Paraphrasis Categoriarum

Anonymi In Aristotelis Categorias

preface-4

Paraphrasis Categoriarum, Anonymi In Aristotelis Categorias, Paraphrasis Categoriarum, Commentaria in Aristotelem Graeca 23.2, Hayduck, Reimer, 1883

ΑNONYMI IN ARISTOTELIS

CATEGORIAS

PARAPHRASIS

1

ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΑΣ ΚΑΤΗΓΟΡΙΑΣ.

Τῶν ὄντων τὰ μὲν ταὐτώνυμα, τὰ δὲ ἑτερώνυμα, τὰ δὲ μέσα τούτων. καὶ τῶν ταὐτωνύμων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα· τῶν δὲ ἑτερωνύμων τὰ μὲν ἰδίως ἑτερώνυμα, τὰ δὲ πολυώνυμα, τὰ δὲ ἕτερα· μέσα δὲ τούτων οἷα τὰ παρώνυμα. ἐπεὶ γὰρ ἕκαστον τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ ὀνόματι δηλοῦται καὶ λόγῳ ὁριστικῷ, τοῦ μὲν ὀνόματος κατὰ τὸ μονοειδὲς αὐτὸ δηλοῦντος, τοῦ δὲ λόγου κατὰ τὸ πολυμερές, συμβαίνει δὲ τὸ μὲν ὄνομα καὶ ἄλλου εἶναι σύμβολον, τὸν δὲ λόγον ἀδύνατον, ὅσα μὲν τῶν ὄντων κοι- νωνεῖ τῷ ὀνόματι, διαφέρει δὲ τῷ λόγῳ, καλεῖται ὁμώνυμα· ὅσα δὲ ἀνάπαλιν κατὰ μὲν τὸν λόγον κοινωνεῖ, μόνην δὲ τὴν κατὰ τοὔνομα ἴσχει διαφοράν, καλεῖται πολυώνυμα, τὰ δὲ κατ’ ἄμφω κοινωνοῦντα συνώνυμα. τὰ δὲ κατ’ ἄμφω διαφέροντα, εἰ μὲν ἓν ὑποκείμενον ἔχουσιν, ἰδίως προσαγορεύομεν ἑτερώ- νυμα, ὡς ἀνάβασις καὶ κατάβασις περὶ μίαν τὴν κλίμακα, καὶ σπέρμα καὶ καρπὸς περὶ τὸν αὐτὸν σῖτον · εἰ δὲ πάντη διάφορον ὡς λίθος καὶ ἄνθρωπος, ἕτερα λέγεται. ἃ δὲ μέσα τούτων τεθεωρήκαμεν, ὡς κοινωνίαν ἔχειν πρὸς ἄλληλα καὶ διαφορὰν καὶ πράγματος καὶ ὀνόματος, παρώνυμα καλεῖσθαι διεταξάμεθα. ὡς οὖν ἐν κεφαλαίῳ περὶ πάντων εἰπόντες, ἤδη ἐπέξιμεν καὶ καθ’ ἕκαστον.

Καὶ δὴ ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῶον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρῳ λόγον ἀποδώσει· τὸ μὲν γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν μεταβατικὴν ἐρεῖ, τὸ δὲ χρώματα τοιώσδε συντεθέντα, ζώου ἰδέαν ἐμφαίνοντα. τῶν δὲ ὁμωνύμων τὰ μέν ἐστιν ἀπὸ τύχης, ὡς Ἀλέξανδρος ὅ τε Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ ἀπὸ διανοίας. καὶ τούτων τὰ μὲν καθ’ ὁμοιότητα, ὡς ἄνθρωπος καὶ ἡ [*](1 Titulum ab alia manu scriptum exhibet M: om. B post κατηγορίας add. περὶ ὁμωνύμων, συνωνύμων, παρωνύμων, ἑτερωνύμων, πολυωνύμων καὶ ἑτέρων LM, eademque habet Β 7 αὐτοῦ δηλοῦντος Β 8 post μὲν add. οὖν M 10 κατοὔνομα L 17 ἐπεξίουεν Β 22 τίς libri τὸ τὼ M)

2
εἰκὼν αὐτοῦ, τὰ δὲ κατ’ ἀναλογίαν ὡς ἀρχὴ μὲν ἀριθμῶν ἡ μονάς, γραμμῆς δὲ στιγμή, ποταμοῦ δὲ πηγὴ καὶ ζώου καρδία καὶ τρόπις ἐν νηί· ὡς γὰρ πρὸς ἀριθμὸν ἡ μονάς, οὕτω καὶ τἄλλα ἔχει, ὅπερ ἐστὶν ἀναλογίας ἴδιον. τὰ δὲ ὡς ὅταν ἀπό τινος κοινὴ ἐν πολλοῖς καὶ διαφόροις πράγμασι κατηγορία γίνηται· οἷον ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν μὲν βιβλίον, ὅτι ἰατρικῶν ἔχει μαθη- μάτων ἀναγραφάς, ἰατρικὸν δὲ σμιλίον, ὅτι ὄργανόν ἐστι τῶν κατὰ τέχνην ἰατρικῶν τομῶν, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς ἴασίν ἐστι χρήσιμον. τὰ δὲ ὅταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἐκείνου καὶ τῆς προσηγορίας τυγχάνοντα· ὥσπερ σιτίον ὑγιεινὸν καὶ φάρμακον καὶ γυμνάσιον καὶ τἄλλα ὅσα πρὸς τὴν ὑγείαν ὡς εἰς τέλος ἀναφερόμενα ὑγιεινὰ λέγομεν. δεῖ δὲ καὶ συνάπτειν τοὺς εἰρημένους δύο τρόπους εἰς ἓν καὶ ὁμοῦ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὀνομάζειν καὶ μέσον μᾶλλον ὁμωνύμων καὶ συνωνύμων τίθεσθαι. ἔτι τῶν ἀπὸ διανοίας ὁμωνύμων καὶ τὰ κατ’ ἐλπίδα καὶ μνήμην λεγόμενα· Πλάτωνας γὰρ καὶ Ἀριστοτέλεις καλοῦμεν τοὺς παῖδας παραζηλοῦντες τῇ τῆς προσηγορίας κοινότητι τῶν κλεινοτάτων εἰς σοφίαν ἀνδρῶν, καὶ τῷ σώζεσθαι τῇ μνήμῃ τὸ γένος τὰ τῶν προγόνων τοῖς ἐκγόνοις ὀνόματα τίθεμεν. καὶ τῶν κατὰ μεταφορὰν δὲ λεγομένων ἔστιν ἃ τοῖς ὁμωνύμοις συντάττειν δεῖ. ἐπὰν γὰρ τὸ πρᾶγμα ἰήιον ὄνομα ἔχῃ, καταχρήσηται δὲ τις επ αὐτοῦ ἑτέρῳ μετα- φέρων καὶ χρώμενος, οὐχ ὁμώνυμον· οὐ γὰρ τὰ τροπικῶς εἰρημένα ὁμώνυμα ἂν εἴη τοῖς κυρίως λεγομένοις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο, τότε ἐστὶν ὁμωνυμία. οἷον τῶν ὀρῶν τὴν ὑπώρειαν καὶ τὸ τοὐ πλοίου πηδάλιον, ἔτι δὲ καὶ τὰ βαστάζοντα τὴν κλίνην καὶ τὴν τράπεζαν μέρη κοινῶς πόδας προσαγο- ρεύομεν· ἀλλ’ ἐπὶ μὲν τῶν ὀρῶν καὶ τῆς νηός, ἐπεὶ φθάνει πρὸ τοῦ κοινοῦ κυρίῳ ὀνόματι δηλωθῆναι τὰ πράγματα, μεταφορὰ τοῦτ’ ἄν εἴη καθάπαξ καὶ οὐχ ὁμωνυμία· ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης καὶ τῶν ζώων μὴ ὄντος ἰδίου ὀνόματος, καὶ πάντη διαφερόντων, μόνῳ δὲ κοινωνούντων ὀνόματι, εἴη ἄν ὁμωνυμία. ἐπεὶ δὲ τὸ ὄνομα κοινὸν καὶ τοῖς ἄλλοις τοῦ λόγου μέρεσιν, εἴη ἄν καὶ ἐν ῥήμασιν ὁμωνυμία· ὡς τὸ ἐρῶ τὸ λέξω καὶ τὸ ἐπιθυμῶ, καὶ τὸ ἠνδραπόδισται τό τε παθεῖν ὑφ’ ἑτέρου καὶ τὸ δρᾶσαι εἰς ἕτερον. ἔτι πέντε ταῦτα ἐπὶ τῶν ὁμωνύμων δεῖ παρατηρεῖν· ταὐτότητα. γένους, ταὐτότητα πτώσεως, ταὐτότητα γραφῆς, ταὐτότητα προσῳδίας, καὶ πρὸς τούτοις τὸ τῆς αὐτῆς εἶναι συνηθείας ἀμφότερα· εἰ γὰρ καθ’ ἕν τι τούτων παραλλάξειεν, οὐχ ὁμώνυμα. ὁ φάρος γὰρ καὶ τὸ φᾶρος οὐχ ὁμώνυμα, ὅτι μηδὲ ὁμογενῆ· καὶ ὁ ἐλάτης ἐπ’ εὐθείας ἀρρενικῶς καὶ ἐπὶ γενικῆς θηλυκῶς τοὐ φυτοῦ, ἔτι δὲ ἁγνὸς καὶ ἀγνώς, καὶ Ἀργὸς καὶ ἀργός, ὡς τὰ μὲν κατὰ τὴν πτῶσιν τὰ δὲ κατὰ τὴν γραφὴν τὰ δὲ κατὰ τὴν προσῳδίαν παραλλάξαντα, οὐκ ἄν εἴη ὁμώνυμα· καὶ τὸ ἅρμα δὲ ἐπεὶ παρ’ ἡμῖν μὲν ἐπὶ τοῦ ὅπλου τέτακται, ἐπὶ [*](4 κοινὴ M 6 σμηλίον L: σμηλίον Β 8 ἀναφέρεται L 9 σιτίον] τί ὃν M 10 post ἀναφερόμενα add. ἓν M 15 σοφίαι Β τῶ] τὸ M 16 τὸ] ὅτι M post ὀνόματα add. μὲν M τῶν] τὰ L1 17 δὲ om. M κἀν γὰρ M 18 καταχρήσαιτο Β 20 κυρίω, ut videtur, L: κυρίοις ΒΜ 21 ὑπόρροιαν M 23 νηός sic libri 28 λέγω Β 31 τὸ] ὅτι τοῦ M)
3
τοῦ ζεύγους δὲ παρὰ τοῖς παλαιοῖς, οὐχ ὁμώνυμον. καὶ περὶ μὲν ὁμωνύμων τοσαῦτα.

