In Aristotelis Librum De Interpretatione Commentarius

Ammonius

1

In Aristotelis Librum De Interpretatione Commentarius, Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius, Comentaria In Aristotelem Graeca, Vol 4.5, Busse, Reimer, 1888

1

AMMQNIOr TOr EPMEIOT TnOMNHMA EII TO IlEPl 3r ΕΡΜΗΝΕΙΑΣ.

[*](ed. Ven. 1545, 3r)

Πολὺ μὲν ἐν σοφοῖσι κοὐκ ἀνώνυμον τὸ Περὶ ἑρμηνείας τοῦ Ἀριστοτέλους βιβλίον τῆς τε πυκνότητος ἕνεκα τῶν ἐν αὐτῷ παραδιθομένων θεωρημάτων καὶ τῆς περὶ τὴν λέξιν δυσκολίας. διὸ καὶ πολλῶν ἐξηγητῶν πολλαὶ περὶ αὐτὸ κατεβλήθησαν φροντίδες. εἰ δέ τι καὶ εἰσενεγκεῖν περὶ τὴν τοῦ βιβλίου σαφήνειαν, ἀπομνημονεύσαντες τῶν ἐξηγήσεων τοὐ θείου ἡμῶν διδασκάλου Πρόκλου τοῦ Πλατωνικοῦ διαδόχου τοῦ εἰς ἄκρον τῆς ἀνθρωπίνης φύσεως τήν τε ἐξηγητικὴν τῶν δοκούντων τοῖς παλαιοῖς δύναμιν καὶ τὴν ἐπιστημονικὴν τῆς φύσεως τῶν ὄντων κρίσιν ἀσκήσαντος, πολλὴν ἄν τῷ λογίῳ θεῷ χάριν ὁμολογήσαιμεν.

Ἀρχὴ τοίνυν ἡμῖν γενέσθω τῆς ἐξηγήσεως ἡ τῶν πέντε κεφαλαίων Υφήγησις τῶν προλαμβάνεσθαι τῆς τοῦ ῥητοῦ σαφηνείας εἰωθότων, καὶ λέγωμεν τίς τε ἡ πρόθεσις τοῦ Περὶ ἑρμηνείας καὶ τίνα ἔχει τάξιν πρὸς τὰ ἄλλα τῆς λογικῆς τοῦ Ἀριστοτέλους πραγματείας συγγράμματα τίς τε ἡ αἰτία ταύτης αὐτῆς τῆς Περὶ ἑρμηνείας ἐπιγραφῆς καὶ ὅτι | γνήσιόν ἐστι [*](3v) τὸ σύγγραμμα τοῦτο τοὐ Ἀριστοτέλους καὶ ἐπὶ πᾶσι τίς ἡ εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσις· τὸ γὰρ ἐπιζητεῖν πρὸς τί χρήσιμον ἄν εἴη τῷ φιλοσοφεῖν βουλομένῳ τὸ Περὶ ἑρμηνείας βιβλίον ἡ πρόθεσις αὐτοῦ φανεῖσα ἡμῖν περίεργον ἐπιδείξει.

Τίς οὖν ἡ πρόθεσις αὕτη; τοῦτο γὰρ ἀνάγκη πρὸ τῶν ἄλλων ἀφορίζεδθαι καὶ πρὸς ταύτην τὰ ἐφεξῆς ἅπαντα συνείρειν. ἵνα δὴ τοῦτο διηρθρωμένως ἕλωμεν, ἀναμνησθῆναι χρὴ τῶν εἰρημένων ἐν τοῖς προλαμβανομένοις τῆς συναναγνώσεως τῶν Κατηγοριῶν, λέγω δὲ ὅτι ἡ μὲν λογικὴ [*](1 In titulo τοῦ et ὑπόμνημα om. Α ac post ἑρμηνείας add. ἀριστοτέλους FMa 3 cf. Eur. Hippol. 1 5 δυσκ.] διδασκαλίας F 7 ἐπενεγκεῖν Α: εἰσενέγκαι F 7. 8 τῶν ἐξηγήσεων suppl. G2 10 τῆς φύσεως om. M 12 γιγνέσθω Fa πέντε om. AG 13 ἐξήγησις a 13. 14 καὶ λέγωμεν—ἐρμηνείας om. G 14 λέγομεν FMa 15 τί G 16 post ἑρμ. add. τοῦ ἀριστοτέλους G (del. m2) 20 ἐπιδείξει evan., sed ἀποδείξει exhibuisse videtur Α 21 αὐτὴ ἡ οὕτη colloc. Α 23. 24 ἐν τοῖς προλαμβ. τῆς συναναγνώσεως τῶν κὰτ.] cf. Ammon. in Cat. p. 5,9. 10,22 sq. 24 συναναγνώσεως in lac. suppl. G2)

2
πραγματεία τέλος ἔχει τὴν εὕρεσιν τῆς ἀποδείξεως, προηγεῖται δὲ ταύτης ἡ τοῦ ἁπλῶς συλλογισμοῦ γνῶσις, καὶ ταύτης πάλιν ἡ τῶν ἁπλῶν λόγων τῶν συντιθέντων τὸν συλλογισμὸν θεωρία, ταύτης δὲ ἡ κατάληψις πασῶν κατὰ γένη τῶν ἁπλῶν φωνῶν, ἐξ ὧν ὁ ἁπλοῦς λόγος ἔχει τὴν γένεσιν. παραδοὺς τοίνυν ὁ Ἀριστοτέλης ἐν τῷ βιβλίῳ τῶν Κατηγοριῶν τὴν περὶ τῶν ἁπλῶν φωνῶν πραγματείαν ἐν τούτῳ προτίθεται παραδοῦναι ἡμῖν τοὺς ἀπλοῦς λόγους τοὺς ἐκ τῆς συμπλοκῆς τῶν ἁπλῶν φωνῶν ἀποτελουμένους καὶ ὡς προτεινομένους ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς καινωνοῖς τῶν λόγων προτάσεις ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους. ἀλλὰ τοῦ λόγου πέντε ὄντων εἰδῶν, τοῦ τε κλητικοῦ ὡς τὸ
  • ὦ μάκαρ Ἀτρείδη,
  • καὶ τοῦ προστακτικοῦ ὡς τὸ
  • βάσκ’ ἴθι, Ἶρι ταχεῖα,
  • καὶ του ερωτηματικου ὡς τὸ
  • τίς πόθεν εἶς ἀνδρῶν;
  • καὶ τοῦ εὐκτικοῦ ὡς τὸ
  • αἲ γάρ, Ζεῦ τε πάτερ,
  • καὶ ἐπὶ τούτοις τοῦ ἀποφαντικοῦ, καθ’ ὃν | ἀποφαινόμεθα περὶ ὁτουοῦν [*](4r) τῶν πραγμάτων οἷον
  • θεοὶ δέ τε πάντα ἴσασι,
  • ‘πᾶσα ψυχὴ ἀθάνατος᾿, οὐ περὶ παντὸς ἁπλοῦ λόγου κατὰ τήνδε τὴν πραγματείαν διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης, ἀλλὰ περὶ μόνου τοῦ ἀποφαντικοῦ. καὶ τοῦτο εἰκότως· μόνον γὰρ τοῦτο τὸ εἶδος τοῦ λόγου δεκτικόν ἐστιν ἀληθείς τε καὶ ψεύδους καὶ ὑπὸ τοῦτο τελοῦσιν αἱ ἀποδείξεις, ὑπὲρ ὧν ἡ λογικὴ πάσα πραγματεία τῷ φιλοσόφῳ συντέτακται.

