De Resurrectione

Athenagoras

1-5

De Resurrectione Mortuorum, Athenagoras, De Resurrectione Mortuorum, Otto, Mauke, 1857

Παντὶ δόγματι καὶ λόγῳ τῆς ἐν τοῖς οὖσιν ἀληθείας ἐχομένῳ παραφύεταί τι ψεῦδος· παραφύεται δὲ οὐκ ἐξ ὑποκειμένης τινὸς ἀρχῆς κατὰ φύσιν ὁρμώμενον ἢ τῆς κατ᾿ αὐτὸ ὅπερ ἐστὶν ἕκαστον αἰτίας, ἀλλ᾿ ὑπὸ τῶν τὴν ἔκθεσμον σπορὰν ἐπὶ διαφθορᾷ τῆς ἀληθείας τετιμηκότων σπουδαζόμενον. Τοῦτο

v.2.p.188
δ᾿ ἔστιν εὑρεῖν πρῶτον μὲν ἐκ τῶν πάλαι ταῖς περὶ τούτων φροντίσιν ἐσχολακότων καὶ τῆς ἐκείνων πρός τε τοὺς ἑαυτῶν πρεσβυτέρους καὶ τοὺς ὁμοχρόνους γενομένης διαφορᾶς, οὐχ ἥκιστα δὲ ἐξ αὐτῆς τῆς τῶν ἐν μέσῳ στρεφομένων ταραχῆς. Οὐδὲν γὰρ τῶν ἀληθῶν οἱ τοιοῦτοι κατέλιπον ἀσυκοφάντητον, οὐ τὴν οὐσίαν τοῦ θεοῦ, οὐ τὴν γνῶσιν, οὐ τὴν ἐνέργειαν, οὐ τὰ τούτοις ἐφεξῆς καθ᾿ εἱρμὸν ἑπόμενα καὶ τὸν τῆς εὐσεβείας ἡμῖν ὑπογράφοντα λόγον. Ἀλλ᾿ οἱ μὲν πάντη καὶ καθάπαξ ἀπογινώσκουσι τὴν περὶ τούτων ἀλήθειαν, οἱ δὲ πρὸς τὸ δοκοῦν αὐτοῖς διαστρέφουσιν, οἱ δὲ καὶ περὶ τῶν ἐμφανῶν ἀπορεῖν ἐπιτηδεύουσιν. Ὅθεν οἶμαι δεῖν τοῖς περὶ ταῦτα πονουμένοις λόγων διττῶν, τῶν μὲν ὑπὲρ τῆς ἀληθείας, τῶν δὲ περὶ τῆς ἀληθείας· καὶ τῶν μὲν ὑπὲρ τῆς ἀληθείας πρὸς τοὺς ἀπιστοῦντας ἢ τοὺς ἀμφιβάλλοντας, τῶν δὲ περὶ τῆς ἀληθείας πρὸς τοὺς εὐγνωμονοῦντας καὶ μετ᾿ εὐνοίας δεχομένους τὴν ἀλήθειαν. Ὧν ἕνεκεν χρὴ τοὺς περὶ τούτων ἐξετάζειν ἐθέλοντας τὴν ἑκάστοτε προκειμένην χρείαν σκοπεῖν καὶ ταύτῃ τοὺς λόγους μετρεῖν, τήν τε περὶ τούτων τάξιν μεθαρμόζειν πρὸς τὸ δέον, καὶ μὴ τῷ δοκεῖν τὴν αὐτὴν πάντοτε φυλάττειν ἀρχὴν ἀμελεῖν τοῦ προσήκοντος καὶ τῆς ἐπιβαλλούσης ἑκάστῳ χώρας.
v.2.p.190
Ὡς μὲν γὰρ πρὸς ἀπόδειξιν καὶ τὴν φυσικὴν ἀκολουθίαν, πάντοτε πρωτοστατοῦσιν οἱ περὶ αὐτῆς λόγοι τῶν ὑπὲρ αὐτῆς, ὡς δὲ πρὸς τὸ χρειωδέστερον, ἀνεστραμμένως οἱ ὑπὲρ αὐτῆς τῶν περὶ αὐτῆς. Οὔτε γὰρ γεωργὸς δύναιτ᾿ ἂν προσηκόντως καταβάλλειν τῇ γῇ τὰ σπέρματα, μὴ προεξελὼν τὰ τῆς ἀγρίας ὕλης καὶ τοῖς καταβαλλομένοις ἡμέροις σπέρμασι λυμαινόμενα, οὔτε ἰατρὸς ἐνεῖναί τι τῶν ὑγιεινῶν φαρμάκων τῷ δεομένῳ θεραπείας σώματι, μὴ τὴν ἐνοῦσαν κακίαν προκαθήρας ἢ τὴν ἐπιῤῥέουσαν ἐπισχών· οὔτε μὴν ὁ τὴν ἀλήθειαν ἐθέλων διδάσκειν, περὶ τῆς ἀληθείας λέγων, πεῖσαι δύναιτ᾿ ἄν τινα ψευδοδοξίας τινὸς ὑποικουρούσης τῇ τῶν ἀκουόντων διανοίᾳ καὶ τοῖς λόγοις ἀντιστατούσης. Διὸ πρὸς τὸ χρειωδέστερον ἀφορῶντες καὶ ἡμεῖς προτάσσομεν ἔσθ᾿ ὅτε τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους τῶν περὶ τῆς ἀληθείας· κατὰ τὸν αὐτὸν δὲ τρόπον ποιῆσαι καὶ νῦν ἐπὶ τῶν τῆς ἀναστάσεως λόγων οὐκ ἀχρεῖον φαίνεται σκοποῦσι τὸ δέον. Καὶ γὰρ ἐν τούτοις εὑρίσκομεν τοὺς μὲν ἀπιστοῦντας πάντη, τινὰς δὲ ἀμφιβάλλοντας, καὶ τῶν γε τὰς πρώτας ὑποθέσεις δεξαμένων τινὰς ἐπ᾿ ἴσης τοῖς
v.2.p.192
ἀμφιβάλλουσιν ἀποροῦντας· τὸ δὲ πάντων παραλογώτατον ὅτι ταῦτα πάσχουσιν, οὐδ᾿ ἡντιναοῦν ἔχοντες ἐκ τῶν πραγμάτων ἀπιστίας ἀφορμήν, οὐδ᾿ αἰτίαν εὑρίσκοντες εἰπεῖν εὔλογον, δι᾿ ἣν ἀπιστοῦσιν ἢ διαποροῦσιν.