Συνώνυμα δὲ λέγεται, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κτὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῶον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς· ταῦτα γὰρ κοινῷ ὀνόματι προσαγορεύεται ζῷα, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός. ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν ἀποδώσει λόγον · οὐσία γὰρ ἄμφω αἰσθητικὴ μεταβατική. τετραχῶς δὲ τὸ συνώνυμον τῷ ὁμωνύμῳ συμπέπλεκται. ἢ γὰρ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα κατ’ ἄλλο κὰλ ἄλλο ἑαυτοῦ ὄνομα πρὸς ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, οἷον ὁ κόραξ ὁ ὄρνις, καθὸ μὲν κόραξ, ὁμώνυμος πρὸς τὸ ἐν τῇ θύρᾳ ὄργανον, καθὸ δὲ ὄρνις, συνώνυμος πρὸς τοὺς ἄλλους ὄρνιθας. ἢ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ διαφόροις ἑαυτοῦ ὀνόμασιν ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, οἷον Αἴας ὁ τοῦ Τελαμῶνος πρὸς Αἴαντα τὸν Λοκρὸν καὶ ὁμώ- νυμος καὶ συνώνυμος, τὸ μὲν ὅτι Αἴας, τὸ δὲ ὅτι ἄνθρωπος. ἢ ὅτε καθ’ ἓν καὶ τὸ αὐτὸ ὁμώνυμά τέ ἐστι καὶ συνώνυμα, πρὸς ἄλλο μέντοι καὶ ἄλλο, ὡς ὁ κόραξ ὁ ὄρνις· πρὸς μὲν γὰρ τὸ ὄργανον ὁμώνυμος, συνώνυμος δὲ πρὸς τοὺς ἄλλους κόρακας. καὶ τέταρτον. ὃ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώ- νυμόν τέ ἐστι καὶ συνώνυμον, ὡς ὁ παρ᾿ Ὁμήρῳ Μέλας, Ἄγριος· καθὸ μὲν γὰρ κύριον τὸ Μέλας, εἴη ἄν ὁμώνυμον τῷ κατὰ τὴν χρόαν μέλανι· εἰ μέντοι τύχῃ καὶ τὴν χρόαν μέλας ὁ οὕτω καλούμενος, συνώνυμος ἄν εἴη τῷ ὁμοίως μέλανι. οὕτως δὲ καὶ ὁ τὸ Ἄγριος κύριον ἔχων ὄνομα, εἰ καὶ τὴν τοῦ ἤθους προσλήψεται ἀγριότητα, ὁμώνυμός τε εἴη πρὸς τὸν τὸ ἦθος ἄγριον καὶ συνώ- νυμος. τούτοις δὲ κἀκεῖνα παρόμοια, ὅσα ἀπὸ τῶν ἀρετῶν παρηγμένα ἔν τισιν ὡς κύρια λέγεται οἷον Ἐλευθέριος, Φιλάρετος, εὐφρόσυνος, καὶ ὅσα ἀπὸ τῶν ἐθνικῶν, οἷον Ἰταλικός, Κρητικός, Ἐλευσίνιος. ἔτι τὸ ὁμώνυμον ἀντίφασιν ἐπιδέχεται· ὁ γὰρ γεγραμμένος ἄνθρωπος καὶ οὐκ ἄνθρωπος· τὸ δὲ συνώ- νυμον οὔ. τοσαύτα καὶ περὶ συνωνύμων.

Παρώνυμα δέ ἐστιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὕνομα προση·γορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. δεῖ δὲ καὶ ἐπὶ τῶν παρωνύμων ζητεῖν, τί τὸ πρῶτον καὶ τί τὸ ἀπ’ ἐκείνου παρωνομασμένον, καὶ ἔτι κοινωνίαν πράγματος καὶ δια- φοράν, καὶ κοινωνίαν ὀνόματος καὶ διαφοράν. τὸ γὰρ μουσικὴ γυνὴ καὶ μου· | σικὴ ἐπιστήμη, καὶ παρθένος καὶ παρθενική, ὡς τὰ μὲν πράγματος ἔχοντα διαφορὰν ὀνόματος ὅ οὔ, τὰ δὲ τὸ ἔμπαλιν διαλλάττοντα μὲν τῷ ὀνόματι ἀδιάφορα δὲ τῷ πράγματι, οὐ παρώνυμα. εἴη δ’ ἄν τῶν παρωνύμων καὶ τὰ [*](3 συνώνυμα δὲ] περὶ συνωνύμων superscribit L et al. m. M 6 τὸ] τῶ LM 11 τὰς ἄλλας M 14 ὅταν BM 15 μέντοι] μέν τι M 16 μὲν γὰρ om. M 17 ὅ τῶ αὐτῶ om. M 15) d om. L 20 6 om. M 25 ἀντίθεσιν M 28 Παρώνυμα δὲ—παρωνόμασται (4,2) post ἐρρέθη (4,20) ponit Β Περὶ παρωνύμων superscriptum M: in marg. adscriptum L 30 ὁ om. M καὶ om. B 31 πράγματος—διαφοράν (32) om. M 33 πράγματα M 34 ὀνόματα οὐ M 34 μὲν—δὲ (35) om. Β 35 εἴδἄν L)

4
πατρωνυμικὰ καὶ συγκριτικά, ἔτι δὲ ὑπερθετικὰ καὶ ὑποκοριστικά. ὑπὸ τὴν αὐτὴν δέ ἐστι κατηγορίαν τὸ παρώνυμον τῷ ἀφ’ οὗ παρωνόμασται.

