Problems and Solutions

Alexander of Aphrodisias

1.1.1

Ἀπορίαι καὶ λύσεις [Sp.], Ἀπορίαι καὶ λύσεις [Sp.], Alexander of Aphrodisias, Bruns, Reimer, 1887

Εἰ αἱ οὐσίαι πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὔθ᾿ αἱ οὐσίαι πᾶσαι φθαρταί. οὐ πάντα δὲ φθαρτά, ὅτι ἀδύνατον τὴν κίνησιν φθαρτὴν εἶναι· ἀίδιος γάρ. εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν, γινόμενον ὑπό τινος, καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν, ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν, τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ κίνησις ἤδη, ἀλλ᾿ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ παθεῖν, καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν, οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. [*](1 θείοις tit. a Sp.: θεοῖσ V 2 α τῆς tit.: α περὶ a Sp. Ἀριστοτέλους περὶ tit. Sp. 4 ἐν τῇ] αὐτῇ a 5 βούλησιν] βουλὴν a Sp. 6 εἴη om. a 9 ἀντιπερίστασιν tit. Sp.: ἀντιπεριίσταται Va 11 ἐπι V τὸ om. tit. αὐτοῦ μόριον a Sp. 13 φθαρτὴ tit. a Sp.: φθαρτικὴ V 14 α τῆς tit. Vict. Sp. Ἀριστοτέλους ἐπὶ tit. Vict. Sp. εἰρημένης tit. Vict. Sp.: εἰρημένη V: om. a 19 συστήσαι τὸ Sp.: συστήσαιτο libri 20 primum caput legitur excerptum in Pseudo-Alexandri commentariis ad Arist. Metaph. Λ 6. p. 685, 29 Hayduck λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο γὰρ δέδεικται) λέγει ὅτι· εἰ μὴ ἔστιν οὐσία ἀίδιος, ἀλλὰ πᾶσαι φθαρταί τα V 21 οὔθ᾿] οὐδ᾿ Sp. 22. 23 οὐ — ἀίδιος γάρ] ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτά, δῆλον. ἡ γὰρ κίνησις δέδεικται ὅτι ἀίδιος καὶ ἄφθαρτος Ps. Al. 23 πᾶν τὸ γινόμενον a Sp. 24 ἃ V Ps. Al.: ἀλλ᾿  GB2 (in lit.) SFLa Sp. 26 ἡ κίνησις Ps. Al. 27 ἐμποδῶν Va 29 alterum κίνησιν add. v. c. V: om. ex parte libri Ps, Al.)

3
ἀλλ’ ἡ κίνησις ἐν τῷ κινουμένῳ, ὥστε καὶ ἡ ἀίδιος ἐν τῷ ἀιδίως κινουμένῳ· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι, ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν (ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν), ἔτι ἐνδεχόμενον ἔσται τὸ ἐπιλιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον ὂν τῆς εὐτάκτου τε καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη, ἀίδιον σῶμα τὸ τὴν ἀίδιον κίνησιν κινούμενον. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ ταύτην κινούμενον ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον. ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου, τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπόντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ τοῦτο ὂν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ μὲν κατὰ ψυχὴν κινούμενον καθ᾿ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ᾿ ἔφεσίν τινος. ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσίν τινος κινούμενον. τοῦ δὲ καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσιν κινουμένου δεῖ εἶναί τι, οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ. πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασιν δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι, μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἀλλὰ καὶ ἀκίνητον ἔσται. εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος. ἀλλ᾿ εἰ ἀκίνητον, ἀσώματον. πᾶν γὰρ σῶμα καθ᾿ ὃ σῶμα κινητόν. ἔσται τις ἀίδιος οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ 〈αἰτία〉, οὖσα τῆς τοῦ κυκλοφορητικοῦ [*](1 ἀλλ᾿ —ἀιδίως κινουμένῳ] ἐπεὶ οὖν ἀίδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀίδιον κίνησιν ἀίδιόν ἐστιν Ps. Al. 4 ἡ VB: εἰ FGLSa Sp. ἐστι coni. Sp. 5 αὐτὴν ἐστίν· ἔπειτα ἐνδ. Ps. Al. ἔσται τὸ] ἐστιν Ps. Al. ἐπιλιπειν V: ἐπιλείπειν B: ἀπολιπεῖν Ps. Al. 6 ὂν et τε om. Ps. Al. 7 ἀίδιον δὲ B2 pr. ἀίδιον] ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ Ps. Al. κινούμενον σῶμα Ps. Al. 8 ταύτην ἄρα Sp.: ἄρα ταύτην Ps. Al. 9 pr. ἀίδιον] τὴν κίνησιν σῶμα ἀίδιον Ps. Al. ἀόριστον a τοῦτο om. a 10 τῶν κινήσεων Ps. Al. a Sp. 11 pr. ἕμψυχον] ἕμψυχον δὴ τοῦτο Ps. Al. pr. τὸ] τ in lit. V 13 δε, V 14 το V 15 καὶ τοῦτο ὃν καὶ τὸ VFGL (sed καὶ τὸ): καὶ τὸ B²S² a Sp.: καὶ διὰ τοῦτο οὖν καὶ τὸ Ps. Al. ψυχὴν ἄρα a Sp. γε] δὲ a Sp. τὸ μὲν] τὸ Ps. Al. a Sp. 16 κατὰ τὴν Ps. Al. a 17 κἂν Sp. alt. καὶ infra versum V 18 τοῦ B2 coni. Sp.: τὸ libri Ps. Al. κινουμένου B²S² a Sp.: κινουμένου VB1 Ps. Al. δεῖ VB1 Ps. Al.: ὄντος δεῖ B2S2 a Sp. εἶναι VB Ps. Al. coni. Sp.: δὲ εἶναι FGSLa 20 ἀεὶ ἄρα Ps. Al. καὶ ἄμοιρον a Sp. 22 ἔσται εἰ a Sp. post δυνάμει inserit οὐδεμία δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ (I, 12) δέδεικται, ἐπ᾿ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι, ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν, ὥστε Ps. Al. 23 post αὐτὴν inserit ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως Ps. Al. 24 τούτῳ FGS Ps. Al. a Sp.: τοῦτο VBL τινος] τινος καὶ τοῦτο εἰς ἄπειρον Ps. Al. 25 ἐστι καὶ ἀσώματον Ps. Al. γαρ V 25. 26 ἔσται ἄρα ἀίδιος τις Ps. Al. 26 τις VB1: τις ἄρα FGSa Sp.: ἄρα τις B² ἐνεργείᾳ a Sp.: ἐνεργεια V: ἐνέργεια FBL αἰτία add. Ps. Al.)
4
σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ᾿ ὑπ᾿ αὐτοῦ τὸ θεῖον σῶμα τῷ νοεῖν τὸ αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς ὁμοιώσεως αὐτοῦ. πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένου τοῦτον κινεῖται τὸν τρόπον. ἡ δεῖξις κατὰ ἀνάλυσιν. οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων τε καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρω|μένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα, καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος. ἡ γὰρ ὕλη, οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ, κατ᾿ ἀναλογίαν ἐστὶν νοητή, καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ, τὸ δὲ εἶδος νοητὸν ἐνεργείᾳ τι ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ, ἢ τὸ ἐν ἄλλῳ τινί, ὅτι καὶ μᾶλλον, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὃν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὃν ἐνεργείᾳ καὶ τῷ τῇ ἑαυτοῦ φύσει τὸ ἁπλοῦν νοητόν. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς ἐστι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία· μάλιστα αὕτη νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ αὑτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα. τοιοῦτον δὲ τοῦτο· τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ. ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ πάσχοντι, καὶ ἔστι πάσχον μὲν τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν. καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ· ἐν τῷ εἴδει τὸ καλὸν μᾶλλον, ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ | τῶν γενῶν. διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστιν. καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὃν καὶ πλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα. τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις, κυρίως καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.