Σκοπῶμεν δὲ οὕτως. Εἰ πᾶσα ἀπιστία μὴ προχείρως καὶ κατά τινα δόξαν ἄκριτον ἐγγινομένη τισίν, ἀλλὰ μετά τινος αἰτίας ἰσχυρᾶς καὶ τῆς κατὰ τὴν ἀλήθειαν ἀσφαλείας· τότε γὰρ τὸν εἰκότα σώζει λόγον, ὅταν αὐτὸ τὸ πρᾶγμα περὶ οὗ ἀπιστοῦσιν ἄπιστον εἶναι δοκῇ· τὸ γάρ τοι τοῖς οὐκ οὖσιν ἀπίστοις ἀπιστεῖν ἀνθρώπων ἔργον οὐχ ὑγιαινούσῃ κρίσει περὶ τὴν ἀλήθειαν χρωμένων. Οὐκοῦν χρὴ καὶ τοὺς περὶ τῆς ἀναστάσεως ἀπιστοῦντας ἢ διαποροῦντας μὴ πρὸς τὸ δοκοῦν αὐτοῖς ἀκρίτως καὶ τὸ τοῖς ἀκολάστοις κεχαρισμένον τὴν περὶ ταύτης ἐκφέρειν γνώμην, ἀλλ᾿ ἢ μηδεμιᾶς αἰτίας ἐξάπτειν τὴν τῶν ἀνθρώπων γένεσιν (ὃ δὴ καὶ λίαν ἐστὶν εὐεξέλεγκτον), ἢ τῷ θεῷ τὴν τῶν ὄντων ἀνατιθέντας αἰτίαν εἰς τὴν τοῦδε τοῦ δόγματος

