺς τρόπους τοῦ ἔν τινι λεγομένου (ὁ γὰρ κυβερνήτης ἐν τῇ νηῒ κατά τινα τῶν προειρημένων ἂν εἴη τρόπον), ἡ ψυχὴ ἐν τῷ σώματι οὖσα οὔτε ὡς μέρος οὖσα αὐτοῦ ἐστιν ἐν αὐτῷ (σῶμά τε γὰρ ἂν εἴη, σῶμα γὰρ τὸ τοῦ σώματος μέρος, καὶ εἰς τὸ ποσὸν ἄν, οὐκ εἰς τὸ ποιὸν τῷ ζῴῳ συντελοῖ· ἔτι τε οὐκ ἂν ἦν πᾶν ἔμψυχον τὸ σῶμα, ἀλλὰ ἑκάτερον αὐτῶν τοῦ ἑτέρου κεχώριστο, εἰ μὴ σῶμα διὰ σώματος οἷόν τε χωρεῖν τε καὶ διιέναι, οὖ οὐδὲ ἐπίνοιαν σχεῖν ῥᾴδιον), ἀλλ’ οὐδὲ ὅλον μέν τι ἡ ψυχή, μέρη δὲ τῆς ψυχῆς τὰ μέρη τοῦ σώματος, ὡς εἶναι τὴν ψυχὴν ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν τοῖς αὐτοῦ. ἀλλ’ οὐδὲ ὡς εἶδος ἐν γένει ἐν τῷ σώματι ἡ ψυχή. οὐ γὰρ γένος τὸ σῶμα τῆς ψυχῆς ἐν ὥ ἐστιν· ἑκάτερον γὰρ αὐτῶν ἕν τι κατ’ ἀριθμόν, τὰ δὲ γένη τε καὶ εἴδη κοινά τε καὶ καθόλου· ἔτι τε σῶμα ἂν ἡ ψυχὴ εἴη. ἀλλ’ οὐδὲ ὡς τὸ γένος ἐν τοῖς εἴδεσιν ἐν τῷ σώματι ἡ ψυχὴ διά τε τὴν προειρημένην αἰτίαν καὶ ὅτι, εἰ ἡ ψυχὴ γένος τοῦ σώματος λέγεται, πᾶν σῶμα ψυχή, ὡς πᾶς ἄνθρωπος ζῷον. ἀλλ’ οὐδὲ τόπος τὸ σῶμα τῆς ψυχῆς· σῶμά τε γὰρ ἂν ἡ ψυχὴ εἴη (πᾶν γὰρ τὸ καθ’ αὐτὸ ἐν τόπῳ σῶμα) καὶ ἔτι τὸ σῶμα τόπος ἔσται. οὕτως γὰρ ἔσται τὸ σῶμα ἢ διάστημά τι κενὸν ἢ πέρας τοῦ περιέχοντος· αὖται γὰρ αἱ περὶ τόπου δόξαι. ἔτι τῷ μὲν τόπῳ οὐδὲν τὸ ὂν ἐν αὐτῷ συντελεῖ πρὸς τὸ εἶναι τοιῷδε, τὸ δὲ ἔμψυχον σῶμα παρὰ τῆς ψυχῆς ἔχει τὰς διαφορὰς τὰς πρὸς τὰ ἄλλα σώματα. [*](125v.) οὐδ’ ὡς ἐν ἀγγείῳ δ’ ἂν εἴη· καὶ γὰρ τὸ ἀγγεῖον τόπος τοῦ ἐν αὐτῷ, διάφορον τοῦ τόπου μόνῳ τῷ συμμεταφέρεσθαι τοῖς ἐν αὐτῷ. ἀλλ’ οὐδ’ ὡς ἐν ὑποκειμένῳ τε καὶ ὡς συμβεβηκὸς ἐν τῷ σώματι ἡ ψυχή· οὐσία [*](1 ὡς om. τῷ λοιπῷ] und das ist das zweite (p: dann ist das eine) von den zwei Dingen woraus das Ding geworden 6 σῶμα] addit: denn venn sie es ware 6— 7 εἰς τὸ ποιὸν συντελοῖ] der Teil wurde sich anlehnen an das Thier [p. var. l. zusammenhangen mit dem Thier] in der Categorie der Qualitat 9 χωρεῖν—διέναι] ubergehen und eintreten 11 τοῖς αὐτοῦ] des Korpers 16 λέγεται] ware 17 ἀλλ’ κτλ.] addit: denn wenn es so ware 18—19 καὶ ἔτι