    Καλοῦσι δὲ οἱ Στωικοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον

  • ἴστω νῦν τόδε γαῖα,
  • τὸ δὲ ἐκθετικὸν οἷον ‘ἔστω εὐθεῖα γραμμὴ ἥδε᾿, τὸ δὲ ὑποθετικὸν οἷον ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας’, τὸ δὲ ὅμοιον ἀξιώματι οἷον
  • ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους,
  • ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀπολόγων] [*](2 φωνῶν M 5 τὴν suppl. G2 6 ἡμῖν om. G 7 τοὺς] τῆς G1: καὶ τοὺς G2 ἐκ τῆς suppl. G2 8. 9 κοινωνοῦσι F: κοινοῖς κοινωνοῖς superscr.) M 11 Si μάκαρ Ἀτρ.] Horn, Γ 182 al. 13 βάσκ’ ἴθι κτλ.] Horn. Θ 399 al. ἶρις F ἶρι ταχεῖα om. G 15 τίς πόθεν κτλ.] Hom. ἡ 238 17 αἷ γὰρ κτλ.] Hom. Δ 288 ἡ 311 20 θεοὶ δέ κτλ.] Hom. δ 379 δέ supra scr. F 21 ἀπλῶς F τήνδε τὴν]—δε τὴν suppl. G2 27. 28 ἕτερα τούτοις colloc. AG1 29 τι] τοι G 30 ἴστω κτλ.] Hom. ἑ 184 31 ἔστω] ἐκκείσθω M 32. 33 τὸ δὲ ὅμ ἀξιώματι om. Α 34 ὡς ὡραΐζετ κτλ.] Menandri frg. 855 (Com. Att. fr. III p. 228 ed. Kock) ἐν τοῖς βίοις Ma: πρὸς τοὺς βίους Schol. Theocr. 35. p. 3,1 ἀποδεικτικῷ G1)
    3
    φαντικῷ, τοῦ μὲν ὀμοτικοῦ τῇ μαρτυρίᾳ τοῦ θείου πλεονάσαντος ἰῆς αποφάνσεως τοῦ δ’ ὁμοίου τῷ ἀξιώματι τῇ τοὐ ὡς ἐπιτατικοῦ ἐπιρρήματος προσθήκῃ. πέμπτον δέ τι πρὸς τούτοις εἶναί φασι τὸ ἐπαπορητικὸν οἷον
  • Δάος πάρεστι· τί ποτ’ ἀπαγγελῶν ἄρα;
  • ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως.

    Πἀλιν δὲ τοῦ ἀποφαντικοῦ λόγου δύο ὄντων εἰδῶν καὶ τοῦ μὲν κολουμένου κατηγο|πρικοῦ τοῦ δὲ ὑποθετικοῦ, κατηγορικοῦ μὲν τοῦ σ·ημαίνοντος [*](4v) τί τίνι ὑπάρχει ἢ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ, Σωκράτης οὐ περιπατεῖ᾿ κατηγοροῦμεν γὰρ τὸ περιπατεῖν τοῦ Σωκράτους ποτὲ μὲν καταφατικῶς ποτὲ δὲ ἀποφατικῶς) ὑποθετικοῦ δὲ τοῦ σημαί- νοντος τίνος ὄντος τί ἐστιν ἢ οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἐστιν ἡ οὐκ ἔστιν, ὡς ὅταν εἴπωμεν ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν, εἰ ἄνθρωπός ἐστι, λίθος οὐκ ἔστιν, εἰ μὴ ἔστιν ἡμέρα, νύξ ἐστιν, εἰ μὴ ἔστιν ἡμέρα, οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆν’, τὸ κατηγορικὸν ἡμῖν μόνον εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδίδωσιν ὁ Ἀριστοτέλης ὡς αὐτοτελὲς καὶ χρήσιμον πρὸς τὰς ἀποδείξεις, τὸ δέ γε ὑποθετικὸν ὡς ἐλλιπὲς ὂν καὶ δεόμενον πάντως, τῆς διὰ τοῦ κατηγορικοῦ τελειότητος οὐδαμοῦ προηγουμένης ἀξιώσει σπουδῆς. οἱ γὰρ ὑποθετικοὶ συλλογισμοὶ τὴν καλουμένην μετάληψιν ἤτοι πρόσληψιν ἀναποδείκτως λαμβάνοντες ἐνίοτε δὲ καὶ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λόγου δεόμενον ἐξ ὑποθέσεως ἔσχον τὴν πίστιν, ἥτις αὐτῶν τὰς πρώτας ὑποθέσεις παραδέχοιτο. πρὸς οὖν τὴν τῶν ὑποθέσεων τούτων κατασκευὴν εἰ μὲν ἑτέρῳ τις ὑποθετικῷ χρῷτο συλλογισμῷ, δεήσει πάλιν ἑτέρας αὐτῷ κατασκευῆς πρὸς τὴν πίστιν τῶν ἐν αὐτῷ ὑποθέσεων καὶ πρὸς ἐκείνην ἑτέρας, καὶ τοῦτο εἰς ἄπειρον, εἰ δι’ ὑποθέσεων ἐθέλοι τὰς ὑποθέσεις κρατύνειν. εἰ δέ γε μέλλει τελεία καὶ ἀπροσδεὴς ἡ ἀπόδειξις γίνεσθαι, δῆλον ὅτι κατηγορικοῦ συλλογισμοῦ | χρεία τοῦ δίχα τινὸς ὑποθέσεως [*](5r) ἐπαγγελλομένου τὸ προκείμενον δεικνύναι. διὸ καὶ τοὺς μὲν κατη- γορικοὺς ἁπλῶς οὕτως ὀνομάζομεν συλλογισμούς, τοὺς δὲ ὑποθετικοὺς τὸ μὲν ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμούς, ἀπλῶς δ’ οὐκέτι πρὸς τῷ καὶ ἄλλως τὰς ὑποθετικὰς ἀποφάνσεις ἐκ τῶν κατηγορικῶν τὴν γένεσιν ἔχειν· ἄλλης γὰρ πρὸς ἄλλην κατηγορικῆς προτάσεως ἢ ἀκολουθίαν ἢ διάἐπαπορρητικόν [*](3 F 4 Δάος πάρεστι κτλ.] cf. Com. Att. fr. Ill p. 460 (Kock) ἀπαγγελῶν Kock: ἀγγελῶν AMa: ἀγγέλλων FG 5 προτίθησι G1: προστίθησι AFG2Ma G πρόφασιν] πρότασιν Fa 8 δὲ ὑποθετ.—μὲν τοῦ suppl. G2 10 κατηγοροῦσι μὲν γὰρ Α 12. 13 ἢ τίνος—οὐκ ἔστιν suppl. G2 τί ἔστιν ἡ οὐκ έστιν (altero loco) AGF: τί οὐκ ἔστιν ἡ τί ἔστιν Ma 13 εἴπωμεν οἶον G καὶ θὼ. G 15 ὁ ἥλιος Ma ante κατηγορικὸν supra scr. δὲ G2 16 ἀποδίδωσιν G πρὸς] εἰς G 17 ἀποδείξεις] δείξεις AG γε cm. M 18. 19 προηγ.—σπουδῆς suppl. ’ 18 προηγουμένως AGa ἀξιοίη Fa 19 σπουδῆς M: studio vers, lat.: τιμῆς AFGa οἱ] εἰ F 21 ante λόγου add. καὶ FGa ἔχουσι GM: ἔχον a ἥτις AF2Ga: εἴ τις F1M 22 οὖν om. G 23 ἑτέρως FMa χρῶτο ὑποθ. colloc. Α 25 θέλοι AG 26 κρατεῖν F μέλλοι F 28 μὲν suppl. G2 30 ἐξ ὑποθέσεων AG 31 ὐποθετ.] ἀποφατικὰς G1)

    4
    στσιν σημαίνουσι, συνδέουσι αὐτὰς πρὸς ἀλλήλας ἢ τῷ συμπλεκτικῷ ἢ τῷ διαζευκτικῷ προσαγορευομένῳ συνδέσμῳ πρὸς τὸ ἕνα δοκεῖν εἶναι τὸν ἐξ αὐτῶν συγκείμενον λόγον. διὰ ταῦτα τοίνυν τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου πολυπραγμονεῖ μόνον ὁ Ἀριστοτέλης.