Πολυώνυμα δὲ γίνεται ὅταν διάφορα ὀνόματα καθ’ ἑνὸς πράγματος λέγηται, ἕνα καὶ τὸν αὐτὸν λόγον ἔχοντα, ὥσπερ ἄορ, ξίφος, σπάθη, φάσγανον · σίδηρος γὰρ ἀμφίστομος ταῦτα πάντα. δεῖ δὲ μὴ τοῦτο μόνον σκοπεῖν, εἰ τοὐ αὐτοῦ πλείονα κεῖται ὀνόματα, ἀλλ’ εἰ καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ σημαινόμενον φέρονται. τὸ γὰρ ἀμερὲς καὶ τὸ ἐλάχιστον καθ’ ἑνὸς λεγόμενα πράγματος τοῦ στοιχείου, καὶ ἀρχὴ καὶ αἴτιον καθ’ ἑνὸς ἴσως τοῦ ποιητικοῦ καὶ κατὰ τῆς κύκλου περιφερείας τὸ κοῖλον καὶ τὸ κυρτὸν οὐ πολυώνυμα ἄν εἴη κυρίως, ἐπεὶ μὴ πρὸς τὸ αὐτὸ τοῦ πράγματος ἄμφω λέγεται, ἀλλ’ ἰδίαν ἑκάτερον περὶ τὸ αὐτὸ ὑπεσήμαινεν ἔννοιαν. κινδυνεύει δὲ καὶ ἐν τοῖς ὁμολο- γουμένως πολυωνύμοις λεγομένοις ὡς ἐπὶ τοῦ ἀνθρώπου, ὅταν ὁ αὐτὸς καὶ μέροψ καὶ βροτὸς λέγηται, ἐπεὶ ἕκαστον τῶν ὀνομάτων κατ’ ἄλλην καὶ ἄλλην σημασίαν ἐκδέδοται τὸ μὲν γὰρ κατὰ τὸ ἀναλογιστικόν, τὸ δὲ κατὰ τὴν τῆς διαλέκτου πρὸς τὰ ἔθνη διαφοράν, τὸ δὲ κατὰ τὸ θνητὸν τῆς συστάσεως), μὴ κυρίως πολυώνυμα λέγεσθαι. λείπεται δὴ ἐκεῖνα μόνα εἶναι πολυώνυμα, ἐφ’ ὧν οὐ κατὰ τὰς διφόρους σχέσεις τῆς μιᾶς φύσεως διάφορα κεῖται ὀνόματα, ἀλλ’ ὡς κατ’ αὐτήν, ἄλλου ἄλλως οὐκ ἐτυμολογικῶς ἀλλὰ κατὰ τὸ ἐπιτυχὸν ὀνομάσαντος. περὶ δὲ ἑτερωνύμων καὶ ἑτέρων, οὐδὲν πλέον ὑπὲρ αὐτῶν ἄλλο λέγεται, ἢ ὅσα ἐν ἀρχῇ ἐρρέθη.

Αἰτία δὲ δι’ ἣν περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενοι τοσαῦτα περὶ δια- φορᾶς ὀνομάτων ἐφιλοσοφήσαμεν πρότερον ἐκείνων, ὡς ἐπεὶ σκοπὸς ἡμῖν περὶ φωνῶν ἁπλῶν διαλαβεῖν, σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοη- μάτων, καὶ περὶ τῶν ὄντων σκέψασθαι οὐ καθὸ εἰσίν, ἀλλὰ καθὸ παρὰ τῶν πολλῶν καὶ νοοῦνται καὶ λέγονται, πολλαχῶς δὲ κοινωνεῖ τὰ ὄντα καὶ πολλαχῶς διαφέρει, πολυειδὴς καὶ ἡ τῶν ὀνομάτων κοινωνία καὶ ἑτερότης γεγένηται, οὐκ ἦν δὲ εὐπετὲς τοῖς ἐκεῖ λεγομένοις ἕπεσθαι τῷ μὴ πρότερον περὶ τούτων ἐπεσκεμμένῳ· ἐπιστήμονος δὲ καὶ τὸ πρὸ τῆς κατὰ μέρος διδασκα- λίας τὰ χρησιμεύσοντα προεκτίθεσθαι. ὅλως δὲ περὶ ὀνομάτων καὶ τῆς χρείας αὐτῶν, καὶ τί δήποτε μόνος τῶν ἄλλων φωνὴν ἄνθρωπος ἔλαβεν, ἐκεῖνο εἰπεῖν δεῖ, ὡς εἰ μὲν ἦμεν ψυχὴ μόνη, μὴ κοινωνοῦντες σώματι, οὔτε φωνῆς ἂν ἐδεήθημεν οὔτε ὀνομάτων εἰς τὸ δηλοῦν ἀλλήλοις ἃ ἐννοούμεθα, κρείττονί τινι συναφῇ τῶν ψυχῶν συναπτομένων καὶ μεταδιδουσῶν ἀλλήλαις τῶν οἰκείων διανοημάτων. τὸ συμπεπλέχθαι γοῦν σώματι τὴν τῆς φωνῆς χρείαν ἐγέννγσεν· αἱ γὰρ ἀποστᾶσαι τοῦ νοῦ καὶ τῶν ὄντων ψυχαὶ καὶ διακριθεῖσαι [*](1 τὰ συγκριτικὰ M δὲ] καὶ M 2 post τὸ add. τε Β παρώνυμα L τῷ om. M 3 Περὶ πολυωνύμων margo L γίνεται] λέγεται M πράγματα BL λέγεται M 8 ἀρχὴν M καθ’ ἓν L ποιητοῦ Μ 9 τῆς τοῦ κύκλου M 11 ὁμολογουμένοις M: κυρίως Β 12 ὅτε M 13 λέγεται M ἐπεὶ om. B 14 ἐκδεδόσθαι Β γὰρ om. B ἀναλογιστικόν] cf. Plat. Crat. 17 p. 399 C 15 μὴ—λέγεσθαι (16) om. B 16 δὲ M 21 τῶν om. MB διαφορὰς M 22 ἐκείνου M: ἐκείνη (?) Β 25 λέγεται M 26 καὶ ἡ τῶν] νοητῶν M 29 χρησιμεύοντα M 30 ὁ ἄνθρωπος M ἔλαβεν] ἔχει M ἐκεῖνα B 31 ψυχὴ L 32 ἐννοῶμεν M)

5
ἀλλήλων οὐκ ἄλλῳ ἢ τούτῳ εἰς ὁμόνοιαν πάλιν συνάγονται καὶ τοῖς πράγμασι συναρμόζονται καὶ πρὸς νοῦν ἀναπέμπονται.