v.2.p.194
ἀποβλέπειν ὑπόθεσιν, καὶ διὰ ταύτης δεικνύναι τὴν ἀνάστασιν οὐδαμόθεν ἔχουσαν τὸ πιστόν. Τοῦτο δὲ ποιήσουσιν, ἐὰν δεῖξαι δυνηθῶσιν ἢ ἀδύνατον ὂν τῷ θεῷ ἢ ἀβούλητον τὰ νεκρωθέντα τῶν σωμάτων ἢ καὶ πάντη διαλυθέντα πάλιν ἑνῶσαι καὶ συναγαγεῖν πρὸς τὴν τῶν αὐτῶν ἀνθρώπων σύστασιν. Ἐὰν δὲ τοῦτο μὴ δύνωνται, παυσάσθωσαν τῆς ἀθέου ταύτης ἀπιστίας καὶ τοῦ βλασφημεῖν ἃ μὴ θέμις· ὅτι γὰρ οὔτε τὸ ἀδύνατον λέγοντες ἀληθεύουσιν οὔτε τὸ ἀβούλητον, ἐκ τῶν ῥηθησομένων γενήσεται φανερόν. Τὸ ἀδύνατόν τινι γινώσκεται κατ᾿ ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ μὴ γινώσκειν τὸ γενησόμενον, ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγνωσμένον. Ὅ τε γὰρ ἀγνοῶν τι τῶν γενέσθαι δεόντων οὐκ ἂν οὔτ᾿ ἐγειρῆσαι οὔτε ποιῆσαι τὸ παράπαν δυνηθείη ὅπερ ἀγνοεῖ· ὅ τε γινώσκων καλῶς τὸ ποιηθησόμενον, καὶ πόθεν γένοιτ᾿ ἂν καὶ πῶς, δύναμιν δὲ ἢ μηδ᾿ ὅλως ἔχων πρὸς τὸ ποιῆσαι τὸ γινωσκόμενον ἢ
v.2.p.196
μὴ ἀρκοῦσαν ἔχων, οὐκ ἂν ἐγχειρήσειε τὴν ἀρχήν, εἰ σωφρονοίη καὶ τὴν ἰδίαν ἐπισκέψαιτο δύναμιν, ἐγχειρήσας δὲ ἀπερισκέπτως οὐκ ἂν ἐπιτελέσειε τὸ δόξαν. Ἀλλ᾿ οὔτε ἀγνοεῖν τὸν θεὸν δυνατὸν τῶν ἀναστησομένων σωμάτων τὴν φύσιν κατά τε μέρος ὅλον καὶ μόριον, οὔτε μὴν ὅποι χωρεῖ τῶν λυομένων ἕκαστον, καὶ ποῖον τῶν στοιχείων μέρος δέδεκται τὸ λυθὲν καὶ χωρῆσαν πρὸς τὸ συγγενές, κἂν πάνυ παρ᾿ ἀνθρώποις ἀδιάκριτον εἶναι δοκῇ τὸ τῷ παντὶ πάλιν προσφυῶς ἡνωμένον. Ὧι γὰρ οὐκ ἠγνόητο πρὸ τῆς οἰκείας ἑκάστου συστάσεως οὔτε τῶν γενησομένων στοιχείων ἡ φύσις ἐξ ὧν τὰ τῶν ἀνθρώπων σώματα, οὔτε τὰ μέρη τούτων ἐξ ὧν ἤμελλεν λήψεσθαι τὸ δόξαν πρὸς τὴν τοῦ ἀνθρωπείου σώματος σύστασιν, εὔδηλον ὡς οὐδὲ μετὰ τὸ διαλυθῆναι τὸ πᾶν ἀγνοηθήσεται ποῦ κεχώρηκεν ἕκαστον ὧν εἴληφε πρὸς τὴν ἑκάστου συμπλήρωσιν. Ὅσον μὲν γὰρ κατὰ τὴν νῦν κρατοῦσαν παρ᾿ ἡμῖν τῶν πραγμάτων τάξιν καὶ τὴν ἐφ᾿ ἑτέρων κρίσιν, μεῖζον τὸ τὰ μὴ γενόμενα προγινώσκειν· ὅσον δὲ πρὸς τὴν ἀξίαν τοῦ θεοῦ καὶ τὴν τούτου σοφίαν, ἀμφότερα κατὰ φύσιν, καὶ ῥᾴδιον ἐπ᾿ ἴσης τῷ τὰ μὴ γενόμενα προγινώσκειν τὸ καὶ διαλυθέντα γινώσκειν.