    Ἔστιν οὖν ἡ πρόθεσις τῆς προκειμένης πραγματείας, ὡς συνελόντι φάναι, διαλεχθῆναι περὶ τῆς πρώτης συνθέσεως τῶν ἁπλῶν φωνῶν τῆς κατὰ τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου γινομένης. λέγω δὲ τὸ πρώτης, διότι καὶ τοὺς συλλογισμοὺς ἡ σύνθεσις τῶν ἁπλῶν ἐργάζεται φωνῶν, οὐ μέντοι ἡ πρώτη, ἀλλ’ ἡ διὰ τῆς συμπλοκῆς τῶν κατὰ τὴν πρώτην σύνθεσιν γεγονότων λόγων ἀποτελουμένη. διὸ τοὺς ἁπλοῦς τούτους λόγους κατὰ μὲν τήνδε τὴν πραγματείαν αὐτούς καθ’ αὑτοὺς θεωρῶν ὡς ἀποφάνσεις μόνον ἐπισκέψεται, καὶ οὐχ ὡς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς ὡς μέρη τῶν συλλογισμῶν παραλαμβάνων ἅμα καὶ ὡς προτάσεις εἰκότως ἀξιώσει σκοπεῖν· ὡς γὰρ προτεινομένους αὐτοὺς ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς κοινωνοῖς | τῶν λόγων οὕτως οἱ παλαιοὶ προτάσεις [*](5v) ἐπονομάζουσιν.

    Αὐτόθεν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις ἀναφαίνεται τοῦ βιβλίου· εἰ γὰρ μέσην ἔχουσι τάξιν οἱ ἁπλοῖ λόγοι τῶν τε ἁπλῶν φωνῶν καὶ τῶν συλλογισμῶν, παραδιδόασι δὲ τὴν μὲν περὶ τῶν ἁπλῶν φωνῶν θεωρίαν αἱ Κατηγορίαι τὴν δὲ περὶ τῶν ἁπλῶν λόγων τὸ προκείμενον βιβλίον τὴν δὲ περὶ τῶν συλλογισμῶν τὰ Ἀναλυτικά, δῆλον ὅτι μέσην ἄν ἔχοι τάξιν τῶν τε Κατηγοριῶν καὶ τῶν Ἀναλυτικῶν, ἑπόμενον μὲν ταῖς Κατηγορίαις προηγούμενον δὲ τῶν τε Ἀναλυτικῶν̓ καὶ τῶν ἄλλων πάντων τῆς λογικῆς πραγματείας συγγραμμάτων.

    Ὅτι δὲ χρήσιμον τὸ προκείμενον βιβλίον πρὸς τὴν λογικὴν ταύτην πραγματείαν, αὕτη δὲ πρὸς πᾶσαν φιλοσοφίαν, ἐναργὲς ἐκ τῶν εἰρημένων.

    Ἐπὶ τούτοις οὖν τῆς ἐπιγραφῆς τὸ αἴτιον ἐπισκεπτόμενοι λέγομεν τί ποτε ἄρα καλῶν ὁ Ἀριστοτέλης ἑρμηνείαν οὕτως ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνείας· οὐ γὰρ δὴ καὶ αὐτὸς καθάπερ ὁ Δημήτριος ὁ τὸ περὶ τῆς λογογραφικῆς ἰδέας βιβλίον συγγράψας καὶ οὗτος αὐτὸ ἐπιγράψας Περὶ ἑρμηνείας ἀξιοῖ καλεῖν ἑρμηνείαν τὴν λογογραφικὴν ἰδέαν, ὡς δὴ περὶ [*](1 σημαίνει G1 συνδεούσας G 2 προσαγορευομένῳ συνδέσμῳ suppl. g2 δοκεῖ Α 3 τὸν κατηγορικὸν εἶδος in lac. suppl. m2) G 7 τὸ (alt.)] τῆς G 10 ἀποτελουμένης F τούτους om. G 13 ἅμα—προτάσεις suppl. G2 14 ὡς γὰρ—ἐπονομάζουσιν (16) om. M (fort, recte, cf. p. 2,8) 14. 15 συλλ.—βουλομένων suppl. G2 15 κοινωνοῖς] κοινωνικοῖς Α: κοινωνοῦσι G 17 ἀναφανήσεται M 18 τὴν τάξιν G τε suppl. ’ 19 παραδιδ.—συλουισμῶν (21) om. F περὶ in mrg. suppl. Α post ἁπλῶν add. μὲν M 20 τὴν δὲ περὶ τὴν τῶν τὴν δὲ supra scr.) G 21 ἄν ante ὅτι colloc. G 22 ἔχοι conexi: ἔχη libri τε supp. G2 κατηγορικῶν G1 23 τε om. G 25 δὲ] μὲν οὖν M πρὸς] εἰς G 27 οὖν om. G τῆς ἐπιγρ. τὸ αἴτιον] τίς ἡ ἐπιγραφὴ καὶ τί τὸ αἴτιον αὐτῆς G malim λέγωμεν 28 ὁ om. Α 29 Δημήτριος] cf. Diog. L. V 84 ὁ (post Δημήτριος) M: om. AFGa τῆς om. FMa 30.31 καὶ οὕτως (sic)—καλεῖν post ἰδέαν collow. (num. supeiscr. corn) A: οὗτος καὶ om.)—καλεῖν post ἰδέν colloc. G 30 οὕτως M)

    5
    ταύτης ἐν τῷ προκειμένῳ βιβλίῳ διαλεξόμενος. ῥητέον οὖν ὅτι τῆς ψυχῆς τῆς ἡμετέρας διττὰς ἐχούσης δυνάμεις, τὰς μὲν γνωστικὰς τὰς δὲ ζωτικὰς τὰς καὶ ὀρεκτικὰς λεγομένας λέγω δὲ γνωστικὰς μὲν καθ’ ἃς γινώσκομεν ἕκαστον τῶν ὄντων, οἷον νοῦν διάνοιαν δόξαν φαντασίαν αἴσθησιν, ὀρεκτικὰς δὲ καθ’ ἃς ὀρεγόμεθα τῶν ἀγαθῶν, | ἢ τῶν ὄντων ἡ τῶν δοκούντων, οἷον βούλησιν [*](6r) λέγω προαίρεσιν θυμὸν ἐπιθυμίαν), τὰ μὲν τέσσαρα εἴδη τοῦ λόγου τὰ παρὰ τὸ ἀποφαντικὸν ἀπὸ τῶν ὀρεκτικῶν δυνάμεων προέρχονται (τῆς οὐκ αὐτῆς καθ’ αὑτὴν ἐνεργούσης ἀλλὰ πρὸς ἕτερον ἀποτεινομένης τὸν δυμβάλλεσθαι δοκοῦντα πρὸς τὸ τυχεῖν τῆς ὀρέξεως καὶ ἤτοι λόγον παρ’ αὐτοῦ ζητούσης καθάπερ ἐπὶ τοῦ πυσματικοῦ καὶ ἐρωτηματικοῦ καλουμένου λόγου, ἢ πρᾶγμα, καὶ εἰ πρᾶγμα, ἤτοι αὐτοῦ ἐκείνου τυχεῖν ἐφιεμένης πρὸς ὃν ὁ λόγος, ὥσπερ ἐπὶ τοῦ κλητικοῦ, ἤ τινος παρ’ αὐτοῦ πράξεως, καὶ ταύτης ἢ ὡς παρὰ κρείττονος, ὡς ἐπὶ τῆς εὐχῆς, ἢ ὡς παρὰ χείρονος, ὡς ἐπὶ τῆς κυρίως καλουμένης προστάξεως), μόνον δὲ τὸ ἀποφαντικὸν ἀπὸ τῶν γνωστικῶν, καὶ ἔστι τοῦτο ἐξαγγελτικὸν τῆς γενομένης ἐν ἡμῖν γνώσεως τῶν πραγμάτων ἀληθῶς ἢ φαινομένως. διὸ καὶ μόνον τοῦτο δεκτικόν ἐστιν ἀληθείας ἢ ψεύδους, τῶν δὲ ἄλλων οὐδέν. τοῦτο τοίνυν τὸ εἶδος τοῦ λόγου τὸ ἀποφαντικὸν ἑρμηνείαν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης ὡς ἑρμηνεῦον τὴν γνῶσιν τῆς ψυχῆς. ἐπεὶ οὖν, καθάπερ αὐτὸς ἐν τοῖς προοιμίοις ἐρεῖ τοῦδε τοῦ βιβλίου, εἰσὶ μὲν καὶ ἕτεροι λόγοι παρὰ τὸν ἀποφαντικόν καὶ γὰρ ἡ εὐχή, φησί, λόγος) ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας, διὰ τοῦτο ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνείας, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἐπιγράφειν ἢ Περὶ τοῦ ἀποφαντικοῦ λόγου.