Τῶν λεγομένων εἶναι τὰ μέν εἰσιν ἀπλᾶ τῇ προφορᾷ, τῷ δὲ σημαινομένῳ συμπεπλεγμένα, οἷον τρέχω δηλοῖ γὰρ ἐμὲ καὶ τὸν δρόμον), καὶ ὅλως τὰ πρῶτα τῶν ῥημάτων καὶ δεύτερα πρόσωπα προφερόμενα ἀεὶ συννοουμένην ἔχουσι καὶ τὴν ὑποκειμένην οὐσίαν, καὶ ἔτι τῶν τρίτων τὰ ἐπὶ ὡρισμένων κείμενα ὡς τὸ ὕει καὶ σείει· ἔξωθεν γὰρ τὸ τῆς προνοίας προσυπακούεται ὄνομα. τὰ δὲ σύνθετα μὲν τῇ προφορᾷ, ἁπλᾶ δὲ τῇ σημασίᾳ, ὡς οἵ τε λόγοι τῶν πραγμάτων ἔχουσιν ἓν γὰρ καὶ ταὐτόν, εἰς ὃ τὰς διαφόρους λέξεις συνείρομεν), καὶ τὰ τοιάδε· ἀγαθοδαίμων, Νεάπολις καὶ τὰ παραπλήσια. τὰ δὲ συντέθειται καὶ τῇ λέξει καὶ τῷ νοήματι, ὡς λόγον ἀπαρτίζεσθαι τέλειον, οἰον ἄνθρωπος τρέχει, ἄνθρωπος νικᾷ. δὲ τῇ τε προφορᾷ καὶ τῷ σημαινομένῳ ἁπλᾶ, οἷον ἄνθρωπος, βοῦς, ἵσταται, τρέχει, νικᾷ. καὶ τούτων τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον μιᾶς τινος τῶν δέκα κατηγοριῶν ἐστι σημαντικόν, ἃς μετὰ μικρὸν διελόμενοι παραδώσομεν. πρὸ γοῦν τῆς ἐν- τελοῦς εἰς δέκα τῶν ὄντων διαιρέσεως καὶ τῆς ἐφ’ ἑκάστῳ διδασκαλίας τὴν εἰς τέσσαρα τούτων κεφαλαιώδη τομὴν καὶ διαίρεσιν ποιησόμεθα, διὰ τὸ καὶ τὸν τέταρτον συντιθέμενον τὸν δέκα ἀπογεννᾶν τὸν ἐν ἀριθμοῖς ἐντελῆ καὶ πληρέστατον. φθάνομεν δὲ καὶ τὴν τῶν λεγομένων εἰς τέσσαρα πεποιημένοι διαίρεσιν. ἐπεὶ δὲ τοῖς ἐναργοῦς τῶν πραγμάτων σημασίας φροντίζουσιν ἧττον ἔστιν οὗ ἡ τῶν συνήθων ὀνομάτων χρῆσις σπουδάζεται, καὶ ἡμεῖς ἐν τῇ διαιρέσει τὰ καθωμιλημένα παρέντες τὰ ἐναργῆ προεκθήσομεν, ἀντὶ μὲν οὐσίας τῷ οὐκ ἐν ὑποκειμένῳ χρώμενοι, ἀντὶ δὲ συμβεβηκότος τῷ ἐν ὑποκειμένῳ· τῷ τε καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου ἀντὶ τοῦ καθόλου καὶ μερικοῦ. καὶ τούτων οὕτω προευκρινηθέντων λέγομεν.

Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ὁ ἄνθρωπος καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν· καὶ ὅλως αἱ καθόλου οὐσίαι, τὰ ἀπηριθμημένα ὑπὸ τὴν γενικωτάτην οὐσίαν δηλαδὴ γένη καὶ εἴδη ὑπ’ ἄλληλα μέχρι τῶν ἀτόμων καθ’ ὑποκειμένου καὶ οὐκ ἐν ὑποκειμένῳ λεχθήσεται· κατὰ γὰρ τῶν ὑπ’ αὐτὰ κατηγορεῖται, καὶ οὐκ ἐν ἑτέροις ἀλλ’ ἐν ἑαυτοῖς τὴν ὕπαρξιν ἔχουσιν. τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· καὶ τουτὶ τὸ λευκὸν ἐν ὑποκειμένῳ μέν ἐστι τῷ σώματι ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέ- γεται· καὶ ὅλως τὰ μερικὰ συμβεβηκότα καὶ ἄτομα οὔτε καθ’ ἑτέρων λέγεται οὔτε ἐν ἑαυτοῖς ἐστι. τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ τίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ· καθ’ ὑποκειμένου [*](6 ἔχει M ὡρισμένου Β 7 τὸ (ante ὕει) om. LM 10 συνείραμεν Γ’ 11 τῷ ὀνόματι L 12 τε 0111. M 15 κατὰ μικρὸν M 16 τὴν] καὶ Μ 17 ποιησώμεθα L1 18 τέσσαρα M: Δ Β δέκατον Β 20 τοῖς] τῆς M 29 οὐσίαν om. B 32 τὰ δὲ—λέγεται (33) om. M 33 ὑποκειμένη (?) Β 34 μὲν om. M 37 ἐστι scripsi: εἰσί libri)