v.2.p.198

Καὶ μὴν καὶ τὴν δύναμιν, ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. Εἰ γὰρ μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐποίησε τὰ τῶν ἀνθρώπων σώματα καὶ τὰς τούτων ἀρχάς, καὶ διαλυθέντα, καθ᾿ ὃν ἂν τύχῃ τρόπον, ἀναστήσει μετὰ τῆς ἴσης εὐμαρείας· ἐπ᾿ ἴσης γὰρ αὐτῷ καὶ τοῦτο δυνατόν. Καὶ τῷ λόγῳ βλάβος οὐδέν, κἂν ἐξ ὕλης ὑποθῶνταί τινες τὰς πρώτας ἀρχάς, κἂν ἐκ τῶν στοιχείων ὡς πρώτων τὰ σώματα τὰ τῶν ἀνθρώπων, κἂν ἐκ σπερμάτων. Ἧς γάρ ἐστι δυνάμεως καὶ τὴν παρ᾿ αὐτοῖς νενομισμένην ἄμορφον οὖσαν μορφῶσαι, καὶ τὴν ἀνείδεον καὶ ἀδιακόσμητον πολλοῖς καὶ διαφόροις εἴδεσι κοσμῆσαι, καὶ τὰ μέρη τῶν στοιχείων εἰς ἓν συναγαγεῖν, καὶ τὸ σπέρμα ἓν ὂν καὶ ἁπλοῦν εἰς πολλὰ διελεῖν, καὶ τὸ ἀδιάρθρωτον διαρθρῶσαι, καὶ τῷ μὴ ζῶντι δοῦναι ζωήν, τῆς αὐτῆς ἐστι καὶ τὸ διαλελυμένον ἑνῶσαι, καὶ τὸ κείμενον ἀναστῆσαι, καὶ τὸ τεθνηκὸς ζωοποιῆσαι πάλιν, καὶ τὸ φθαρτὸν μεταβαλεῖν εἰς ἀρθαρσίαν. Τοῦ αὐτοῦ δ᾿ ἂν εἴη καὶ τῆς αὐτῆς δυνάμεως καὶ σοφίας καὶ

v.2.p.200
τὸ διατεθρυμμένον πλήθει ζώων παντοδαπῶν, ὁπόσα τοῖς τοιούτοις σώμασιν ἐπιτρέχειν εἴωθε καὶ τὸν ἐκ τούτων ἀγείρειν κόρον, διακρῖναι μὲν ἐκεῖθεν, ἑνῶσαι δὲ πάλιν τοῖς οἰκείοις μέρεσι καὶ μορίοις, κἂν εἰς ἓν ἐξ ἐκείνων χωρήσῃ ζῶον, κἂν εἰς πολλά, κἂν ἐντεῦθεν εἰς ἕτερα, κἂν ἐκείνοις αὐτοῖς συνδιαλυθὲν ἐπὶ τὰς πρώτας ἀρχὰς ἐνεχθῇ κατὰ τὴν φυσικὴν εἰς ταύτας ἀνάλυσιν· ὃ δὴ καὶ μάλιστα ταράττειν ἔδοξέ τινας καὶ τῶν ἐπὶ σοφίᾳ θαυμαζομένων, ἰσχυρὰς οὐκ οἶδ᾿ ὅπως ἡγησαμένων τὰς παρὰ τῶν πολλῶν φερομένας διαπορήσεις.

Οὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις καὶ ποταμοῖς δυσθανάτων ἰχθύσι γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνησκόντων ἢ κατ᾿ ἄλλην τινὰ τραχυτέραν αἰτίαν καὶ πραγμάτων περίστασιν ταφῆς ἀμοιρούντων τοῖς προστυγχάνουσι ζώοις προκεῖσθαι βοράν. Τῶν οὖν οὕτως ἀναλισκομένων σωμάτων, καὶ τῶν ταῦτα συμπληρούντων μερῶν καὶ μορίων εἰς πολὺ πλῆθος ζώων διαθρυπτομένων καὶ διὰ τῆς τροφῆς τοῖς τῶν τρεφομένων σώμασιν ἑνουμένων, πρῶτον μὲν τὴν διάκρισιν τούτων φασὶν ἀδύνατον, πρὸς δὲ ταύτῃ τὸ δεύτερον ἀπορώτερον. Τῶν γὰρ τὰ σώματα τῶν ἀνθρώπων ἐκβοσκηθέντων ζώων, ὁπόσα πρὸς τροφὴν ἀνθρώποις ἐπιτήδεια, διὰ τῆς τούτων γαστρὸς ἰόντων καὶ τοῖς τῶν μετειληφότων σώμασιν