    Πρὸς δὲ τὸ γνήσιον εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον οὐδεὶς ἠξίωσε περὶ τὰ συγγράμματα τοὐ Ἀριστοτέλους ἐσπου|δακότων ἀμφιβαλεῖν [*](6v) τῶν (??) εἴς τε τὸ πιθανὸν ἀποβλέπων τῆς ἀπαγγελίας καὶ εἰς τὴν ἔντεχνον καὶ τῷ φιλοσόφῳ συνήθη τῶν ἐν αὐτῷ παραδιδομένων θεωρημάτων διάθεσιν καὶ τὴν πρὸς τὰς ἄλλας αὐτοῦ πραγματείας ὁμολογίαν, πλὴν Ἀνδρονίκου τοῦ Ῥοδίου, ὃς ἑνδέκατος μὲν ἦν ἀπὸ τοῦ Ἀριστοτέλους, ἀκούσας δὲ αὐτοῦ καλοῦντος ἐν τοῖς προοιμίοις τοῦδε τοῦ βιβλίου τὰ νοήματα παθήματα τῆς ψυχῆς καὶ προστιθέντος ‘ὡς περὶ τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆς,’ διὰ [*](3 τὰς καὶ] ἅς καὶ F: καὶ G λεγομένας] καλουμένας M 4 αἴσθ. φαντ. coll. FM: φαντ. καὶ αἴσθ. a φαντασίαν om. Ct 6 θυμὸν καὶ καὶ GMa ante τὰ μὲν add. καὶ G2 7 παρὰ τὸ] περὶ τὸν AFMa 11 ἐφιεμ. τυχεῖν colloc. ἐφιεμένου G 12 ὥσπερ] ὡς εἰ (?) Α 12. 13 ἡ τινος—ταύτης suppl. G2 12 παρ’ αὐτοῦ πράξεως] παρ’ αὐτῶ ὑπάρξεως Α: παρ’ αὐτὸ ὑπάρξεως F 15 ἐν suppl. G2 16 ἢ] τε καὶ M 18. 19 τῆς ψυχῆς τήν γν. colloc. Α 19. 20 οῡν—βιβλίου suppl. G2 19 καὶ αὐτὸς καθάπερ ἐν G ἐν τοῖς προοιμίοις] p. 17a4 ἐρεῖ ante αὐτὸς colloc. M 20 post μὲν add. οὖν M καὶ γὰρ καὶ Α 22 περὶ ἑρμ. τὸ βιβλίον colloc. M ἢ (ante οὕτως)] εἰ F 25 ἀμφιβάλλει AG 26 ἀπαγγελ. G2: ἐπαγγελ. AFG1Ma post ἔντεχνον add. καὶ καὶ κεκομψευμένην Fa 27 παραδεδομένων GM διάθεσιν om. M 28 πρὸς] εἰς AG ante ὁμολογίαν add. . . . σιν Α 30 ἐν τοῖς προοιμίοις] p. 16a3 sq. τούτου M 31 προστιθέντος] p. 16a8)

    6
    τὸ μὴ συνιδεῖν ὅπου τῆς Περὶ ψυχῆς πραγματείας τὰ νοήματα παθήματα τῆς ψυχῆς ἐκάλεσεν ὁ φιλόσοφος, ἀναγκαῖον ᾠήθη τῶν δύο πραγματειῶν, ταύτης τε καὶ τῆς Περὶ ψυχῆς, τὴν ἑτέραν νόθον ἀποφήνασθαι τοῦ Ἀριστοτέλους, καὶ δεῖν ἐνόμισε ταύτην ἀθετεῖν μᾶλλον ἢ τὴν Περὶ ψυχῆς. ἰστέον δὲ ὅτι πολλαχοῦ ἐν τῇ Περὶ ψυχῆς ἔχομεν τὴν φαντασίαν παθητικὸν νοῦν ὑπὸ τοῦ φιλοσόφου καλουμένην, νοῦν μὲν ὡς ἔνδον ἐν ἑαυτῇ τὸ γνωστὸν ἔχουσαν καὶ ταύτῃ διαφέρουσαν τῆς αἰσθήσεως, ὅτι ἅπερ ἡ αἴσθησις ἔξω κείμενα γινώσκει δεομένη πάντως τῆς ἐκείνων παρουσίας πρὸς τὸ ἐνεργῆσαι περὶ αὐτά, τούτων ἡ φαντασία τοὺς τύπους διὰ τῶν αἰσθήσεων ἀπομαξαμένη ἐν ἑαυτῇ ἔχει καὶ μὴ δεομένη τῶν ἔξω κειμένων δύναται προσβάλλειν, διὸ κἀν τοῖς ὕπνοις τῶν αἰσθήσεων ἀνενεργήτων μενουσῶν ἐνεργοῦμεν κατά φαντασίαν, παθητικὸν δέ, διότι μετὰ μερισμοῦ τινος καὶ διαστάσεως ἕκαστον γινώσκει, ἅτε ἀχώριστον σώματος ἔχουσα τήν τε [*](7r) οὐσίαν καὶ τὴν ἐνέργειαν καὶ ἀρχή τις οὖσα τῶν αἰσθήσεων. ἀποφαινόμενος οὖν ἐν τοῖς Περὶ ψυχῆς ὁ Ἀριστοτέλης ἄνευ τοῦ παθητικοῦ τούτου νοῦ μηδὲν τῶν ἐνταῦθα πραγμάτων νοεῖν τὴν ἡμετέραν ψυχήν, δι’ ὧν φησιν “οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ” καὶ ἑξῆς “τὰ μὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ” καὶ ἐπὶ τούτοις “τὰ δὲ δὴ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων”, δῆλος ἂν εἴη καὶ ἐν ἐκείνοις τὰ νοήματα παθήματα προσαγορεύων τῆς ψυχῆς. φαίνεται δὲ καὶ ἐπὶ πάσας τῆς ψυχῆς τὰς ἐνεργείας κοινότερον τὸ τοῦ πάθους ὄνομα ἐκτείνων· ἀπορίαν γοῦν φησιν ἐν ἐκείνοις ἔχειν τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστιν ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος ἤ ἐστί τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς, καὶ ἐπικρίνων τὰ περὶ τῆς ἀπορίας ἐπιφέρει “φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι θαρρεῖν ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι. μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν· εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἄν οὐδὲ τοῦτο ἄνευ σώματος εῑναι,” καὶ ἔτι πρὸ τούτων ἐν τῷ προοιμίῳ τῆς αὐτῆς πραγματείας “ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ κοινὰ καὶ τοῖς ζῴοις δι’ ἐκείνην ὑπάρχειν”. δι’ ὧν δῆλός [*](7v) [*](1 ὅπου] οὔπω F 3 περὶ τῆς colloc. Α 5 ἐν τῆ] τῆς AG 6 κεκλημένην M 7 ταύτῃ] ταύτην Α: αὐτὴ M 10. 11 προβάλλειν Α 13 τε suppl. G2 16. 17 δι’ ὧν φησιν] De an. p. 430a23 17 ὅτι] διότι AG2 18 καὶ ἑξῆς] ibid, p. 431b2 οὑν om. Α 18. 19 τῶν νοητικῶν M τὸ μὲν νοητ. A νοηκὸν G 19 φαντάσμασι] φύσει πράγμασι G1 ἐπὶ τούτοις] ibid. p. 432a12 δὲ suppl. G2 δὴ]· εἴδη M: om. Aiistot. 20 τί] τίνι Aristot. φάντασμα (pr. 1.) G1 ἢ οὐδὲ] εἰ δὲ AG: ἣ οὔτε FMa 24 φησιν ἐν ἐκείνοις] ibid. 403a3 sq. παθήματα Aa 28 ἰδίω GM ἔσται G καὶ ἔστι colloc. F 29 ἐνδέχοιτ’ ἄν] ἐνδέχετ᾿ ἄν Α: ἐνδέχεται FGMa 30 ἐν τῷ προοιμίῳ] p. 402a7 31 δὲ om. G 33 τὰ δέ δι’ ἐκ. καὶ τοῖς ζ. Aristot.)
    7
    ἐστι καὶ τῆς λογικῆς ἡμῶν ψυχῆς τὴν νόησιν, καὶ εἰ χωρὶς γίνοιτο φαντασίας, πάθος καλεῖν οὐ παραιτούμενος, οὐ κατὰ τὴν ἔννοιαν δηλονότι τὴν προειρημένην, ἀλλὰ διὰ τὸ προυπάρχειν ἐπ’ αὐτῆς κατὰ χρόνον ἑκάστης ἐνεργείας τὴν ἄγουσαν ἐπ’ αὐτὴν δύναμιν, ταὐτὸν δὲ εἰπεῖν τοῦ τελείου τὸ ἀτελές, πρὸς διάκρισιν τῆς ἐνεργείας τοῦ νοῦ τοῦ αὐτοτελοῦς καλουμένου καὶ τῇ οὐσίᾳ σύνδρομον τὴν ἐνέργειαν ἔχοντος, ὥσπερ ἀπαθῆ καὶ ἀμιγῆ καὶ χωριστὸν παντὸς σώματος εἶναι. τοῦτον ἡμῶν τὸν νοῦν ἀποφαίνεται, διακρίνων αὐτὸν ἀπὸ τοῦ ἰδίως παθητικοῦ καλουμένου καὶ τῆς φαντασίας, ὡς ἐλέγομεν, οὐδαμῶς διαφέροντος. διὸ καὶ τοῦ μεμνῆσθαι ἡμάς ζητῶν τὴν αἰτίαν τὸ μὲν μόριον τῆς ψυχῆς καθ’ ὃ τὸ εἶναι ἔχομεν ἀπαθές, τὸν δὲ παθητικὸν νοῦν φθαρτὸν εἶναί φησι, καὶ τὴν νόησιν ἡμῶν πρὸς τοῦτον - φθαρτὸν ὄντα συμπεπλεγμένην τῆς λήθης ἴσχειν ἀποφαίνεται τὴν αἰτίαν. οὐκ ἄρα δικαίως ὁ Ἀνδρόνικος νόθον ὑπώπτευσεν εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον.