6
δὲ λέγεται τῆς γραμματικῆς· καὶ τὸ καθόλου λευκὸν καθ’ ὑποκειμένου μὲν τοῦδε τοῦ μερικοῦ λευκοῦ, ἐν ὑποκειμένῳ δὲ τῷ σώματι ἐν ᾧ ὑπάρχει· καὶ ὅλως τὰ καθόλου συμβεβηκότα καὶ ἐν ἑτέροις εἰσίν ἐν ταῖς οὐσίαις γάρ), καὶ κατὰ τῶν ὑπ’ αὐτὰ μερικῶν κατηγορεῖται. τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος καὶ ὅλως τὰ μερικὰ τῆς οὐσίας καὶ ἄτομα· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται. τῷ μὲν γὰρ οὐσίας εἶναι ταῦτα ἐν ἑαυτοῖς καὶ οὐκ ἐν ἄλλοις ἔσται, τῷ δὲ ἐν μέρει κατ’ οὐδενὸς ὡς καθόλου κατηγορηθήσεται. πλὴν ἔνια τῶν ἀτόμων, εἰ καὶ μὴ τῆς οὐσίας, τῶν μέντοι ἄλλων κατηγοριῶν οὐδὲν κωλύει, εἰ μὴ καὶ πᾶσα ἀνάγκη, ἐν ὑπο- κειμένῳ εἶναι. ἐν ὑποκειμένῳ δὲ λέγω , ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν · καὶ τοῦτό ἐστι τὸ κοινῶς συμβεβηκός. οὐ γὰρ πᾶν τὸ ἔν τινι ὂν συμβεβηκός ἐστιν· οὔτε γὰρ τὸ ὡς μέρος ἐν ὅλῳ οὔτε τὸ ὡς ὅλον ἐν μέρεσιν, οὔτε τὸ ὡς εἶδος ἐν γένει οὗτ’ αὖ τὸ ὡς γένος ἐν εἴδει· ἀλλ’ οὐδὲ τὸ ὡς ἐν τόπῳ ἢ ἐν χρόνῳ ἢ ἐν τέλει ἢ ὡς εἶδος ἐν ὕλῃ ἢ ὡς ἐν τῷ κινοῦντι καὶ ἄρχοντι τὰ τῶν ἀρχομένων, ἀλλὰ τὸ ὡς ἐν ὑποκειμένῳ μόνον. διττὸν δὲ καὶ τὸ ὑποκείμενον, τό τε πρὸς κατηγορίαν, ὥσπερ τὰ μερικὰ τοῖς καθόλου, καὶ τὸ πρὸς ὕπαρξιν. διττὸν δὲ καὶ τοῦτο, ἥ τε ἄποιος ὕλη, ἣ κοινῶς πᾶσιν ὑπέστρωται καὶ παντός ἐστι δεκτικὴ σχήμαος καὶ χρώματος καὶ συμπάσης ἄλλης ποιότητος, καὶ ὃ ποιὸν ἰδίως ὑφίστασθαι λέγομεν, οἷον ἄνθρωπος, λίθος. πολλὰ οὖν τῶν ἐγγινομένων ὡς μὲν πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ἐστίν · ἅπαν γὰρ χρῶμα καὶ πάσα ποιότης ἐν ὑποκειμένῳ τῇ ὕλῃ ἐστίν, οὐχ ὡς μέρη αὐτῆς ὄντα, καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι. ἐπὶ δὲ τοῦ δευτέρου, οὐχ ἅπαν χρῶμα οὐδὲ πᾶσα ποιότης ἐν ὑποκειμένῳ ἐστίν, ἀλλὰ μόνον, ὅταν μὴ συμπληρωτικὰ τῆς τοῦ ὑποκειμένου οὐσίας ᾖ, ἃ δὴ καὶ κυρίως συμβεβηκότα ὀνομάζομεν· ὅταν δὲ οὐσίας ὦσι συστατικά οὐσιώδη ταῦτα καὶ μέρη οὐσιῶν. κὰλ δὴ τὸ λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἢ τοῦ κύκνου, ἐπεὶ μὴ συντελεῖ τῇ τοῦ ὑποκειμένου οὐσίᾳ, ἐν ὑποκειμένῳ εἶναι καὶ συμβεβηκός λέγομεν· ἐπὶ δὲ τῆς χιόνος συμπληροῦν τὴν οὐσίαν αὐτῇ μέρος αὐτῆς τοῦτο καὶ ὑποκείμενον τίθεμεν. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τοῦ πυρὸς θερμότης αὐτοῦ μὲν μέρος, ἐν ὑποκειμένῳ δὲ τῷ σιδήρῳ· γίνεται γὰρ καὶ ἀπογίνεται τοῦ δεκτικοῦ μένοντος. καὶ ἁπλῶς εἰπεῖν πᾶσαι αἱ μὴ ἐπείσακτοι ποιότητες ἀλλ’ οὐσιώδεις καὶ συμπληρωτικαὶ τῶν ὑποκει- μένων μέρη οὐσιῶν εἰσι καὶ τῇ οὐσίᾳ συντάττονται. ἐπιστῆσαι δὲ χρὴ ὡς οὐκ εἴπομεν τὸ συμβεβηκὸς ὁριζόμενοι, ἐν ᾧ ἦν, χωρὶς εἶναι ἀδύνατον, ἀλλ’ ἐν ᾧ ἐστί , διὰ τὰ ἐκεῖθεν ἀπαντῶντα περί τε τοῦ μήλου καὶ τῶν ἄλλων εὐωδῶν· πόρρωθεν γὰρ τῆς ὀσμῆς, συμβεβηκότος οὔσης, αἰσθανόμεθα.· ὡς [*](1 post δὲ add. οὐδενὸς M 6 τῶν om. M1 τοιοῦτον M1 8 τῷ—μέρει] ὡς δὲ μερικὰ M ὡς om. M 11 ὃ] ὅ, τι M ὑπάρχων M 1 16 τἄ om. L1 18 τὸ] τοῖς M 20 καὶ (ante χρώματος) om. BM 23 ἐποκειμένη M 24 ἀδύνατον Β 25 ἀλλὰ μόνον om. M: μόνον om. Β 26 ὃ δὴ BM καὶ om. M συμβεβηκὸς BM 27 ὦσι om. BM post δὴ add. καὶ M 28 κύκνου] σκύθου BL 34 post οὐσίᾳ add. οὐ M)
7
οὐκ ἂν ἐν τοῖς ὑποκειμέν·οις μενούσης, τοῦ αἰσθητηρίου μὴ θιγόντος, διέβαινεν ἡ ταύτης αἴσθησις πρὸς ἡμᾶς. ἀλλὰ γὰρ κἄν τὸ πρότερον ὑποκείμενον ἀπο- λείπῃ, ἀλλ’ οὖν συνεχοῦς ὄντος τοῦ παντὸς ἢ κατὰ ἁφὴν ἢ κατὰ ἕνωσιν μεταβαίνειν ἐφ’ ἕτερα οὐκ ἀδύνατον, καὶ ἔσται τοῦ μήλου μὲν ἐκτός, ἐν ὑποκειμένῳ δὲ τῷ ἀέρι. πᾶσα μὲν γὰρ εὐωδία καὶ ἅπαν τὸ τοιοῦτον συμβεβηκὸς μετὰ τῆς οἰκείας οὐσίας ἐστίν, ἔστ’ ἄν ᾖ, καὶ οὐδέποτε ταύτης ἀποστατεῖ · ἡ δὲ οὐσία ποτὲ μὲν ἐξαπλοῦται καὶ ταῖς ἄλλαις οὐσίαις ἐγκατασπείρεται, ποτὲ δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχῆ καὶ πεφυκότα πάσχειν, ὅπερ ἐπὶ τοῦ πυρὸς ὁρᾶται· οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπινθήρ ἐστιν ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμενος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ’ ὀλίγον πολλαπλασιασθέν. ὅτι δέ τις καὶ οὐσία συνδιαφορεῖται τούτοις, δηλοῖ τό τε μῆλον ῥυτιδούμενον καὶ δαπανώμενα τὰ θυμιάματα. καὶ πρὸς τούτοις ἐκεῖνο ἰστέον, ὡς τεσσάρων ὄντων τῶν ἐν τῇ διαιρέσει παρ’ ἡμῖν προσληφθέντων, καθ’ ὑποκειμένου, οὐ καθ’ ὑποκειuένου, ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ, καὶ ἑξαχῶς συνδοιαζομένων, καὶ ἀσυστάτων μὲν τῶν κατὰ μῆκος ἄμφω συζυγιῶν οὐσῶν τὰ γὰρ ἐναντία ἀλλήλοις συνυ- πάρξαι ἀδύνατον), συνισταμένων δὲ τῶν κατὰ βάθος καὶ διαγωνίως, ἡμεῖς ὡς πανταχοῦ διὰ τὸ ἀνελλιπὲς τὴν κατ’ ἀντίφασιν ἐξυμνοῦντες ἀντίθεσιν καὶ διαί- ρεσιν κἀνταῦθα πρὸς τὴν διδασκαλίαν τὰς διαγωνίους συζεύξεις ὡς ἀντιφασκουσας πρότερον ἐκδεδώκαμεν.

Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου ἤγουν συνωνύμως 3 καὶ οὐσιωδῶς, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ὁ ἄνθρωπος κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορεῖται καὶ τὸ ζῶον κατὰ τοῦ ἀνθρώπου· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώ- που τὸ ζῶον κατηγορηθήσεται. καὶ κατὰ τοῦδε τοῦ λευκοῦ λεγόμενον τὸ ἀπλῶς λευκόν, κατ’ ἐκείνου δὲ τὸ χρῶμα· καὶ κατὰ τοῦ μερικοῦ δὲ ἄρα τὸ καθόλου χρῶμα κατηγορηθήσεται. τὸ μέντοι δισύλλαβον ἢ τὸ γένος κατὰ μὲν τοῦ ζώου κατηγορηθήσεται, κατὰ δὲ τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου, καθ’ ὧν τὸ ζῶον, οὔ · οὐ γὰρ ὡς καθ’ ὑποκειμένου κατὰ τοῦ ζώου ταῦτα ἐλέγετο.

Τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων, ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζώου καὶ ἐπιστήμης. ζώου μὲν γὰρ διαφοραὶ τό τε πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τῷ δίπουν εἶναι. τῶν δέ γε ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς. τὰ γὰρ ἐπάνω τῶν ὑπ’ αὐτὰ εἰδῶν κατηγορεῖται, ὥστε ὅσαι κτὰ τοῦ κατηγορουμένου διαφοραί εἰσι, καὶ τοῦ ὑποκειμένου ἔσονται. τῶν γὰρ διαφορῶν αἱ μὲν γενῶν εἰσιν, αἱ δὲ εἰδῶν· καὶ τῶν τοῦ γένους αἱ μὲν συστατικαί, ὅσαι ὑπὲρ αὐτὸ καὶ καθολικώτεραι καὶ κατηγοροῦνται αὐτοῦ, αἱ δὲ διαιρετικαί, ὅσαι διῃρημένως μὲν κατ’ αὐτοῦ οὐ [*](2 ἡ ταύτης αἴσθησις om. BM ἀπολείπει Β 3 post ἁφὴν add. ὡς ἐπὶ τῆς τῶν δακτύλων συμπτύξεως M post ἕνωσιν add. ὡς ἐπὶ τοῦ ἀέρος M 7 post ἐγκατασπείρεται add. ὡς ἡ τοῦ μήλου οὐσία ἡ μετὰ τῆς ὀσμῆς ἐξερχομένη M 8 δὲ om. M 18 διαγωνίας M 20 κατηγορεῖται L 22 τινὸς] παντὸς M 29 ἑτερογενῶν Aristoteles 30 ζώων μὲν M 32 τῷ scripsi: τὸ libri δίπουν] δίπους Aristoteles 37 διῃρημέναι M)

8
λέγονται, ὁμοῦ δὲ πᾶσαι. τοῦ δὲ εἴδους εἰσὶν αἱ εἰδοποιοὶ μόναι, ὧν ἑκάστη κατὰ τὸ ἀντιδιῃρημένον πρὸς ἕκαστον τῶν εἰδῶν ἀφορίζεται, ἀλλ’ οὐχ ἅμα πᾶσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἓν γένος, οὕτω πολλαὶ διαφοραὶ πρὸς ἓν εἶδος συντελοῦσιν· καὶ ὥσπερ ἕτερα γένη καὶ εἴδη τὰ ταῖς διαφόροις κατηγορίαις ὑποκείμενα λέγομεν, οὕτω καὶ διαφερούσας τῷ εἴδει διαφορὰς ἐπιζητοῦμεν, ἐπειδὴ πολλάκις καὶ τῶν ἑτέρων γενῶν, οἷον ζώου καὶ σκεύους, αἱ αὐταὶ δοκοῦσι διαφοραί καὶ γὰρ τῶν ζώων τὰ μέν ἐστιν ὑπόποδα τὰ δὲ ἄποδα, καὶ τῶν σκευῶν ὁμοίως ὑπόποδα μὲν κλίνη καὶ τράπεζα, ἄποδα δὲ τὰ πλείονα), ἀλλ’ οὐκέτι καὶ τῷ εἴδει, ἀλλὰ καθ’ ὁμωνυμίαν· κατὰ μεταφορὰν γὰρ καὶ ἐξ ἑτέρου κατωνομάσθη τὸ ἕτερον. οὐκ ἀπορεῖν δὲ δεῖ οὐδὲ πρὸς τὰς διαφορὰς καὶ τὸν τοῦ εἴδους ὁρισμόν, εἴπερ τὴν μὲν κατὰ διαφερόντων τῷ εἴδει, τὸ δὲ τῷ ἀριθμῷ ὁριζόμεθα, τῷ μονοειδεῖς τινας εἶναι διαφοράς οἷον ἀνθρώπῳ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ πυρὸς τὸ κοῦφον, καὶ γῆς τὸ βαρύ, αἳ καὶ ἀντιστρέφουσι τοῖς ὁριστοῖς), καὶ διὰ τὰ μοναδικὰ τῶν ἐν τῷ κόσμῳ εἰδῶν, οἷον ἥλιον καὶ σελήνην ἐπὶ τῶν ἀιδίων, ἐπὶ δὲ τῶν φθαρτῶν, οἷον ἱστοροῦσι περὶ τοῦ φοίνικος. αἱ μὲν γὰρ αὗται διαφοραί, εἰ καὶ μὴ κατὰ πλειόνων εἰδῶν λέγονται, τῷ διά τινα συντυχίαν πραγμάτων τὴν τῶν ὑποδεχο- μένων εἰς πλῆθος διάστασιν μὴ γενέσθαι, ἀλλ’ οὖν οὕτως ἔχουσιν ὥσπερ ἂν εἰ καὶ κατὰ πλειόνων ἐλέγετο. περὶ δὲ τῶν εἰδῶν ἐπὶ μὲν τοῦ φοίνικος, εἰ καὶ μὴ ἅμα τὰ ἄτομα, ἀλλ’ οὖν κατὰ διαδοχὴν πολλῶν κατηγορεῖται φοινίκων· τὸ δὲ ἐν τοῖς ἀιδίοις μοναδικὸν ἐν ὕλῃ κατατέτακται καὶ συντέθειται, καὶ οὐχ ὅμοιον τῷ ζητουμένῳ παρ’ ἡμῖν ἀκατατάκτῳ καὶ θεωρουμένῳ ἐν τοῖς πολλοῖς. τοσαῦτα ὡς πρὸς τὴν διδασκαλίαν χρησιμεύσοντα τῶν κατηγοριῶν προεκθέμενοι, ἤδη ἐπ’ αὐτὰς χωρῶμεν. πρότερον δὲ ὡς ἐν κεφαλαίῳ διὰ τὸ εὐσύνοπτον αὐτὰς διελώμεθα, εἶτα καὶ διεξοδικῶς καί τινα θεωρητικῶς περὶ αὐτῶν ἀπορήσομεν καὶ ζητήσομεν.

Τῶν δὴ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν ση- μαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποιὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. καὶ οὐσία μέν, ὡς ἐν τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ· ποιὸν δὲ οἷον λευκόν, γραμματικόν· πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ, μεῖζον· ποῦ δὲ οἷον ἐν Λυκείῳ, ἐν ἀγορᾷ· ποτὲ οἷον χθές, πέρυσι· κεῖσθαι οἷον ἀνάκειται, κάθηται· ἔχειν οἷον ὑποδεδέσθαι, ὡπλί- σθαι· ποιεῖν οἷον τέμνειν, καίειν· πάσχειν δὲ οἷον τέμνεσθαι, καίεσθαι. ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει ἢ ἀποφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται. ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις ἤτοι ἀληθὴς ἢ ψευδὴς εἶναι· τῶν δὲ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν, οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ. ὡς ἄν δὲ καὶ κατ’ ἐπιστημονικὴν ἔφοδον [*](1 μόνον M 7 ἐστιν om. M 8 ὁμοίως om. M 9 ἀλλὰ] ἀλλ’ ἡ corr. L κατὰ om. Β 10 ὠνομάσθη M 11 τὸ μὲν L 13 τῶ—δεκτικῶ M 14 post διὰ add. μὲν M 15 ἀδίων L 18 γίνεσθαι BL 23 χρησιμεύοντα M 24 χωροῦμεν M 25 διελόμεθα BM 30 δὲ (post πρός τι) om. M 31 λυκίου BL 32 πέρισυ L 35 ἅπασι Β)