ἔσται] also ware auch γὰρ om. 19 οὗτως nach dieser Analogie 20—21 ἔτι—τοιῷδε] Ferner was in einem Orte ist, tragt zu dem, worin es ist, in Bezug auf das, was es ist, nichts bei, so dass es dieses bestimmte Ding wurde 23 οὐδ’] addit: sie kann nicht im eibe sein, wie 24 διάφορον— ἐν αὐτῷ] der Unterschied besteht nur in dieser Einheit allein, ich meine dass jenes ubertragen (raumlich bewegt) wird, wenn das orin es ist [sic Steinschneider coniecit. libri: das as in ihm ist] ubertragen wird) [*](1 fortasse ἐν τῷ λοιπῷ 5 τρόπον V: τρόπων Ka 7 συντελεῖ K πᾶν om. Ka 8 σῶμα πᾶν Ka 11 τὸ ὅλον VK: τὸ τόλον a αὑτου V: αὐτοῦ Ka 14 ἔτι τε V: ἔτι τε καὶ Ka cf. ἔτι τε οὐκ ἂν ἦν v. 7 ἔτι τε βίᾳ ἂν κινῴη p. 15,17 ἔτι τε πῶς οὐκ ἄτοπον 128 r 20 et lnd. s. v. τε 19 οὕτως γὰρ ἔσται] οὕ ς γὰρ ἐσ in lit. V: γὰρ om. Ka. γὰρ ineleganter iteratum, ut κοινότερον γὰρ λέγεται τὸ ὕδωρ εἶναι τροφὴ τῷ πυρί. μόνα γὰρ κυρίως τρέφεται τὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα. τὸ γὰρ τρέρειν ταύτης 129 v in. v. lnd. 21 τοιῶδε a 24 διάφορον scripsi: διαφόρων V: διαφέρων Ka)
15
μὲν γὰρ ἡ ψυχὴ καὶ τῶν ἐναντίων ἐπιδεκτική· οὐδὲν δὲ συμβεβηκὸς οὐσία· ἔτι τε τὸ μὲν ἐν ὑποκειμένῳ τινὶ οὐκ ἔστι τῷ ὑποκειμένῳ αὐτῷ αἴτιον τοῦ εἶναι· δύναται γὰρ καὶ χωρὶς τούτου εἶναι τὸ ὑποκείμενον αὐτῷ· τῷ δὲ ὀργανικῷ σώματι, ἐν ἐστιν ἡ ψυχή, τὸ εἶναι ὀργανικῷ παρὰ τῆς ψυχῆς. ἀλλ’ οὐδὲ ὡς ἐν τῷ κεκραμένῳ τὰ ἐξ ὧν κέκραται ἐν τῷ σώματι ἡ ψυχή. οὐδὲν γὰρ τῶν οὕτως ὄντων ἔν τινι ἔτι σώζει τὴν αὐτοῦ φύσιν· οὔτε γὰρ ὁ οἶνος οὔτε τὸ μέλι ἐν τῷ οἰνομέλιτι σώζεται, ἡ δὲ ψυχὴ καὶ τὸ σῶμα ἀμφότερα ἐν τῷ ζῴῳ μένει· ἔτι πᾶσα κρᾶσις σωμάτων, ὥστε εἴη ἂν καὶ ἡ ψυχὴ σῶμά τι. ἀλλ’ οὐδὲ ὡς ὁ κυβερνήτης ἐν τῇ νηἶ οὕτως οἷόν τε εἶναι τὴν ψυχὴν ἐν τῷ σώματι. εἰ μὲν γὰρ τὸν κυβερνήτην οὕτως λαμβάνοι τις ὡς τὴν τέχνην τὴν κυβερνητικήν, εἴη ἂν ὡς ἕξις τις καὶ εἶδος ἐν ὕλῃ ἡ ψυχὴ ἐν τῷ σώματι (οὕτως γὰρ αἱ ἕξεις εἰσὶν ἐν τοῖς ὧν εἰσιν ἕξεις· ἀσώματοί τε γάρ εἰσι καὶ ἀχώριστοι τῶν ἐν οἷς εἰσιν), εἰ δ’ ὡς αὐτὸν τὸν κυβερνήτην τὸν