v.2.p.202
ἑνουμένων, ἀνάγκην εἶναι πᾶσαν, τὰ μέρη τῶν ἀνθρώπων, ὁπόσα τροφὴ γέγονε τοῖς μετειληφόσι ζώοις, πρὸς ἕτερα τῶν ἀνθρώπων μεταχωρεῖν σώματα, τῶν μεταξὺ τούτοις τραφέντων ζώων τὴν ἐξ ὧν ἐτράφησαν τροφὴν διαπορθμευόντων εἰς ἐκείνους τοὺς ἀνθρώπους ὧν ἐγένετο τροφή. Εἶτα τούτοις ἐπιτραγῳδοῦσι τὰς ἐν λιμοῖς καὶ μανίαις τολμηθείσας τεκνοφαγίας καὶ τοὺς κατ᾿ ἐπιβουλὴν ἐχθρῶν ὑπὸ τῶν γεννησαμένων ἐδηδεσμένους παῖδας, καὶ τὴν Μηδικὴν τράπεζαν ἐκείνην καὶ τὰ τραγικὰ δεῖπνα Θυέστου καὶ τοιαύτας δή τινας ἐπισυνείρουσι παρ᾿ Ἕλλησι καὶ βαρβάροις καινουργηθείσας συμφοράς· ἔκ τε τούτων κατασκευάζουσιν, ὡς νομίζουσιν, ἀδύνατον τὴν ἀνάστασιν, ὡς οὐ δυναμένων τῶν αὐτῶν μερῶν ἑτέροις τε καὶ ἑτέροις συναναστῆναι σώμασιν, ἀλλ᾿ ἤτοι τὰ τῶν προτέρων συστῆναι μὴ δύνασθαι, μετεληλυθότων τῶν ταῦτα συμπληρούντων μερῶν πρὸς ἑτέρους, ἢ τούτων ἀποδοθέντων τοῖς προτέροις ἐνδεῶν ἕξειν τὰ τῶν ὑστέρων.

Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργήσαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν, ἑκάστου ζώου φύσει καὶ γένει τὴν προσφυῆ καὶ κατάλληλον συναρμόσαντος τροφήν, καὶ μήτε πᾶσαν φύσιν πρὸς

v.2.p.204
ἕνωσιν ἢ κρᾶσιν παντὸς σώματος ἰέναι δικαιώσαντος μήτε πρὸς διάκρισιν τῶν ἑνωθέντων ἀπόρως ἔχοντος, ἀλλὰ καὶ τῇ καθ᾿ ἕκαστον φύσει τῶν γενομένων τὸ δρᾶν ἢ πάσχειν ἃ πέφυκεν ἐπιτρέποντος, ἄλλοτε καὶ κωλύοντος, καὶ πᾶν ὃ βούλεται καὶ πρὸς ὃ βούλεται συγχωροῦντος ἢ μεταστρέφοντος· πρὸς δὲ τοῖς εἰρημένοις μηδὲ τὴν ἑκάστου τῶν τρεφόντων ἢ τρεφομένων ἐπεσκέφθαι δύναμίν τε καὶ φύσιν. Ἦ γὰρ ἂν ἔγνωσαν ὅτι μὴ πᾶν ὃ προσφέρεταί τις ὑπενδόσει τῆς ἔξωθεν ἀνάγκης, τοῦτο γίνεται τῷ ζώῳ τροφὴ προσφυής· ἀλλὰ τὰ μὲν ἅμα τῷ προσομιλῆσαι τοῖς περιπτυσσομένοις τῆς κοιλίας μέρεσι φθείρεσθαι πέφυκεν, ἐμούμενα τε καὶ διαχωρούμενα καὶ τρόπον ἕτερον διαφορούμενα, ὡς μηδὲ κατὰ βραχὺ τὴν πρώτην καὶ κατὰ φύσιν ὑπομεῖναι πέψιν, ἤ που γε τὴν εἰς τὸ τρεφόμενον σύγκρασιν· ὡσπεροῦν οὐδὲ πᾶν τὸ πεφθὲν καὶ τὴν πρώτην δεξάμενον μεταβολὴν τοῖς τρεφομένοις μορίοις προσπελάζει πάντως, τινῶν μὲν κατ᾿ αὐτὴν τὴν γαστέρα τῆς θρεπτικῆς δυνάμεως ἀποκρινομένων, τῶν δὲ κατὰ τὴν δευτέραν μεταβολὴν καὶ τὴν ἐν ἥπατι γινομένην πέψιν διακρινομένων, καὶ πρὸς ἕτερόν τι μεταχωρούντων
v.2.p.206
ὃ τὴν τοῦ τρέφειν ἐκβέβηκε δύναμιν· καὶ αὐτῆς γε τῆς ἐν ἥπατι γινομένης μεταβολῆς οὐ πάσης εἰς τροφὴν ἀνθρώποις χωρούσης, ἀλλ᾿ εἰς ἃ πέφυκε περιττώματα διακρινομένης· τῆς τε καταλειφθείσης τροφῆς ἐν αὐτοῖς ἐσθ᾿ ὅτε τοῖς τρεφομένοις μέρεσι καὶ μορίοις πρὸς ἕτερόν τι μεταβαλλούσης, κατὰ τὴν ἐπικράτειαν τοῦ πλεονάζοντος ἢ περιττεύοντος καὶ φθείρειν πως ἢ πρὸς ἑαυτὸ τρέπειν τὸ πλησιάσαν εἰωθότος.