    Λοιπὸν οὖν ἡμῖν τῶν ἐξ ἀρχῆς προτεθέντων τὸ παραδοῦναι τὴν εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσιν. εἰς τέσσαρα τοίνυν ἐναργῶς αὐτοῦ τμήματα διαιρουμένου τὸ μὲν πρῶτόν ἐστι περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου. καλῶ δὲ ἀρχὰς τοῦ ἀποφαντικοῦ λόγου τὰ συμβαλλόμενα πρὸς τὴν τούτου διδασκαλίαν, ὥσπερ ἀρχὰς ἂν εἴποις γεωμετρίας τούς τε ὅρους καὶ τὰ αἰτήματα καὶ τὰς κα|λουμένας κοινὰς ἐννοίας, ἅπερ 8r ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις στοιχεῖα τῶν διαγραμμάτων προσαγορεύειν ἠξίωσεν. ἐπεὶ τοίνυν ἐν τῇ διδασκαλίᾳ τῶν προτάσεων καλέσει τί ὄνομα καὶ τί ῥῆμα καὶ κατάφασιν καὶ ἀπόφασιν καὶ ἀπόφανσιν καὶ ἀνατίφασιν, εἰκότως πρὶν εἰπεῖν τι περὶ προτάσεων παραδίδωσιν ἡμῖν τί ἕκαστον τούτων τῶν ὀνομάτων σημαίνει· καὶ γὰρ ἦν ἀκόλουθον γνώριμα πρότερον αὐτὰ ποιήσαντα τοῖς εἰσαγομένοις οὕτω πρὸς τὴν τῶν προκειμένων διδασκολίαν παραβαλεῖν. τοῦτο οὖν ἐστι τὸ πρῶτον τοῦ βιβλίου κεφάλαιον τὸ περὶ τῶν εἰρημένων ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διαλεγόμενον. τὰ δὲ τρία τὰ ἐφεξῆς αὐτὰς ἡμῖν παραδιδόασι λοιπὸν τὰς προτάσεις. ἀλλ’ ἐπειδὴ τῶν προτάσεων αἱ μὲν ἐκ δύο μόνων ἁπλῶν φωνῶν συμπλεκομένων ἀποτελοῦνται, τῆς μὲν ὑποκειμένης τῆς δὲ κατηγορουμένης, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ᾿ (ἐνταῦθα γὰρ τὸ μὲν Σωκράτης ὑποκείμενος ὅρος τὸ δὲ περιπατεῖ κατηγορούμενος, διότι ἐν παντὶ κατηγορικῷ λόγῳ τὸ μέν ἐστι περὶ οὗ ὁ λόγος τὸ δὲ περὶ ἐκείνου λεγόμενον, καὶ τὸ μὲν περὶ [*](1 ψυχῆς ἡμῶν colloc. Α post, νόησιν add. λέγειν AMa: λέγων corr. Brand. γένοιτο G 2 πάθη AGa οὐ (prius)] καὶ (I 6 ὥσπερ] au ὥστε? ἀμιγῆ corr. G2 7 χωριστὸν] χωρὶς M πάντα G τοῦτον μὲν (sed μὲν del.) F 9 ἐλέγομεν] p. 6, .3 9. 10 τὴν αἰτίαν ζητῶν colloc. M 11 φθαρτὸν] φθαρτικὸν M 12 ἀποφαίνεται om. AG (fort, recte) 13. 14 τὸ βιβλίον suppl. G2 15 τὸ] τοῦ Fa 16 τοῦδε om. M 17 διηρημένου M 21 ταῖς om. AFG Κατηγορίαις] p. 14a39 23 τί om. Α καὶ ἀπόφανσιν om. M 26 διδ. τῶν προκ. colloc. AG 27 παραλαβεῖν F1 30 μόνον Α 31 ὅταν] ὅτε G1 32 ὅρος supra scr. Α 32. 33 λέγεται] εἴη G Μ καὶ τὸ μὲν om. G)

    8
    οὖ ὁ λόγος, οἷόν ἐστιν ἐνταῦθα τὸ Σωκράτης, ὑποκείμενον λέγεται ὡς δεχόμενον τὰς κατ’ αὐτοῦ κατηγορίας, τὸ δὲ περὶ αὐτοῦ λεγόμενον, οἷόν ἐστιν ἐνταῦθα τὸ περιπατεῖ, κατηγορούμενον ὡς κατ’ ἐκείνου ἀγορευόμενον καὶ λεγόμενον). ἐπεὶ οὖν, ὥσπερ ἐλέγομεν, αἱ μὲν τῶν προτάσεων ἐξ ὑποκειμένου μόνου καὶ κατηγορουμένου συμπληροῦνται, αἱ δὲ καὶ τρίτον ἔχουσι προσκα|τηγορούμενον, ὡς ὅταν εἴπω ‘Σωκράτης δίκαιός ἐστιν᾿ (ἐνταῦθα [*](8v) γὰρ ὑποκείμενον μέν ἐστι τὸ Σωκράτης κατηγρορούμενον δὲ τὸ δίκαιος προσκατηγορούμενον δὲ τὸ ἐστίν), αἱ δὲ πρὸς τούτοις καὶ τρόπον ἔχουσι προσκείμενον τὸν σημαίνοντα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, 10 κειμένῳ, οἷον τὸ ἀναγκαῖον τὸ ἀδύνατον τὸ ἐνδεχόμενον τὸ καλῶς τὸ σαφῶς τὸ δικαίως, ὡς ὅταν εἴπω ‘Σωκράτην μουσικὸν εἶναι ἐνδέχεται᾿ ἢ ‘Σωκράτης σαφῶς ἐξηγεῖται᾿, πλείονας δὲ τούτων ὅρους συμπλεκομένους ἀλλήλοις πρὸς μιᾶς προτάσεως γένεσιν οὐδ’ ἐπινοῆσαι δυνατόν, τὸ μὲν δεύτερον τοῦ βιβλίου κεφάλαιον παραδίδωσιν ἡμῖν τὰς ἁπλουστάτας προτάσεις 15 καὶ ἔσται περὶ προτάσεως ἤτοι ἀποφάνσεως ἐξ ὑποκειμένου καὶ κατηγορουμένου, τὸ δὲ τρίτον τὰς τούτων συνθετωτέρας διὰ τὴν τοῦ προσκατηγορομένου προσθήκην καὶ ἔσται περὶ προτάσεως ἤτοι ἀποφάνσεως ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, τὸ δὲ τέταρτον τὰς μετὰ τρόπου προτάσεις. τοῦτον οὖν τὸν τρόπον πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων ἐπεξελθὼν ὁ Ἀριστοτέλης καὶ ἀποφήνασθαι Θαρρήσας ὡς οὐκ εἰσὶ πλείους τούτων ἀντιφάσεις πέρας ἐπιτίθησι τῇ πραγματείᾳ. πρὸς δὲ αὐτῷ τῷ συμπεράσματι τοῦ βιβλίου γυμνασθήσεταί τι παρὰ ταῦτα πρόβλημα οἰκεῖον καὶ αὐτὸ τῇ προκειμένῃ θεωρίᾳ.

