Isagoge artis musicae

Bacchius Geron

1-5

Isagoge, Bacchius Geron, Isagoge, Jahn, Teubner, 1895

Μουσικὴ τίς ἐστιν; — Εἴδησις μέλους καὶ τῶν περὶ μέλος συμβαινόντων.

Μουσικὸς δὲ τίς; — Ὁ εἰδὼς τὰ κατὰ τὰς μελῳδίας συμβαίνοντα.

Πῶς ὑπάρχει; — Ἅ μὲν φύσει, ἃ δὲ τῇ ἡμετέρᾳ χρήσει.

Ποῖα οὗν φύσει; — Αἵ τε ὀξύτητες καὶ βαρύτητες καὶ τὰ διαστήματα.

Ποῖα δὲ τῇ ἡμετέρφ χρ σήει; — Ἡ περὶ τοὺς φθόγγουϚ μελοποιΐα.

Αὐτὴ δὲ ἡ μουσικὴ ἐκ τίνος σύγκειται; — Ἑχ φθόγγων ἐμμελῶν καὶ συστημάτων.

Φθόγγος δὲ καθόλου τί ἐστι; — (p. 2) Φωνῆς ἐμμελοῦς πτῶσις ἐπὶ μίαν τάσιν. μία γὰρ τάσις ἐν φωνῇ ληφθεῖσα ἐμμελῆ φθόγγον ἀποτελεῖ.

Σύστημα δὲ τί ἐστι; — Τὸ ἐκ πλειόνων ἢ δύο φθόγγων μελῳδούμενον.