In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

2.introduction-2.4

In Porphyrii Isagogen Sive Quinque Voces, Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3, Busse, Reimer, 1891

[*](ed. pr. 2r)

Μέλλοντας ἡμᾶς ἄρχεσθαι φιλοσόφων λόγων ἀναγκαῖόν ὲστι μαθεῖν τί ποτέ ἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του πρότερον μαθεῖν τί μανθάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὁρισμῶν. καὶ πῶς δυνατὸν δι’ ὁρισμοῦ μαθεῖν πρᾶγμα ἀγνοουμένου τοῦ τί ἐστιν ὁρισμός; ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοὐ πράγματος φύσιν. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὅρων· ὥσπερ γὰρ ἐκεῖνοι περιλαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων, οὕτω καὶ οἱ ὁρισμοὶ περιλαμβάνουσι τὸ πρᾶγμα καὶ χωρίζουσι τῶν ἄλλων ἀπάντων. δεῖ τοίνυν ὁρισμὸν τῆς φιλοσοφίας εἰπεῖν, ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμανθάνομεν, ὅτι γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων· ὁμοίως καὶ ῥητορικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμάθομεν, ὅτι ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δεῖ οὖν καὶ τῆς φιλοσοφίας τὸν ὁρισμὸν μαθεῖν, αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις τοὺς ὁρισμοὺς παρέχουσα.

Πᾶσά οὖν ἐπιστήμη καὶ πᾶσα τέχνη ὑποκείμενόν τι ἔχει καὶ τέλος. ὑποκείμενον μὲν οὖν ἐστι περὶ ὃ καταγίνεται, τέλος δὲ οὗ στοχάζεται καὶ [*](1 Titulus codicibus aliis alius praebetur; inscripsi ex antiquissimo D: ὑπόμνημα εἰς τὰς πέντε φωνὰς ἀπὸ φωνῆς ἀμμωνίου τοῦ μικροῦ τοῦ ἑρμείου Ε : προλεγόμενα τῆς πορφυρίου εἰσαγωγῆς ἀπὸ φωνῆς ἀμμωνίου φιλοσόφου τοῦ μικροῦ τοῦ ἑρμείου M: [προ]λεγόμενα τῆς πορφυρίου εἰσαγωγῆς ἀπὸ φωνῆς ἀ[μμωνίου] V: ὑπόμνημα εἰς τὰς πέντε φωνὰς ἀπὸ φωνῆς ἀμμωνίου μικροῦ τοῦ ἑρμείου p 2 φιλοσόφων ἄρχεσθαι colloc. p 3 πρότερον Dp: πρῶτον EM: oblitt. V 4 καὶ D: om. EMVp ἀντιλήψεται DMV: ἀνθέξεται Ep 5 δὲ DEp: γὰρ MV 6 ὁ ὁρισμός (prius) E 11. 12 ὁρισμὸν ἐμανδάνομεν DEp: ὅρον ἐμάθομεν M: oblitt. V 12 παρὰ] περὶ D post ποιηταῖς add. τε MVp: om. DE 13 post ὁμοίως add. δὲ Ep: om. DM: locus oblitt. V 14 τεχνικὴ om. D 17 τε om. Ep 18 πᾶσα (alterum) om. Ep τι om. E 19 μὲν om. M)

2
δ βούλεται κοσμεῖν· οἷον ὁ ἰατρὸς ἔχει ὑποκείμενα μὲν τὰ ἀνθρώπεια σώμάτα [*](2r) περὶ γὰρ ταῦτα καταγίνεται), τέλος δὲ τὸ ὑγιάσαι ταύτα τούτου γὰρ στοχάζεται) ὁμοίως καὶ ὁ τέκτων ὑποκείμενον μὲν ἔχει τὸ ξύλον, τέλος δὲ τὸ ποιῆσαι ἀβάκιον. οἱ ὁρισμοὶ οὖν λαμβάνονται ἢ ἐκ τοῦ ὐποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ καὶ ἀπὸ συναμφοτέρου· ἐκ μὲν τοῦ ὑποκει- μένου ὡς ὅταν εἴπωμεν ’ἰατρική ἐστιν τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη’, ἐκ δὲ τοῦ τέλους ὡς ὅταν εἴπωμεν ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη ὑγείας περιποιητική’. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα ἔχει ὑποκείμενον τὰ οὐράνια σώματα, τέλος δὲ τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν καὶ τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς· καὶ οὕτω δυνησόμεθα τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι. ἰστέον οὖν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι περί τινα μερικὰ καταγίνονται, οἷον ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα, ἡ ἀστρονομία περὶ μόνα τὰ οὐράνια, μόνη δὲ ἡ φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται, τέλος δὲ ἔχει οὐ ποιῆσαι ταῦτα ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονται οὖν τῆς φιλοσοφίας ὁρισμοὶ πολλοί· πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρων αὐτὴν. ἵνα δὲ μὴ [*](2v) τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῷ παρόντι δῶμεν ἔγκλημα τοὺς ἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ἢ ὀλίγῳ πλείους ἐπελθεῖν. δύο μὲν οὖν εἰσιν ἐκ τοῦ ὑποκειμένου δύο δὲ ἐκ τοῦ τέλους καὶ ἕτερος ἐκ ἵης ὑπεροχῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας τέχνας.

