Oratio I contra Arianos

Athanasius of Alexandria

1-5

Oratio I contra Arianos, Athanasius, Oratio I contra Arianos, Bright, Clarendon, 1884

1. ἉΙ μὲν αἱρέσεις, ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ  ‘ἐξελθεῖν ἀφʼ [*](1 John ii, 19) ἡμῶνʼ τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι ‘μεθʼ ἡμῶν’ τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ‘μὴ συνάγοντες [*](Luke xi. 23.) μεθʼ ἡμῶν, σκορπίζουσι᾿  μετὰ τοῦ διαβόλου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, [*](Cp. ii 34.) ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴδὲ ἡ μίατῶν αἱρέσεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ᾿  Ἀντιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὔσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν γραφῶν λέξεις, [*](c. 4.) ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· (εὔλογον γὰρ οὐδὲν παρʼ αὐτῇ·) καὶ ἐπλάνησέ γε τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν ‘τὸ πικρὸν γλυκὺ,ʼκαὶ τὴν βδελυκτὴν αἵρεσιν [*](Isa. V.)

2
‘λέγειν καλήν·᾿  ἀναγκαῖον ἡγησάμην, προτραπεὶς παρʼ ὑμῶν, [*](Job xli. 4.)  διελεῖν τὴν ‘πτύξιν τοῦ θώρακοςʼ τῆς μιαρᾶς αἱρέσεως ταύτης, καὶ δεῖξαι τὴν δυσωδίαν τῆς ἀφροσύνης αὐτῆς· ἵνα οἱ μὲν πόῤῥωθεν ὄντες αὐτῆς ἔτι φύγωσιν αὐτὴν, οἱ δʼ ἀπατηθέντες ἀπʼ αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγμένοις τοῖς ὀφθαλμοῖς τῆς καρδίας νοήσωσιν ὅτι, ὥσπερ τὸ σκότος οὐκ ἔστι φῶς, οὐδὲ τὸ ψεῦδος ἀλήθεια, οὕτως οὐδὲ ἡ Ἀρειανὴ αἵρεσίς ἐστι καλή. Ἀλλὰ καὶ οἱ τούτους καλοῦντες ‘Χριστιανοὺς᾿  πολὺ καὶ λίαν πλανῶνται, ὡς μήτε τὰς γραφὰς ἀνεγνωκότες, μήτε ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ τὴν ἐν αὐτῷ πίστιν.

2. Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν, φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων ; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ [*](Al. Βαρ- αββᾶν.) τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μηδὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέξανδρον συνιστάνειν ὡς [*](1 Tim. i. 20.) καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατʼ αὐτῶν τὸν ἀπόστολον. Ἀλλ᾿ οὔτε ταῦτʼ ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν [*](Al. om. τοῦτον.) τολμῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παῤ αὐτοῖς Ἄρειος, ὡς παρὰ Mανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἀγίων Σωτάδης [*](Cp. Ath. de Syn. 15.) τις ἐξεύρηται παῤ αὐτοῖς ὁ καὶ παῤ Ἔλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς ‘ Θαλίας·’ τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορχούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆροςδυσφημίαις· ὥστετοὺς· ἐμπίπτοντας εἰς τὴν αἵρεσιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν ’ δὲ τὸ ὄνομα τοῦ [*](Rom. i. 23. ) Κυρίου τῆς δόξης ‘ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου,ʼ καὶ ἀντὶ ‘Κριστιανῶν’ λοιπὸν  ‘Ἀρειανοὺςʼ ὀνομάζεσθαι,τοῦτό τετῆς ἀσεβείας ἔχειν τὸ γνώρισμα. Mὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν  ἀσεβείας.  Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων

3
ἔσχε τὴν ἐπωνυμίαν, ἀλλʼ ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν· τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γενομένων, καὶ διακονησάντων τὸ τοῦ Σωτῆρος εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ’ ἀπὸ τοῦ Κριστοῦ ‘Χριστιανοὶʼ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα. Οἱ δὲ παρʼ ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι κτῆμα.

3. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ [*](Cp. Epiph, Haer. 42. 1.) οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δʼ ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χριστιανοὶ, ‘Μαρκιωνισταὶʼ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Ὁ Οὐαλεντινιανοὶ,’ οἱ δὲ‘Βασιλιδιανοὶ,’ οἱ δὲ ‘Μανιχαῖοι,ʼ κἀκεῖνοι ‘Σιμωνιανοὶ,ʼ καὶ ἄλλοι ‘κατὰ Φρύγαςʼ ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου ‘Νοουατιανοὶʼ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς [*](Cp. Ath.  Apol. c. Ari 59.) παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ ‘ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ [*](1b.6.) Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, ‘Ἀρειανοὶʼ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώμεθα, ἀλλά γε τὰ τοῦ Χριστοῦ παρʼ αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἦττον ἐσμὲν καὶ καλούμεθα. Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος [*](Cp. Ath. Ep. de morte Aril.) Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν διαδεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι ‘ Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ

4
Ἑλλήνων καὶ νῦν εἰς τὴν ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν [*](p. c. S.) τῶν εἰδώλων δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμβάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ Σωτῆρος, καὶ ἀντὶ Ἑλλήνων ἄρχονται ‘Κριστιανοὶʼ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους ἀπιόντες, [*](Al. μεταβάλλωνται.) ἢ ὅσοι δʼ ἂν ἀπὸ τῆς ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ ‘Ἀρειανοὶ’ καλοῦνται, ὡς οὐκέτι τὴν Χριστοῦ πίστιν ἔχοντες,  ἀλλὰ τῆς Ἀρείου γενόμενοι μανίας διάδοχοι.

[*](De Syn. 13, Apol. c. Ari. 6, 23.)

4. Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; ἢ πῶς τῆς καθολικῆς ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν [*](Cp. Rom. i. 30.) ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν ‘κακῶν ἐφευρεταὶ’ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων γραφῶν λόγια καταλείψαντες, τὰς δὲ ‘Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες ; εἰκότως τοῦτο λέγοντες, καινὴν γὰρ αἵρεσιν ἀπαγγέλλουσι. Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν παλαιὰν καὶ τὴν καινὴν γραψάντων, καὶ παρὰ μηδενὶ ‘ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παῤ ἑτέρων, ὁ θαυμαστὸς Ἄρειος, οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρειμένοις μέλεσι σημαίνειν; ἵνʼ [*](Ct. Sirac. iv. 24.) ὥσπερ ἡ Σοφία φησὶν, ‘Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ,ʼ οὕτως ἀπʼ ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται. Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολλάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖσθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπεκρίνοντο μὲν ὀνομάζειν τὸν [*](Cp. John x. 33. 30.) Θεὸν, ἠλέγχοντο δὲ βλασφημοῦντες ἐν τῷ λέγειν, ‘Διὰ τί σὺ, ἄνθρωπος ὢν, Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; ” οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος

5
ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρεντιθεὶς τὰς τῶν γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος [*](1 John ii.  23.) τὸν Υἱὸν,ʼ καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν.

5. Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς ‘Θαλείαςʼ καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· ‘Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων κατʼ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περικλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παῤ αὐτοῦ σκώμματα φευκτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. ‘Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλʼ ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ [*](Cp de Syn. 15: E.p. ad Æg. Ep. 12. Soc. i. 5, 6.) οὔπω Πατὴρ ἦν· ὕστερον δὲ ἐπιγέγονε Πατήρ. Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλʼ ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐτός. Ἦν γὰρ, φησὶ, ‘μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λόγος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς διʼ αὐτοῦ δημιουργήσῃ. Δύο γοῦν σοφίας, φησὶν, ‘εἶναι, [*](Cp. iv. 4.) μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετέχοντα ὠνομάσθαι μόνον σοφίαν καὶ λόγον. Ἡ σοφία γὰρ,᾿  φησὶ, ‘ τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει·᾿  Οὕτω καὶ ‘ Λόγον ἕτερον εἶναι,ʼ λέγει, ‘ παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν,᾿  Ἔστι δὲ καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλούμενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, ὅτι ‘ πολλαὶ [*](De Syn. 18.) δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀληθινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυνάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ “ ἡ ἀκρὶς καὶ ἡ κάμπη” οὐ “δύναμις” μόνον, ἀλλὰ καὶ “μεγάλη” προσαγορεύεται· αἱ δʼ ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι [*](Joel ii. 25.)

6
[*](Ps. xxiii. Lxx (xxiv.) 10.) τῷ Υίῷ, περὶ ὧν καὶ Δαβὶδ ψάλλει λέγων, “ Κύριος τῶν δυνάμεων.” Καὶ τῇ μὲν φύσει, ὥσπερ πάντες, οὕτω καὶ αὐτὸς ὁ [*](Cp. c. 35. iv. 12, and Nicene Anathema.) Λόγος ἐστὶ τρεπτὸς, τῷ δὲ ἰδίῳ αὐτεξουσίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ ἡμεῖς, τρεπτῆς ὢν φύσεως. Διὰ τοῦτο γὰρ, φησὶ, καὶ προγινώσκων ὁ Θεὸς ἔσεσθαι καλὸν αὐτὸν, προλαβῶν αὐτῷ ταύτην τὴν δόξαν δέδωκεν, ἣν ἄνθρωπος καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι πεποίηκε.᾿