    Τούτων οὖν προειλημμένων ὥρα λοιπὸν ἡμῖν ἐπὶ τὴν ἐξήγησιν τῆς λέξεως χωρεῖν, ἣν συνεστραμμένην οὖσαν ἐμφάσεως τε καὶ πολυνοίας γέμουσαν καὶ ὑπὸ βραχείας παραλλαγῆς | ἅπαν ἐνίοτε τὸ νόημα ἐξαλλάττουσαν καὶ ἐν [*](9r) πολλοῖς τῶν ἀντιγράφων ἤδη τοῦτο πεπονθυῖαν ἅπασαν ἑξῆς ἐδοκιμάσαμεν παραθέσθαι πρὸς διάγνωσιν τῆς ἀκριβεστέρας εἶναι δοκούσης ἐκδόσεως.

    p. 16a1 Πρῶτον θέσθαι, τί ὄνομα καὶ ῥῆμα.

    Πρόκειται μέν, ὡς ἐλέγομεν, τῷ Ἀριστοτέλει παραδοῦναι ἡμῖν τὴν διδασκαλίαν τοῦ ἀποφαντικοῦ λόγου· ἐπεὶ δὲ πᾶσα ἀπόφανσις ἐξ ὀνομάτων [*](1 ὑποκείμενον δὲ Fa 2 κατ’ αὐτὰς Gr 3 τὸ suppl. G2 κατηγ. δὲ λέγεται Fa ἀγορ.] κατηγορύμενον κατηγορούμενον G1 4 ὥσπερ] ὅπερ M 5 μόνου] ἀγώνου (sic) G 7 ὑποκείμενον] κατηγορούμενον G1 10 τὸ ἐνδεχόμενον suppl. G2 καλὸς F2a 11 σαφῶς F1G1M: σοφῶς AG2: σοφὸς F2a δίκαιος F2a 12 σαφῶς F1M: σοφῶς AF2Ga 13 ἀλλήλοις] ἄλλοις G μὲν] δὲ Fa 18 καὶ τρίτου προσκατηγορουμένου om. F τρίτον G 20. 21 θαρρήσας] θελήσας G 21 ἀντιφάσεις τούτων colloc. Α ἀντιφ.] scribas ἀποφάνσεις post πραγμ. add. βραχύ FMa 23 πρόβλημα παρὰ ταῦτα colloc. Α ὃ οἰκεῖον G 24 ἐξήγησιν] διήγησιν G1 25 χωρεῖν ἀρχή G ἣν—ἐκδόσεως (28) om. AG 29 ante lemma add. Ἀριστοτέλους περὶ ἑρμηνείας ἤγουν τοῦ ἀποφαντικοῦ λόγου τοῦ ἑρμηνεύοντος τὴν γνωστικὴν τῆς ψυχῆς δύναμιν. τμῆμα πρῶτον. ἀμμωνίου τοῦ ἑρμείου ἐξήγησις εἰς τοῦτο F δεῖ om. Fa 30 ἐλέγομεν] p. 2,22. 4,3 sq.)

    9
    καὶ ῥημάτων ἔχει τὴν γένεσιν, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ᾿, δεῖ δὲ πανταχοῦ τὰ ἁπλούστερα προγινώσκεσθαι τῶν ἐξ αὐτῶν συγκειμένων, διὰ δὴ τοῦτο πρεπωδεστάτην ἀρχὴν ποιεῖται τῆς πραγματείας τὴν τῆς ὑπάρξεως τοῦ ὀνόματος καὶ τοῦ ῥήματος θεωρίαν· τὸ γὰρ θέσθαι νῦν ἀντὶ τοῦ ὁρίσασθαι παρείληπται, λεγόμενον μὲν καὶ κατ’ ἄλλων σημαινομένων ἐνταῦθα δὲ τὸν ὁρισμόν, ὅπερ ἐλέγομεν, σημαῖνον. ὅτι δὲ κατὰ πλείονας τρόπους τὸ θέσθαι λέγεται, φανερόν· τάς τε γὰρ ὑποθέσεις πολλάκις θέσεις προσαγορεύομεν, ὡς ὅταν εἴπωμεν ‘κείσθω τὸ θέατρον ἔχειν τοσόνδε τι πλῆθος᾿, ‘κεῖσθω δὲ δεκάπηχυ μέγεθος ἔχειν᾿ ἢ ‘βασιλεύειν, τί οὖν ποιήσεις;’ καλοῦμεν δὲ θέσεις καὶ τὰς παραδόξους ὑπολήψεις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, οἷον τὸ πάντα κινεῖσθαι καὶ στάσεως μηδαμῶς τὰ ὄντα μετέχειν, ὥσπερ ἔλεγεν ‘Ηράκλειτος, ἢ ἓν εἶναι τὸ ὄν, | ὡς ἐδόκει Παρμενίδῃ. θέσεις δὲ λέγομεν καὶ τὰς ὁμολογίας, ὡς δὴ καὶ ἀναθέσθαι λέγομεν τὸ ἀναπαλαῖσαι τὴν ὁμολογίαν. ἀλλὰ καὶ τὰ ἐριρρήματα τὰ θετικὰ λεγόμενα θέσεις καλοῦσί τινες, οἷον γαμητέον πλευστέον. ἔτι δὲ λέγομεν θέσεις καὶ τοὺς ὁρισμοὺς ὡς προϋποκειμένους τῶν ἀποδείξεων· εἰ γὰρ αἱ ἀποδείξεις ἀπὸ τῶν κατ’ οὐσίαν ὑπαρχόντων τοῖς πράγμασιν ἐπιτελοῦνται, τὴν δὲ οὐσίαν ἑκάστου τῶν ὄντων οἱ ὁρισμοὶ σημαίνουσιν εἰκότως προϋποκεῖσθαι δεῖ τοὺς ὁρισμοὺς τῶν ἀποδείξεων. καὶ ἔτι τούτου κοινότερον θέσεις ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης ἀπλῶς ἁπάσας τὰς ἀμέσους ἀρχὰς τῶν ἀποδείξεων τὰς ἀντιδιαιρουμένας τοῖς ἀξιώμασιν, οἷον τούς τε ὁρισμούς, ὡς εἴρηται, καὶ τὰ αἰτήματα καὶ τὰς ὑποθέσεις ἀποδείξεως μὲν ἤδη δεομένας ἄνευ δὲ ταύτης εἰλημμένας, ὡς ἐν τῷ πρώτῳ σαφῶς διώρισται τῶν Ἀποδεικτικῶν. κατὰ τοσούτους μὲν ἢ καὶ πλείονας. τρόπους τὸ θέσθαι λέγεται, νῦν δὲ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ ὁρίσασθαι αὐτῷ χρῆται, ὡς δηλοῖ ἐπιφέρων τὸ τὸ ὄνομα καὶ τί ῥῆμα”, τοῦ ‘τί ἐστι᾿ τὸν ὁρισμὸν ἡμῖν προφανέστατα σημαίνοντος.

