In Aristotelis Categorias Commentarius

Ammonius

1.1.introduction-1.1.4

In Aristotelis Categorias Commentarius, Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4, Busse, Reimer, 1895

Ἐπειδὴ τῆς Ἀριστοτέλους ἐντὸς ἐθέλομεν γενέσθαι φιλοσοφίας, φέρε τινὰ δέκα τὸν ἀριθμὸν εἰς ταύτην ἡμῖν συμβαλλόμενα ζητήσωμεν, πρῶτον πόθεν τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τέταρτον τί τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσο|φίας, πέμπτον τίνα τὰ ἄγοντα ἐπὶ ταύτην, ἕκτον πῶς δεῖ [*](34b) παρασκευάσασθαι τὸν ἀκροασόμενὸν φιλοσόφων λόγων, ἕβδομον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ὄγδοον διὰ τί φαίνεται ὁ φιλόσοφος ἀσάφειαν ἐπιτηδεύσας, ἔννατον ποῖα δεῖ καὶ πόσα προλαμβάνεσθαι ἑκάστου τῶν Ἀριστοτελικῶν συγγραμμάτων, δέκατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον αὐτά.

Ὀνομάζονται μὲν οὖν αἱ τῶν φιλοσόφων αἱρέσεις ἀπό τινων ἑπτά· ἢ γὰρ ἀπὸ τῶν αἱρεσιαρχῶν, ὥσπερ οἱ Πυθαγόρειοι λέγονται καί τινες Ἐπικούρειοί τε καὶ Δημοκρίτειοι Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων, ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρξαμένων [*](35a) ὥσπερ ἡ Κυρηναικὴ φιλοσοφία λέγεται, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἐπειδὴ ἐν τῇ στοᾷ ἐπαίδευον τῇ ποικίλῃ, [*](1 In titulo om. ἀπὸ φωνῆς F: Φιλοπόνου εἰς τὰς κατηγορίας b 3 θέλομεν M φιλ. γενέσθαι colloc. M 4 δέκα—ζητήσωμεν] ἡμῖν συμβαλλόμενα εἰς ταύτην ἔστι δὲ ταῦτα δέκα τὸν ἀριθμόν Mb 8 ὅπως M 9 παρασκευάσαι M ἀκροασάμενον F 10 τῆς Ἀριστοτελικῆς ἀπαγγ. b 11 ἔνατον (alterum ν eras.) M ἑκάστου om. M ἀριστοτελικῶν] ἀριστοτέλους M 12 ὁποῖον M post αὐτὰ add. ἐπειδὴ τοίνυν ἀπηριθμησάμεθα (ἀπηριθμήσαμεν b) ταῦτα, φέρε ζητοῦντες ἕκαστον οἷόν τε ἡμῖν ἐστι σαφηνίσωμεν Mb 13 πρῶτον μὲν οὖν ὄν. b 14 πέντε ἁμ. F ὥσπερ] ὡς M 15 Δημοκρίτειοί τε καὶ Ἐπικ. colloc. Olymp. (recte) πυθαγόρου τε (τε om. b) καὶ ἐπικούρου καὶ δημοκρίτου Mb 16 ἑκάστην Fb δεύτερον ἡ F 16. 17 προκαταρξαμένων F Olymp.: καταρξάντων M: καταρξαμένων b 17 τρίτον ἢ F 18 ἐν τῆ ποικίλη στοὰ ἐπαίδευον M)