ἔχοντα τὴν ἕξιν, σῶμά τε ἔσται ἡ ψυχή (καὶ γὰρ ὁ κυβερνήτης μετὰ σώματος), καὶ ἔσται ἔν τινι μέρει τοῦ σώματος ἀποκεκριμένῳ ὡς ἐν τόπῳ, οὐκ ἔσται τε πᾶν τὸ σῶμα ψυχὴν ἔχον οὐδὲ συμπαθὲς ἑαυτῷ οὐδὲ ἔχον συναίσθησιν· ἔτι τε βίᾳ ἂν κινῴη τὸ σῶμα, δύναιτό τε ἂν οὖσα ἡ ψυχὴ τοιαύτη καὶ χωριζομένη τοῦ σώματος εἰσιέναι πάλιν εἰς αὐτό, ὡς τὸ αὐτὸ σῶμα ποτὲ μὲν ἔμψυχον εἶναι, ποτὲ δὲ μή. τίς τε ἡ αἰτία, δι’ ἣν τοιοῦτόν τι οὖσα ἡ ψυχὴ εἴσεισιν εἰς τὸ σῶμα, καὶ τίς τῆς εἰσόδου τρόπος; καὶ τί τοῦ συμμένειν αἴτιον, καὶ πολὺ πρότερον ἔτι τίς ἡ οὐσία αὐτῆς καὶ ἡ φύσις; εἴ τέ ἐστιν ἡ ψυχὴ ὡς ὁ κυβερνήτης, οὐχ ὡς ἡ κυβερνητική, εἴη ἂν καὶ αὐτὴ ἐξ ὕλης καὶ εἴδους τινός, ὃ εἶδος εἴη ἂν ἡ ψυχή. εἴ γε παρ’ οὗ τὸ εἶναι κυβερνήτῃ αὐτῇ, παρὰ τούτου καὶ τὸ εἶναι ψυχῇ· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστι· παρὰ δὲ τοῦ εἴδους, οὐ παρὰ τῆς ὕλης τῷ κυβερνήτῃ τὸ κυβερνήτῃ εἶναι. εἰ δὲ κατὰ μηδένα τῶν προειρημένων τρόπων οἷόν τε εἶναι τὴν ψυχὴν ἐν τῷ σώματι, λείποιτ’ ἂν τὸ εἶναι αὐτὴν ἐν αὐτῷ ὡς εἶδος, εἴ γε εἶδος μὲν ἑκάστου, καθ’ ὅ ἐστι τοῦτο ὅ ἐστι, κατὰ δὲ τὴν ψυχὴν τὸ ζῷον ζῷόν ἐστι. ἐπεὶ [*](6 τὴν αὑτοῦ φύσιν] seine Νatur, die es s p ecificirt 7 ὁ οἶνος] Wasser 9 ἀλλ᾿ οὐδὲ addit: wenn es sich so verhielte 15—16 καὶ ἔσται—τόπῳ] sie ware begriffen in einem der Glieder des Leibes, in ihm abgeschlossen, wie ein Ding in einem Qrte abgeschlossen ist 17 ἔτι τε—τὸ σῶμα om. 20 τίς τε ἡ αἰτία—τὸ σῶμα] Welches ware die Ursache fur die Seele, dass ihr Zustand so sorde], dass sie in den Leib trete 21 τοῦ συμμένειν] ihres Aufenthaltes in ihm und Bleibens in ihm 22 εἴ τε] ferner wenn 22 ὡς om. 24—25 εἴ γε—ψυχῇ] da das Ding wodurch der Steuermann selbst ist, was er ist, dasselbe ist, wodurch die Seele ist 25 ἑκάστῳ] jeder v on eiden 26 δὲ (τοῦ)] namlich) [*](3 γὰρ om. K 6 αὑτοῦ scripsi: αὐτοῦ VKa 7 τὸ μέλι V : τὸ μὲν μέλι Ka 8 κράσις VKa 11 κυβερνητικήν] κήν in lit. 16 fortasse ἀποκεκριμένη 17 βία Ka κινῴῃ : κινώη Ka 18 δύναιτό τε] cf. ἔτι τε p. 14,14 οὐδέν τε 128 r 20 ἐν ἀσφαλεστάτῳ τε κτλ. 141 r 28 20 εἴσεισιν Ka: εἴσισιν V 21 τοῦ ex. Vict.: τὸ VKa 23 αὐτη V 24 αὐτῇ a: αυτη V 25 ψμχῇ scripsi: ψυχή Va 26 κυβερνήτῃ εἶναι a (ut 24))