    ᾿Απορήσειε δ’ ἄν τις διὰ τίνα αἰτίαν ἐν παντὶ τῷ βιβλίῳ τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πραγματευσάμενος ἐνταῦθα πάλιν περὶ ὀνόματος καί ῥήματος προτίθεται λέγειν, ὧν ἑκάτερον ἁπλῆ [*](3 δὴ] δὲ G: om. F πρεποδεστ. (ο ex ὢ corr.) F 5 πρἡλειπται post μὲν add. θεωρίαν Α καὶ om. M 6 σημαίνει FMa 7 τε cm. G 8 θέσεις πολλάκις coUoc. FMa 9 μέγεθος] πλῆθος M 10 ποιήσει FGa 12 μηδαμῶς] μηδενὸς M Ι2. 13 τὸ ὃν εἶναι colloc. G 13 παρμηνίδει F: παρμηνίδης λέγειν AGM post ὁμολογίας add. ἤτοι προτάσεις Ma: ἤτοι πρότασιν Α ὡς δὴ] διὸ AM 14 ante ἀναθέσθαι add. τὸ λεγόμενον παρὰ τοῖς κοινοῖς ἀλληλουία Fa post λέγομεν add. καὶ Fa ἀναπαλαῖσθαι M 15 λεγόμενα] καλούμενα Fa πλευστέον] πιαστέον (sic) F: πιστευτέον a 17 αἱ om. G κατ’ οὐσίαν] κυρίως (superscr. οὐσιωδῶς) F: οὐσιωδῶς a 18 ὄντων] ὅρων Α 18. 19 σημανοῦσιν Α 19. 20 καὶ ἔτι—ἀποδεικτικῶν (24) om. G 20 ἁπάσας ἁπλῶς colloc. AM 23. 24 ἐν τῷ πρώτῳ . . τῶν Ἀποδ.] p. 72a15 24 μὲν οὖν G καὶ om. M 26 διορίσασθαι FGa αὐτῶ] αὐτὸ AG 27 τοῦ τί ἐστι G: τουτέστι AFMa τὸν om. Fa προφανέντα F 28 τῶ om. G 30 ὀνομάτων καὶ ῥημάτων FGa)

    10
    ἐστι δηλονότι φωνή. πρὸς ὃν ῥητέον ὡς ἁπλῆ φωνὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ φάσις καὶ ὅρος τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστιν ἀλλήλοις, τῇ δὲ σχέσει μόνῃ διαφέρου|σιν, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπὸς [*](10r) πὸς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις· ὅταν μὲν γὰρ τὰς ἁπλᾶς φωνὰς ὡς σημαντικὰς τῶν πραγμάτων οἷς ἐτέθησαν θεωρῶμεν, αὐτὸ τοῦτο μόνον ἁπλᾶς φωνὰς προσαγορεύομεν αὐτὰς οὐ διορίζοντες κατὰ τοῦτο τὰ ὀνόματα τῶν ῥημάτων, ὅταν δὲ διπλόην τινὰ ἐν αὐταῖς θεασάμενοι καὶ τὰς μὲν αὐτῶν ἄρθροις συνταττομένας εὑρίσκοντες τὰς δὲ οὔ, ἢ καὶ τὰς μὲν χρόνον τινὰ προσσημαινούσας τὰς δὲ οὔ, διαιροῦμεν αὐτὰς ἀπ’ ἀλλήλων καὶ τὰς μὲν ἄρθροις συνταττομένας καὶ χρόνον μὴ προσσημαινούσας ὀνόματα καλεῖν ἀξιοῦμεν, τὰς δὲ ἄρθροις μὲν συντάττεσθαι μὴ δυναμένας κατὰ χρόνον δέ τινα λεγομένας ῥήματα. ὅταν δὲ αὖ πάλιν ἑκατέραν τῶν τοιούτων φωνῶν μὴ λαμβάνωμεν αὐτὴν καθ’ αὑτὴν ἀλλ’ ὡς μέρος οὖσαν καταφάσεως ἢ ἀποφάσεως, τότε φάσιν αὐτὴν καλεῖν ἀξιοῦμεν, ὡς ἐν τοῖς ἑξῆς σαφῶς ἡμᾶς ὁ Ἀριστοτέλης διδάξει. ὅταν δὲ ὡς ἐν συλλογισμῷ παραλαμβανομένας ἐπισκοπῶμεν, ὅρους αὐτὰς ὀνομάζομεν, ὡς ἐν τοῖς προοιμίοις ῥηθήσεται τῶν Ἀναλυτικῶν. οὕτω δὲ καὶ Πλάτων ἐν τῷ ἐνάτῳ τῶν Νόμων τἀς ἁπλᾶς φωνὰς ἐκάλεσεν ὅρους· φησὶ γοῦν τοὺς μὲν προσμιγνύναι τῶν ὅρων ἀλλήλοις, ὧν ἄμεσος ἡ ἀντίθεσις, οἷον τὸ θερμὸν καὶ οὐ θερμόν, τοὺς δὲ μεθόριον ἔχειν, ὧν ἔστι τι μέσον, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. περὶ ὧν ἐν ἐκείνοις ὁ λόγος μέσον ἐχόντων τὴν κατὰ θυμὸν γινομένην βλάβην οὔτε ἑκούσιον οὖσαν καθαρῶς οὔτε ἀκούσιον. ἐπεὶ δὲ εἰ καὶ ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον ὄνομα ἢ ῥῆμα εἰπεῖν καὶ | ἀπλῆν φωνήν, ἀλλὰ κατά γε τὴν εἰρημένην σχέσιν ταῦτα διαφέρουσιν [*](10v) ἀλλήλων τὸ δὲ τῶν Κατηγοριῶν βιβλίον περὶ μόνων ἁπλῶν φωνῶν ἡμᾶς ἐδίδαξεν οὐδὲν πολυπραγμονῆσαν τὴν τῶν ὀνομάτων πρὸς τὰ ῥήματα διαφοράν, ἧς πολλὴ χρεία πρὸς τὴν θεωρίαν τοῦ ἀποφαντικοῦ λόγου διὰ γὰρ ταύτης τοὺς ὑποκειμένους ἐν ταῖς ἀποφάνσεσιν ὅρους τῶν κατηγορουμένων διακρίνομεν), διὰ τοῦτο νῦν προχειρίζεται τὴν περὶ ὀνομάτων καὶ ῥημάτων θεωρίαν, ὡς ἄν προσεχεστάτην οὖσαν τῇ προκειμένῃ πραγματείᾳ·

    [*](1 δηλονότι ἁπλῆ φωνή ἐστι colloc. F: δηλονότι ἁπλῆ ἐστι φωνή Ga ὃν Α: ὃ FGMa καὶ ὄνομα iter. Α 4 φωνὰς] τῶν φωνῶν (ut videtur) M 6 αὐτάς ante προσαγ. supra scr. Α: colloc. G 8 συνταττομένοις F εὑρίσκωντες F2 εὑρίσκωμεν M τὰς δὲ οὔ om. G ἢ καὶ M: καὶ Α: ἡ FGa 9 διαιροῦμεν suppl. G2 10 καὶ (ante τὰς) oin. G χρόνον τινὰ Fa προσημαιν. Α 11 ἀξιοῦμεν καλεῖν colloc. Α Ι4 αὐτὴν evan. M ἐν τοῖς ἐτῆς] p. 16b26sq. 15 διδάσκει G 16. 17 ἐν τοῖς προοιμίους . . τῶν Ἀναλ.] p. 24b16 17. 18 ἐν τῷ ἐνάτῳ τῶν Νόμων] p. Β 18 ἐννάτω FGMa 19 ὧν] οὗ Fa 21 ἐν om. G 21. 22 ἐχόντων sciipsi: ἔχοντα libri 22 γινομένην] ἠγνοημένην M 23 δὶ] AG εἐ om. A ὄνομα om. A ἀλλά γε κατὰ Fa: ἀλλά γε κατά τε M 25 περὶ μόνων G: περὶ μόνον AFMa: μόνον περὶ Brand. 26 ἡμᾶς suppl. G2 28 ἀποφάσεσιν FGM 29 τὴν] τὰ G 30 καὶ ῥημάτων om. A ἂν om. M)
    11

    Διὰ τί δέ, φαίη τις ἄν, πλειόνων ὄντων τῶν παρὰ τοῖς γραμματικοῖς λεγομένων τοῦ λόγου μερῶν μόνα ταῦτα νῦν παραδίδοται ἡμῖν, τό τε ὄνομα καὶ τὸ ῥῆμα; διότι, φήσομεν, ταῦτα μόνα δίχα τῶν ἄλλων δύναται ποιεῖν ἀποφαντικὸν λόγον, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπος ὑγιαίνει᾿. περὶ τούτων οὖν μόνων ὁ Ἀριστοτέλης ἐν τούτοις ποιεῖται τὴν σκέψιν, ἃ ἐξ ἀνάγκης ἐν παντὶ ἀποφαντικῷ λόγῳ παραλαμβάνεται καὶ ἀρκεῖ πρὸς τὴν γένεσιν τῆς ἁπλῆς ἀποφάνσεως.