9
γειαι, τὰ δὲ πάθη · τὰς γὰρ δυνάμεις, ὡς μέσας ὑπάρξεων οὔσας καὶ ἐνερ- γειῶν, ταῖς ὑπάρξεσι συντετάχαμεν. τὰς μὲν οὖν ἐνεργείας καὶ τὰ πάθη αἵ τε τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι προσειλήφασι. τῶν δὲ ὑπάρξεων αἱ μέν εἰσι καθ’ ἑαυτάς, ἃς οὐσίας κατονομάζομεν, αἱ δὲ ὑφεστήκασιν ἐν ἑτέροις· καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦντι, αἱ δὲ ἄσχετοί εἰσι. καὶ τῶν ἀσχέτων αἱ μὲν ἀμέριστοι καὶ ἀδιάστατοι, αἷς τὸ ποιὸν ἀφορίζεται, αἱ δὲ κατὰ διάστασιν καὶ τὸν πληθυσμόν, ἃς τὸ ποσὸν περιείληφεν. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἃς πάσας ἡ τοῦ πρός τι κατηγορία συνέσχεν, αἱ δὲ οὐ πρὸς ἀντιστρέφοντα. καὶ τούτων αἱ μὲν κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς τὰ ἀσώματα· καὶ τούτων τὴν μὲν κατὰ τὴν πρὸς τόπον ἡ τοῦ ποῦ ἔχει κατηγορία, τὴν δὲ κατὰ τὴν πρὸς χρόνον ἡ τοὐ ποτέ. τῶν δὲ κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα, ἐφ’ ὧν ἱδρύμεθα ἡ ἑστῶτες ἢ καθήμενοι ἢ ἀνακείμενοι, ἅπερ ὑπὸ τὸ κεῖσθαι ἀνάγομεν, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ὑπὸ τὸ ἔχειν τιθέμεθα· τὰ γὰρ σώματα, πρὸς ἃ ἡ σχέσις αὕτη, οὕτως ἔχει, ὡς ἢ ἡμᾶς ἐν ἐκείνοις ἡ ἐκεῖνα ἐν ἡμῖν ἱδρῦσθαι. καὶ ἀποχρῶσα μὲν καὶ αὕτη τῶν γενῶν ἡ εἰς δέκα διαίρεσις· διαιρεθείη δ’ ἄν τὰ αὐτὰ καὶ οὕτω. τὸ ὂν ἢ ἐν αὑτῷ ὑφέστηκε καὶ ἔστιν οὐσία, ἢ ἐν ἑτέρῳ · καὶ τούτου τὸ μὲν ἐν σχέσει ἐστὶ καὶ ποιεῖ τὰ πρός τι, τὸ δὲ ἄσχετόν ἐστι. τοῦ δὲ ἀσχέτου τὸ μὲν κατὰ διάστασιν θεωρεῖται καὶ ποιεῖ τὸ ποσόν, τὸ δὲ ἀδιά- στατόν ἐστι καὶ ποιεῖ τὸ ποιόν. καὶ οὕτω μὲν τὰς τέσσαρας καὶ κυριωτέρας τῶν κατηγοριῶν ἀπὸ διαιρέσεως ἔχομεν· ἡ δὲ τῆς οὐσίας πρὸς τὰς τρεῖς· ἐπιπλοκὴ τὰς ἄλλας ἓξ ἀποτελεῖ. αὕτη γὰρ μετὰ μὲν τοῦ τόπου καὶ τοῦ χρόνου ποιεῖ τὸ ποῦ καὶ τὸ ποτέ εἴδη δὲ ποσοῦ τόπος καὶ χρόνος), μετὰ δὲ τοῦ ποιοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν, μετὰ δὲ τοῦ πρός τι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ κατὰ ταῦτα μὲν ἢ ὅτι ἐγγύτατα τούτοις ἡ εἰς τὰ δέκα τῶν γενῶν διαίρεσις κυριώτατα γίνοιτ’ ἄν. ἀλλ’ εἰ δέκα μὲν τὰ ἐν τῷ αἰσθητῷ ἐνταῦθα γένη, δέκα δὲ καὶ τὰ ἐν τῷ νοητῷ τὰ αὐτά, πότερον ὁμώνυμος ἢ συνώνυμος ἡ κοινωνία τῶν τῇδε πρὸς τὰ ἐκεῖ ; καὶ] ἢ μηδετέρως, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν πρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὔτε συγχεῖ τὰ ἔνυλα τοῖς ἀύλοις πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὅροις ἑκάτερα), οὔτε διασχίζει ἀπ’ ἀλλήλων αὐτά, διὰ τὸ κοινοῖς συνδέσμοις συνέχεσθαι, καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειτ- τόνων τὰ καταδεέστερα καὶ πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος συμ- περαίνεσθαι. διὰ τοῦτο καὶ Πλατῶν ἐν Παρμενίδῃ τὸ ἓν διὰ πασῶν διατείνει [*](2 ὕπαρξις L1 5 τὸ ποιεῖν Β 9 πλυθυσμόν L 12 σῶμα L 13 τὰ μέν L1 πρὸς τὸν τόπον Β κτὰ om. M1 15 πρὸς om. M 18 ἢ (ante ἡμᾶς) om. M 19 ἡ om. Β 20 post ὃν add. γὰρ Β αὑτῷ scripsi: αὐτῶ libri καὶ τοῦτο M 21 τὸ (ante μὲν) om. M 25 ἐξαποτελεῖ M μὲν om. M 2() ἤδη L 28 καὶ om. M 29 κυριωτάτη γένοιτ’ ἄν M 31 καὶ delevi ἢ scripsi: εἰ libri μηδ’ ἑτέρως BM 36 τοῖς L)
10
τῶν ὑποθέσεων, εἴτε περὶ θεοῦ, εἴτε περὶ νοῦ ἢ ψυχῆς καὶ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἔχει δὲ ἀπορίαν τό τε πάσχειν καὶ τὰ πρός τι, ἔτι δὲ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα, εἰ ἐν τοῖς ἀτρέπτοις καὶ ἀπαθέσι καὶ οὖσιν ἐφ’ ἑαυτοῖς ἐνεῖναι ταῦτα ἰσχυριούμεθα. ἢ δυνατὸν μὲν καὶ ταῦτα κατ’ ἀναλογίαν ἐκεῖ θεωρεῖν, ᾗ μόνῃ ληπτὰ τῇ μεταβάσει τὰ νοητὰ γέγονεν, εἴπερ μεθέξεις ἀπ’ ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ’ ἐκείνοις εἰσί, καὶ τὰ μὲν αἴτια τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν, ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν, ἐν μὲν τοῖς συνθέτοις πάντα εὕροι τις, ὡς καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστι τὰ ὑπάρχοντα, κατὰ μερισμὸν πλεοναζομένοις), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἴη διὰ τοῦτο ἡ διαίρεσις ἐλλεί- πουσα τῶν γενῶν· οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἔξω πίπτῃ τῆς εἰς τὰ δέκα ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεὴς ἔσται.