2
καὶ οἱ Λύκειοι καὶ οἱ Ἀκαδημαϊκοί, οἵτινες ἀπὸ τοῦ τόπου τὴν προσηγορίαν ἔλαβον, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι, οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο· ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλατῶν ἔφη· ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον᾿. λέγονται δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐν τῷ φιλοσοφεῖν διακρίσεως, ὥσπερ οἱ ἐφεκτικοὶ φιλόσοφοι, οἳ τοῦ τῶν φιλοσόφων οὐδ’ ὅλως ὀνόματος ἠξιώθησαν ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες· ἔλεγον γὰρ οὗτοι παντελῶς ἀκαταληψίαν εἶναι καὶ μηδένα μηδὲν γινώσκειν. οὓς ἐλέγχει μὲν καὶ δι’ ἄλλων ἰσχυρῶν τε καὶ ἀποδεικτικῶν ὁ Πλάτων, κέχρηται δὲ καὶ τῷ τοιούτῳ τινὶ ἐλέγχῳ ἐκ τοῦ αὐτῶν δόγματος ὁρμώμενος· φησὶ γὰρ ὅτι ‘ὑμεῖς ἐγνωκότες ἀποφαίνεσθε παντελῆ εἶναι ἀκαταληψίαν ἢ οὐκ ἐγνωκότες; εἰ μὲν οὐκ ἐγνωκότες, οὐ δήπου πιστεύσομεν ὑμῖν ἀπὸ γνάθων ἀποφαινομένοις· εἰ δὲ ἐγνωκότες, ἔστιν ἄρα κατάληψις.’ ἔλεγον γὰρ ἐκεῖνοι μὴ εἶναι κατάληψιν τῷ λόγῳ τούτῳ χριόμενοι· εἰ μέλλοι εἶναι κατάληψις, δεῖ τὸ γινῶσκον ἐφαρμόζειν τῷ γινωσκομένῳ· εἰ δὲ μέλλοι ἐφαρμόζειν, δεῖ τὸ γινωσκόμενον ἑστάναι τε καὶ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινοῖτο τὸ γινωσκόμενον, συγκινεῖσθαι τὸ γινῶσκον καὶ παρα- κολουθεῖν αὐτῷ. εἰ τοίνυν τὰ πράγματα οὐχ ἕστηκεν ἀλλ’ ἀεὶ κινεῖται καὶ κινουμένοις αὐτοῖς οὐ δύναται συγκινεῖσθαί τε καὶ συνακολουθεῖν ἡ ἡμετέρα ψυχή, ἀνάγκη ἀκαταληψίαν εἶναι. ὅτι μὲν οὖν κινεῖται τὰ πράγματα καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστι, τοῦτ’ ἔστιν ἐν ῥύσει καὶ μεταβολῇ, ὀρθῶς ἔφασκον, ὅθεν καί τινος τῶν ἀρχαίων εἰρηκότος ὅτι εἰς τὸν αὐτὸν ποταμὸν [*](1 καὶ οἱ Λύκειοι—ἔλαβον (2) om. Philop. Olymp. Elias (reote) καὶ οἱ οἵ τε ἐν τῶ λυκείῳ λύκειοι καὶ οἱ κατὰ τὴν ἀκαδημίαν (ἀκαδδημίαν ubique M) ἀκαδημαϊκοί (ἀκαδδημιακοί M) Mb οἵτινες om. Mb 2 τέταρτον ἡ F εἴδους τῆς ζωῆς] ἤθους F 3 κύνες ὠνομ. ante διὰ τὸ παρρ. colloc. Mb 5 οὗτοι] οἱ φιλόσοφοι M: οὗτοι οἱ φιλόσοφοι b ἀναξίους τῆς φιλοσοφίας Mb 6 γίνεσθαι b ante καὶ τούτου add. διὰ τὸ οὖν παρρησιαστικὸν καὶ τὸ διακρίνειν αὐτοὺς τούς τε δυναμένους καὶ τοὺς τοὺς om. b) μὴ δυναμένους δέξασθαι φιλοσόφους (φιλοσοφίας b) λόγους Mb καὶ om. Mb 7 ἕνεκα b ὁ om. M Πλατῶν] cf. Reipubl. II 15 p. 375 Ε sq. ἔφησεν M 8 post φιλόσοφον add. οὕτω καὶ οἱ κυνικοὶ φιλόσοφοι ἀνυποστάλτως ἀνυποστάτως M1) ἐλευθεριάζοντες ἔκρινόν τε καὶ διήλεγχον τά τε ὀρθὰ (ἀρθῶς b) καὶ τὰ μὴ ἔχοντα Mb πέμπτον λέγεται Fb δὲ καὶ om. b τόπου F1 9 οἳ – ὅλως (10)] οἵτινες ἀναξίως καὶ τοῦ τῶν φιλοσόφων M οὐδ’ om. b 10 ὀνόματι F 11 μὴν] μή τι M παντελῆ M 12 καὶ (post μὲν) om. b 13 τῷ om. M καὶ ἐκ b 14 αὐτοῦ b φησὶ] cf. Cratyl. p. 439 E sq. ἡμεῖς F1 14.15 παντ. ἀποφαίν. b 15 ἐγνωκότες (prius) om. b post μὲν add. γὰρ M: οὖν b 16 πιστεύσομεν b: πιστεύσωμεν F: πιστεύομεν M ἀποφαινομένων M ἄρα ἐστι colloc. Fb 17 γὰρ] δὲ Mb 18 ὅτι εἰ M 18. 19 μέλλει (priore loco) M, (utrobique) b 20 κινοίητο F τὸ γινωσκόμενον om. M καὶ τὸ γινῶσκον b 24 post ῥοῇ add. τε M τοῦτ’ ἔστιν om. M ἐν ῥύσει τέ ἐστι καὶ μετ. M 25 τινα— εἰρηκότα M τινος] cf. Heracliti fr. 41 Byw.)
3
οὐκ ἔστι δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν τόπον, ἔφη πρὸς αὐτὸν ἕτερος τῷ ὄντι ὀξείᾳ τῇ διανοίᾳ, ὡς οὐδ’ ἅπαξ· ἅμα γὰρ τῷ καθεῖναι τὸν πόδα ἐρρύη αὐτὸ τὸ ὕδωρ πρὶν εἰς αὐτὸ τὸ λοιπὸν ἐμβῆναι σῶμα. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὀρθῶς ἔφησαν, ὅτι δὲ ἡ ψυχὴ ἡ ἡμετέρα οὐ δύναται τούτοις παρακολουθεῖν, τοῦτο ψεύδονται· ἀπέδειξε γὰρ ὁ Πλατῶν ὅτι αἱ σπουδαῖαι τῶν ψυχῶν οὐ μόνον οὐ κατόπιν αὐτῶν ἔρχονται, ἀλλὰ