    Ἐπιστήσαι δὲ ἄξιον ὅτι τῶν θρυλλουμένων ὀκτὼ τοῦ λόγου μερῶν τὰ μέν ἐστι σημαντικὰ φύσεων τινων ἢ ἁπλῶς προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἤ τινος τούτων συμπλοκῆς, καθάπερ ὄνομά τε καὶ ἀντωνυμία καὶ ῥῆμα καὶ μετοχή, ἅπερ καὶ μόνα δύναται ἀρκέσαι πρὸς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ᾿ ἢ ‘ἐγὼ περιπατῶ’ ἢ ‘ὁ ὁ τρέχων περιπατεῖ’ ἢ ‘ὁ ὁ Σωκράτης τρέχων ἕστο, τοῦ μὲν ὡς ὑποκειμένου τοῦ δὲ ὡς κατηγορουμένου λαμβανομένου, τὰ δὲ | ταῦτα μὲν οὐ [*](11r) σημαίνουσι, σχέσιν δέ τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦσιν, ὥσπερ τὰ πλεῖστα τῶν ἐπιρρημάτων· ἢ γὰρ ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ἢ πότε ἢ ποῦ ἢ ποσάκις, εἴτε ὡρισμένως εἴτε ἀορίστως, ἢ κατὰ ποίαν πρὸς ἕτερον τάξιν, οἷον ὅτι ὅδε ἑξῆς τῷδε τρέχει ἢ χωρὶς τοῦδε οἰκεῖ, ἢ τίνι παραπλησίως ἡ τίνος μᾶλλον ἢ ἧττον ἡ καὶ ὅτι μετ’ ἐπιτάσεως ὑπάρχει ἢ καὶ ὅπως ἡμεῖς ὑπάρχειν αὐτὸ ἢ μὴ ὑπάρχειν δοξάζομεν, ἢ ὡς εἰκάζοντες ἢ ὡς διαβεβαιούμενοι, ἢ καὶ ὅπως διακείμεθα πρὸς τὸ πρᾶγμα, περὶ οὗ ἀποφαινόμεθα, ἢ ὡς σχετλιάζοντες ἢ ὡς θαυμάζοντες ἢ καὶ τὴν ἀπόφανσιν ἐπισφραγιζόμενοι τῇ μαρτυρίᾳ τοῦ κρείττονος, ἡ καὶ ὅτι λυσιτελὲς ἡμῖν τὸ αἱρεῖσθαι τὸ κατηγορούμενον δηλοῦντες ὡς ἐπὶ τῶν θετικῶν λεγομένων ἐπιρρημαάτων, ἢ καὶ ἀνεπιτάτως τὴν κατ’ αὐτὸ τὸ ἀκρότατον ἀγαθὸν χαρακτηριζομένην τῆς ψυχῆς διάθεσιν ἀνευφημοῦντες ὡς ἐπὶ τῶν ἐνθουσιαστικῶν ἐπιρρημάτων ἐν τῷ εὖ εἶναι τοὺς κατόχους σημαινόντων, ἢ καὶ τὴν ῥηθεῖσαν παρ’ ἑτέρων ἀπόφανσιν οἰκειούμενοι διὰ τῆς συγκαταθέσεως ἢ ἀποσειόμενοι διὰ τῆς ἀρνήσεως ἢ ἀποφάσεως· λέγω δὲ σημαίνειν τὸ μὲν ὅπως ὑπάρχει, τά τε τῆς μεσότητος καὶ τὰ τῆς ποιότητος σημαντικὰ ἐπιρρήματα, οἷον ‘Σωκράτης καλῶς διαλέγεται’ ‘ὁ Μελάνθιος τὸν Ὀδυσσέα [*](1 ἄν τις colloc. Α 2 νῦν om. M 3 μόνα ταῦτα colloc. ’M 3. 4 πάντων FGa 4 δύνανται F μόνον AGF 6 λόγω ἀποφαντ. colloc. FGa 8 ὀκτὼ om. Α 11 καὶ (ante μετοχή) om. Α δύνανται FMa 12 εἴπω AG 13 ὁ τρέχων] ἄνθρωποι οὐ in rarg. M2 16 ὅπως] ὁπωσοῦν Ga 18 ἢ] εἴτε F ὅδε om. G τῶδε A: τόδε F: τοῦδε GMa 19 τρέχω G 20 καὶ ὅτι om. G1 ὅτι καὶ suppl. G2) 21 ἡ μὴ ὑπάρξειν Α: om. G ἢ (alt.)] καὶ G1 23 καὶ] κατὰ A ἀπόφασιν AFa: compend. G 24. 25 τὸ κὰτ. τὸ αἱρ. colloc. A 26 ἀνεπιστάτως AM 27 τὴν διάθεσιν G 28 εἶναι τοὺς κὰτ. ἐν τῶ εὑ colloc. G εὖ] πρώτω ’: om. F εὖ εἶναι] an εὖα? καὶ] κατὰ Fa 29 ἀπό- φασιν AF 30 ἀποφάνσεως Fa λέγω δὲ suppl. G2 31 τά (ante τε)] τὴν G1 τε om. FGa μεσότ.] ποιότ. (supra scr. β, sed postea iterum ποιότ ) G τὰ (post καὶ)] τὴν G)

    12
    λὰξ ἔπληξεν· ‘αἱ μέλισσαι βοτρυδὸν πέτοντι’ , καὶ τὰ δηλοῦντα ὅτι ἀθρόοις τοῖς περὶ ὧν ὁ λόγος ἢ οὐκ ἀθρόοις ὑπάρχει τὸ κατηγορούμενον, | οἷοκν [*](11v) ‘ἅμα ἐπῆλθον οἱ πολέμιοι ἢ σποράδην’ (εἰσὶ δὲ καὶ ταῦτα ποιότητές ὑπὸ γὰρ τὸ ποιὸν ἥ τε σύγκρισις καὶ ἡ διάκρισις)· περὶ δὲ τῶν λοιπῶν ἐν τοῖς ἀπηριθμημένοις οὐδὲν πλέον χρὴ προστιθέναι· φανερὰ γὰρ καὶ τοῖς κατὰ βραχὺ δυναμένοις ἐφιστάναι τὰ ὑφ’ ἑκάστου δηλούμενα. ταῦτα μὲν οὖν, ὅπερ ἐλέγομεν, σχέσιν τινὰ τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦντα συμβάλλεσθαί τι δοκοῦσι πρὸς τὴν γένεσιν τῶν τοιούτων ἀποφάνσεων, τὰ δὲ λοιπὰ τῶν ἐπιρρημάτων σημαίνουσι μέν, οὐ μέντοι χρήσιμα πρὸς ἀπόφανσιν, ἀλλὰ πρὸς ἄλλα ἄττα εἴδη τοῦ λόγου, καθάπερ τὰ μὲν εὐχῆς σημαντικὰ πρὸς τὸν εὐκτικὸν λόγον, τὰ δὲ τῆς ἀπαγορεύσεως ἢ τῆς παρακελεύσεως πρὸς τὸν προστακτικόν, τὰ δὲ τῆς ἐρωτήσεως πρὸς τὸν ἐρωτηματικόν. τὰ δὲ παρὰ ταῦτα τοὐ λόγου μέρη λεγόμενα καὶ παντάπασίν ἐστιν ἄσημα καθ’ αὑτά, καθάπερ ἄρθρον καὶ πρόθεσις καὶ σύνδεσμος.

    Τὰ μὲν οὖν φύσεων ἢ προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἢ ποιᾶς συμπλοκῆς προσώπου πρὸς ἐνέργειαν ἢ πάθος σημαντικὰ πάντα ὁ Ἀριστοτέλης τέλης εἰς ὀνόματα διαιρεῖ καὶ ῥήματα, τὰ μὲν κατὰ χρόνον λεγόμενα ἢ κατηγορούμενα ἐν ταῖς προτάσεσι ῥήματα καλῶν, τὰ δὲ ἄνευ χρόνου λεγόμενα