[*](1 συνεχοῦς] χ in lit. V ὑφ᾿ αὑτοῦ coni. Sp. 2 θεῖον] κυκλοφορητικὸν Ps. Al. τὸ αὐτὸ VB1: τε αὐτὸ FGB²S Ps, Al. a Sp.: fortasse τοῦτο: τε αὑτὸ coni. Sp. 3 ὁμοιώσεως] οἰκειώσεως Ps. Al. 3. 4 κεχωρισμένον Sp. 4 ἡ δὲ Ps. Al. post ἀνάλυσιν add. γέγονεν Ps. Al. 5 τῆς πρώτης ἀρχῆς VBSGL Ps. Al. a: τῆ πρώτη τῆς ἀρχῆς F: τῆς πρώτης Sp. 7 ἐκείνων Ps. Al. 8 κυκλωκινήσεως a 10 ἐνεργεία V Πλάτων] Tim. 52b νόθῳ B² Ps. Al. Vict. Sp.: τῷ libri 11 ἐνεργεια V 12 prius τὸ corr. ex τε V ἢ] καὶ καθ᾿ αὑτὸ ὄν, ἢ Ps. Al. τινι ὄν Ps. Al. μᾶλλον ἐστι Ps. Al.: fortasse μᾶλλον ⟨ἁπλοῦν⟩ τῇ om. a 14 alterum τῷ] τὸ a 14. 15 τὸ ἀπλοῦν νοητόν VGFS¹B¹L: τὸ ἁπλοῦν εἶναι καὶ ἁπλοῦν μάλιστα νοητόν S2 a: ἁπλοῦν εἶναι· τὸ γὰρ ἁπλοῦν μάλιστα νοητόν B²: τὸ μάλιστα ἁπλοῦν εἶναι καὶ μάλιστα νοητόν coni. Sp.: ἁπλοῦν καὶ νοητὸν εἶναι Ps. Al.: fortasse ⟨εἶναι⟩ τὸ ἁπλοῦν νοητόν 15 τότε εἰσὶ Ps. Al. a Sp. 15. 16 χωρίση BFS Ps. Al. a Sp.: χωρήση G: χωρίσαι V 16 ὥσπερ] ὡς περὶ B2 θεωρῇ τοιαύτη Ps. Al.: ἐνεργῇ τοιαύτη VBS² a Sp.: ἐνεργῆται αὕτη FGS¹L 17 μάλιστα αὕτη VB: μάλιστα αὐτὴ FGS¹L: μάλιστα ἄρα αὐτὴ S2B2 (sed αὕτη) a Sp.: λέγω δὴ χωριστὴ καὶ ἁπλῆ καὶ ἐνεργείᾳ αὕτη ἄρα μάλιστά ἐστι Ps. Al. 18 γὰρ VB Ps. Al. Sp.: γὰρ τὸ FGSa: γάρ τοι 21 μὲν om. Ps. Al. 22 ἐν δὲ τῷ εἴδ. a εἴδει ἄρα Ps. Al. 23 εἴδει GSB²FLa Sp.: ἰδίωι V: ἰδι/// B 24 τἄλλα a 26 κυρως ἄρα κοὶ Ps. Al. a)