Ἔστιν οὖν ὁ πρῶτος οὗτος· “φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”. τὸ ᾗ ἀντὶ τοῦ καθὸ ὄντα ἐστίν· οὐ γὰρ προτίθεται ὁ φιλόσοφος πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους εἰδέναι κατὰ ἀριθμόν, ἀλλὰ τίς ποτέ ἐστιν ἡ τοῦ ἀνθρώπου φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος [*](1 κοσμεῖν] σκοπεῖν V ὁ ἰατρὸς DMV: ἰατρὸς Ε: ἡ ἰατρικὴ p ἔχει ὑποκείμενα μὲν D: ἔχει ὑποκείμενα E: ἔχει ὑποκείμενον μὲν M: ἔχει ὑποκείμενον (μὲν oblitt.) V: ὑποκείμενον ἔχει p ἀνθρώπεια DE : ἀνθρώπινα Mp: oblitt. V 2 τὸ ὑγιάσαι] τοῦ ὑγιᾶναι E 3 μὲν om. Ep τὸ ξῦλον D: τὰ ξύλα EMVp 4 τέλος δὲ ἔχει V ἀβάκιον MV: ἀββάκιον Dp: κράββατον E οἱ οὖν ὁρισμοὶ colloc. Mp 5 ἢ (ante καὶ) om. E συναμφοτέρου Ε: συναμφοτέρων (compend.) D: τοῦ συναμφοτέρου MVp (cf. V. 8) 6 ἐστιν om. M ἀνθρώπεια M 7 καταγομένη M ὡς ὅταν εἴπωμεν om. D (fort, recte) 8. 9 ἐκ δὲ τοῦ συναμφοτέρου—περιποιητική om. M 8 ἀνθρώπεια V 10 scribas ὑποκείμενα μὲν (cf. v. 1) 11 καὶ (post οὖν) D: om. EMVp 12 αὐτῆς τὸν ὁρισμὸν colloc. EMp: oblitt. V οὖν D: τοίνυν EMVp αἱ μὲν] οὐ μόνον Ε 13 post ἄλλαι add. πᾶσαι MV ἡ om. EM 14 ἡ ἀστρ. D: ἡ δὲ ἀστρ. EMp: oblitt. V ἡ (ante φιλοσοφία) om. E 15 ταῦτα DEM: om. p: oblitt. V 16 ante ὁρισμοὶ add. oi EMVp: om. D 17 καὶ D: om. EMVp 19 ὀλίγῳ πλείους ἐπελθεῖν] ὀλίγα πρὸς ἐπελθεῖν D: ὀλίγα προσελθεῖν E1: ὀλίγω πλείω διελθεῖν Ε2: ὀλίγα προσεπελθεῖν M: ὀλίγω προσελθεῖν V: ὀλίγῳ πλείους προσεπελθεῖν p 20 οὖν om. Ερ ἕτερ.] an πέμπτος? 21 ἧς D: ὃν Ε: ἢν Mp: oblitt. V post τέχνας add. καὶ ἕτερος ἐξ ἐτυμολογίας p 22 post πρῶτος add. ὁρισμὸς p 23 τὸ ἡ DM: τῆ ἦ Ε: τὸ δὲ ᾖ p: oblitt. V post ᾖ add. οὐκ ἀκαίρως πρόσκειται ἀλλ’ M καθὸ] καθὰ p γὰρ superscr. D 24 κόσμῳ] κοινῶ D τοὺς ἀνθρώπους τοὺς ἐν τῶ κόσμω V)

3
καὶ τὸ εἶναι σκοπεῖ ὁ φιλόσοφος. τινὲς δὲ ὁρίζονται οὕτως· “φιλοσοφία [*](2v) ἐστὶ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις”. καὶ δῆλον ὅτι ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ, διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ· διεῖλε γὰρ τὰ ὄντα εἰς τά θεῖα καὶ ἀνθρώπινα τὰ μὲν ἀίδια εἰπὼν θεῖα, τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁ ὁρισμὸς καὶ ὁ πρῶτος ἐκ τοῦ ὑποκειμένου ἀποδίδονται, διενηνόχασι δὲ ἀλλήλων, ὡς εἴρηται, τῷ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦτος ὁρισμὸς ἀπὸ τοῦ τέλους ὁ λέγων ‘‘φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθφώπῳ.” οὕτω γὰρ ὁ Πλατῶν ὡρίσατο. ὁ γὰρ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικάς, καθ&