16
τοίνυν ἡ ψυχὴ ἣν καὶ τελειότητα καὶ ἐντελέχειαν ἔθος Ἀριστοτέλει λέγειν εἶδός τε ἐστιν, ὡς δέδεικται, καὶ εἶδος ἔνυλον (σώματος γάρ, καὶ σώματος φυσικοῦ· οὐ γὰρ τεχνικοῦ, ὡς τὸ τοῦ ἀνδριάντος· καὶ φυσικοῦ οὐχ πλοῦ ὡς τὸ τοῦ πυρός, ἀλλὰ συνθέτου τε καὶ ὀργανικοῦ), τὸ δὲ εἶδος, οὗ ἐστιν εἶδος, ἐδείχθη καὶ τελειότης ὄν, ἔθος δὲ Ἀριστοτέλει τὴν τελειότητα καὶ ἐντελέχειαν λέγειν, ὡς τοῦ ἐν τῷ τέλει εἶναι τὸ πρᾶγμα οὖ ἐστιν οὖσαν αἰτίαν, εἰκότως αὐτῆς ἀπέδωκε τοιοῦτον τὸν λόγον· ἐντελέχεια ἡ πρώτη. διττὴ γὰρ ἦν ἡ τελειότης, ἡ μὲν ἕξις τε καὶ δύναμις, ἡ δὲ ἀπὸ τῆς δυνάμεως ἐνέργεια, ὧν ἡ δύναμις ἦν πρώτη καὶ τὸ εἶδος ἦν ἡ κατὰ τὴν δύναμιν τελειότης. ἐντελέχεια οὖν ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. ἔστι γὰρ ὀργανικὸν σῶμα τὸ ἔχον πλείω τε καὶ διαφέροντα μέρη ψυχικαῖς δυνάμεσιν ὑπηρετεῖσθαι δυνάμενα. διὸ τὸ ὀργανικὸν σῶμα καὶ δυνάμει ζωὴν ἔχειν λέγει, τῷ δυνάμει ζωὴν ἔχον ἀντὶ τοῦ δυναμένου κατ’ ἐνέργειαν ζῆν χρώμενος. τὸ γὰρ ἤδη τὴν τέλειον ψυχὴν ἔχον πολλὰ κατ’ αὐτὴν δύναται ποιεῖν τε καὶ πάσχειν, τρέφεσθαι, αὔξεσθαι, γεννᾶν, αἰσθάνεσθαι, ὀρέγεσθαι, διανοεῖσθαι, λέγειν, πράττειν, ὑγιαίνειν, νοσεῖν. ἔμψυχα γὰρ οὐδὲν ἧττον, κἂν μὴ ἐνεργῇ μέν, δύνηται δέ, καὶ ἔστι τὸ δυνάμει, τὸ προσκείμενον, τῆς πρώτης ἐντελεχείας δηλωτικόν. καὶ αὕτη μὲν ἡ τῆς ψυχῆς οὐσία, ὡς ἑνὶ λόγῳ περιλαβεῖν πλείους ψυχὰς οὔτε ὁμοειδεῖς ἀλλήλαις τάξιν τε ἐχούσας πρὸς ἀλλήλας, ὡς εἶναι τὴν μέν τινα αὐτῶν ἀτελεστέραν τε καὶ πρώτην, τὴν δὲ μετὰ ταύτην τελειοτέραν ἐκείνης τῷ πρὸς ἐκείναις καὶ ἄλλην δύναμίν τινα προσειληφέναι, καὶ μετὰ ταύτην τρίτην τινὰ πάλιν πρὸς ἐκείναις ταῖς [*](1 ἣν καὶ—λέγειν om. 2 γὰρ] und 4—5 τὸ δὲ εἶδος—τελειότης ὃν] aber bereits erlautert ist, dass die Form, wel c h e fur das, dessen Form sie ist, auch eine V ollendung desselben ist. 6— 7 ὡς τοῦ—ἡ πρώτη om. 8 γὰρ om. 9—10 ὧν—τελειότης] die