De anima libri mantissa

Alexander of Aphrodisias

praef.1-praef.6

De anima libri mantissa, De anima libri mantissa, Alexander of Aphrodisias, Bruns, Reimer, 1887

Περὶ ψυχῆς τί τέ ἐστι καὶ τίς αὐτῆς ἡ οὐσία καὶ τίνα αὐτῇ τὰ συμβεβηκότα, οὐ πρόχειρον οὐδὲ ἐκ τοῦ ῥᾴστου καταμαθεῖν, ἀλλ᾿ ἔστιν τῶν χαλεπωτάτων ἡ περὶ τούτων θεωρία, καίτοι τό γε εἶναι τὴν ψυχὴν γνωριμώτατον καὶ φανερώτατον.

ἀλλ᾿ ἔστιν πολλὰ τῶν ὄντων, ἃ τὴν μὲν ὕπαρξιν ἔχει γνωριμωτάτην, ἀγνωστοτάτην δὲ τὴν οὐσίαν, ὥσπερ ἥ τε κίνησις καὶ ὁ τόπος, ἔτι δὲ μᾶλλον ὁ χρόνος.

ἑκάστου γὰρ τούτων τὸ μὲν εἶναι γνώριμον καὶ ἀναμφίλεκτον, τίς δέ ποτέ ἐστιν αὐτῶν ἡ οὐσία, τῶν χαλεπωτάτων ὁραθῆναι.

ἔστι δὲ δή τι τῶν τοιούτων καὶ ἡ ψυχή.

τὸ μὲν γὰρ εἶναί τι τὴν ψυχὴν γνωριμώτατόν τε καὶ φανερώτατον, τί δέ ποτέ ἐστιν οὐ ῥᾴκδιον καταμαθεῖν·