Ἀλλ’ εἰ πᾶσαν φωνὴν πράγματος σημαντικὴν εἰς ταύτας ἀνάγεσθαι δεῖ, πᾶσα δὲ φωνὴ τοῖς ὀκτὼ τοῦ λόγου ἀφώρισται μέρεσι, ἐπιστῆσαι δεῖ, πῶς ἔσται ἡ δια- νομή. τὸ μὲν ὄνομα ὅτι ἀνάγεται ὡς εἰς ἀρχὰς τὰς κατηγορίας, δῆλον ἢ γὰρ οὐσίαν σημαίνει ὡς τὰ κύρια, τὰ κοινὰ καὶ τὰ ἴδια, ἢ μίαν τῶν ἐννέα ὡς τὰ ἕτερα, εἰ μήπω εἴη τι τῶν ἀδήλων καὶ ἀσημάντων), καὶ περὶ τοῦ ῥήματος δέ, ὡς διώρισται πρότερον, ὅτι τὰ τρίτα τῶν ὁριστικῶν εἰς τὰ γένη ἀνάγεται· δήλη δὲ καὶ ἡ μετοχή, ὅπως ἔχει συμπλοκῆς. περὶ δὲ τῶν ἄλλων οἷον ·συνδέσμων, ἄρθρων, προθέσεων καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τῶν ῥηματικῶν ἐγκλίσεων ἔξω μιᾶς τῆς ὁριστικῆς τί χρὴ λέγειν; καὶ πρὸ τούτων τὰς στερήσεις καὶ ἀποφάσεις ἐν τίνι ἀνάξομεν καὶ πῶς; ἢ περὶ μὲν συνδέσμων καὶ ἄρθρων καὶ τῶν ὑπολειπομένων τοῦ λόγου μερῶν ἐκεῖνο λέγομεν, ὡς ἐν οὐδε- μιᾷ τῶν κατηγοριῶν ἀναχθήσεται · οὐ γὰρ προηγουμένη αὐτῶν ἐστιν ἡ σημα- σία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἳ καθ’ ἑαυτὰς οὐ σημαίνουσί τι, τοῖς γεγραμμένοις δὲ συσσημαί- νουσι, καὶ διαφερόντως οἱ σύνδεσμοι· κόλλῃ γὰρ ἐοίκασι, τὰ τοῦ λόγου στοιχεῖα συνδέοντες · ὡς μᾶλλον λέξεως ἢ λόγου στοιχεῖα τυγχάνειν. αἱ ἐγκλίσεις δὲ καὶ αἱ στερήσεις αἱ μὲν ὡς πτώσεις ῥήματος τῇ ὁριστικῇ συνταχθήσονται καὶ πρὸς τὴν εἰς τὰ γένη ἀναγωγὴν ἐκείνῃ συνέψονται, τὰς δὲ ἀποφάσεις καὶ στερήσεις τῆς αὐτῆς τιθέναι κατηγορίας, ἧς καὶ τὰς ἕξεις καὶ καταφάσεις, εὔλογον. τὸ γὰρ ἀνυποδετεῖν τῆς αὐτῆς ἐστι κατηγορίας, ἧς καὶ τὸ ὑποδε- δέσθαι, καὶ ὁ οὐκ ἄνθρωπος τῆς αὐτῆς τῷ ἀνθρώπῳ. ὃ γὰρ ἡ κατάφασις [*](1 ἡ σώματος Β 2 ἔχοι L 10 τὴν θέσιν Μ ἐνδεικνύμενος M 12 τὰ τῆς L1 14 μετέχη Β ἐλλειπὴς BM 15 πίπτει L 17 post εἰ add. καὶ M 18 φωνὴ L τοῖς] τῆς L 22 διώρισται cf. p. 5,6sq. 23 συμπαραπλοκῆς Μ 25 post χρὴ add. καὶ M 26 τῶν συνδέσμων M 28 προῃρημένη M ἐστιν cm. M 32 ἐγκλήσεις M 33 συνταχθήσεται Μ 35 ὑστερήσεις L 37 τῷ] τὸ L)

11
εἶναι τίθησιν, ἡ ἀπόφασις ἀναιρεῖ· ὡς γοῦν ἄμφω περὶ αὐτὸ στρεφομένας καὶ τῆς αὐτῆς εἶναι κατηγορίας τίθεμεν. κατάφασιν δὲ καὶ ἀπόφασιν ἐν. ταῦθα τὸ ὡρισμένον καὶ ἀόριστον ὄνομα ἢ ῥῆμα καταχρώμενοι λέγομεν.

Ἐπεὶ δὲ ἁπλᾶς εἶναι τὰς τῶν κατηγοριῶν σημαντικὰς φωνὰς χρή, διττὸν δὲ τὸ ἀσύμπλοκον, τό τε κατὰ λέξιν καὶ κατὰ δύναμιν, ἐν τούτοις ὁποτέρως δεῖ διαιτᾶν; μήποτε τὴν κατὰ σημασίαν ζητεῖν ἁπλότητα χρὴ παρέντας τὴν λέξιν, καὶ εἰς τοσαῦτα τὸ τῇ φωνῇ ἀνάγειν ἕν, εἰς ὅσα καὶ ἡ λέξις ἐδήλωσεν. φανερὸν οὖν ὡς τὸ περιπατῶ καὶ ζῶ ὑπό τε τὴν οὐσίαν θήσομεν καὶ τὸ ποιεῖν· οὐδὲν γὰρ διαφέρει ταῦτα κατὰ δύναμιν τῶν λόγων τῶν ἐντελῶν, οἷον ἄνθρωπος τρέχει ἢ διαλέγεται. καὶ τὸ αἰκίζομαι δέ, πάθος δηλοῦν καὶ ἐνέρ- γειαν, ὁμοίως καὶ τὸ ἐποιησάμην, ἐλουσάμην, καὶ ὅσα τῆς μέσης εἰσὶ δια- θέσεως, ὑπό τε τὸ ποιεῖν καὶ πάσχειν ἀνάξομεν. καὶ ἐπὶ τῶν ὀνομάτων δὲ ὡσαύτως· τὸ γὰρ βορέας εἰ μὲν δηλοῖ τὸ πνεῦμα, ὑπὸ τὴν οὐσίαν, εἰ δὲ τὸ κλίμα, ὑπὸ τὸ ποῦ· καὶ ὅλως τὰ ὁμώνυμα πρὸς τὰς διαφόρους σημασίας καὶ τὴν εἰς τὰ γένη διανομὴν διάφορον ἕξουσιν. ὥσπερ δὲ μίαν φωνὴν διείλομεν εἰς διάφορα, οὕτω καὶ πολλὰς ἔστιν ὅτε εἰς μίαν κατηγορίαν συνάξομεν, ὡς ἔχουσιν οἱ ὁρισμοὶ πάντες· ἓν γὰρ τὸ ζῶον λογικὸν θνητὸν καὶ ὑπὸ τὴν αὐτὴν τῷ ἀνθρώπῳ κατηγορίαν. ἀλλὰ τὸ σημεῖον καὶ ἡ μονάς, ἔτι δὲ κίνησις καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐν τίσι τῶν γενῶν καὶ ὅπως ἕξουσι τὴν ἀναγωγήν; ἢ τὸ μὲν σημεῖον ἐν τῷ ποσῷ καὶ τὸ ἓν τίθεσθαι δεῖ ἀρχαὶ μὲν γὰρ τὸ μὲν τοῦ συνεχοῦς τὸ δὲ τοῦ διωρισμένου· ὁμογενεῖς δὲ αἱ ἀρχαὶ τοῖς ὧν εἰσιν ἀρχαί), κίνησιν δὲ καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς θεωρεῖν ἐν ἅπασι προσήκει τοῖς γένεσιν. εἰ δὲ καὶ τὸ ἓν ἐφ’ ὅσα τὸ ὂν διαιρεῖσθαι ὁμωνύμως θείημεν, περὶ αὐτοῦ τὰ εἰκότα λέξομεν.

Ἐπὶ τοσοῦτον καὶ περὶ τούτων πραγματευσαμένους ἑξῆς ἂν εἴη περὶ ἑκά- στης τῶν κατηγοριῶν εἰπεῖν, διαιροῦντας καὶ ὑπογράφοντας, καὶ πρῶτον περὶ οὐσίας· αὕτη γὰρ τῶν ἄλλων προέχει καὶ φύσει καὶ τάξει καὶ ἀξιώματι.