Kraft ist von jenen beiden die erste Vollendung, die Form die Vollendung in der Weise der Kraft 9 ἦν v. 8 et 9 ist 10 οὖν] also ist sie 11—12 ψυχικαῖς—δυνάμενα] welche die Arbeit ertragen durch die Krafte der Seele BP. p: welche den Kraften der Seele dienen 12 —13 διὸχρώμενος] er sagt dass in ihm Leben in potentia sei, anstatt dass er sage, er vermoge in actu zu leben 15 ante τρέφεσθαι addit: denn es vermag γεννᾶν] das ahn nli c h e zu erzeugen 16 οὐδὲν ἧττον] sind beseelte 18—19 καὶ αὕτη—πρὸς ἀλλήλας] Dies ist der wesentliche nhalt des w esens der Seele, wenn sie in eine Definition gefasst wird. Die Theile der Seele sind vollkommen, keiner derselben ist passender der Art nach [P: Form], als (ist untergeordnet?) der andere; jedoch ist eine Abstufung zwisehen einzelnen, ich meine 20 καὶ ποώτην] und geringer τὴν δὲ] p. addit: derselben 21 πρὸς] mit 22 τρίτην τινὰ] addit fur dieselbe) [*](1 ἣν καὶ—λέγειν] haec verba cum male ex v. 5 praecepta sint et in interpretatione hebraica desint, uncis circumscripsi 6 πρᾶγμα Ka: πρᾶμα V 7 εἰκότως] incipit apodosis 10 ἐντελέχεια—ὀργανικοῦ scil. ἐστι ψυχή 12 διὸ τὸ ὀργανικὸν σῶμα om. Ka 13 ἔχειν V: ἔχει Ka ἔχον m, ἔχειν m2 V: ἔχον Ka ἀντι m2, παντι m1 V: παντὶ Ka. Alexandrum puto scripsisse τῷ ,δυνάμει ζωὴν ἔχον“ ἀντὶ τοῦ δυνάμενον κατ’ ἐνέργειαν ζῆν“ χρώμενος ut l. ΙΙ p.143 r 7 καὶ ἔστιν ἴσον τὸ δυνάμει ζωὴν ἔχον τῷ ,,ργανικ όν“ 15 γεννᾶν] post α una lit. er. V 18 ψηχῆς a)
17
δυνάμεσιν καὶ ἄλλας τινὰς δυνάμεις ἔχουσαν. οὐ γὰρ οἷόν τε τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα σαφῆ τὸν κοινὸν εἶναι λόγον τῷ δεῖν μὲν τὸν ὁρισμόν τινων κατὰ πάντων αὐτῶν κατηγορεῖσθαι, μὴ δύνασθαι δὲ ἐν τῷ τοιούτῳ λόγῳ διασημαίνεσθαί τι τῶν τελειοτέρων ἐν αὐτοῖς. οὐκέτι γὰρ ἂν τὰ ἀτελέστερα ἐν τῷ ὁρισμῷ περιλαμβάνοιτο. δι’ ἣν αἰτίαν καὶ ὁ τῆς ψυχῆς κοινὸς λόγος ἁπλούστερός τε καὶ κοινότερος ὢν οὐδεμιᾶς τῶν μάλιστα δοκουσῶν εἶναι ψυχικῶν δυνάμεών ἐστιν ἐνδεικτικός. ἀπὸ γάρ τινος κοινῶς πάσαις αὐταῖς ὑπάρχοντος ὁ τοιοῦτος λόγος. |