In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro)

Anonymi In Aristotelis Ethica Nicomachea

1-5

In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro), Anonymi In Aristotelis Ethica Nicomachea, In Ethica Nicomachea Paraphrasis, Commentaria in Aristotelem Graeca 19.2, Heylbut, Reimer, 1889

ΗΛΙΟΔΩΡΟΥ ΠΡΟΥΣΑΕΩΣ ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ 1 ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ TO Α

Ὅτι ἔστι τι ἔσχατον τέλος, πρὸς ὃ πᾶσαι τάττονται αἱ ἀνθρώ- πιναι πράξεις. κεφ. α .

Ἐν πάσῃ τέχνῃ καὶ μεθόδῳ ἀγαθόν τι ζητοῦμεν· καὶ προαιρούμεθα δὲ καὶ πράττομεν ἐκεῖνα, ὅθεν ἀγαθόν τι προσδοκῶμεν λαβεῖν. διὰ τοῦτο καλῶς ἀπεφήναντο ἐκεῖνο εἶναι τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. καὶ γὰρ οὐ μόνον τὰ λογισμῷ κινούμενα ἕνεκά τινος ἀγαθοῦ κινεῖται, ἀλλὰ καὶ τὰ φύσει κινούμενα πρός τι φέρεται τέλος ἀγαθὸν ἀλόγως, καθάπερ τὸ βέλος εἰς τὸν σκοπόν. ἔστι μὲν οὖν πάσης πράξεως καὶ κινήσεως τέλος. διαφορὰ φορὰ δέ τις φαίνεται τῶν τελῶν. ἔστι γὰρ πράξεως τέλος ἔργον, ὥσπερ τῆς ναυπηγικῆς τὸ πλοῖον· ἔστι δὲ π·άλιν πράξεως τέλος ἄλλη πράξις, ὥσπερ τῆς ἱππικῆς τὸ ἱππεύειν. ἐφ’ ὧν δὲ οὐχ ἡ πρᾶξις τέλος ἀλλὰ ἔργον, ἐπ’ ἐκείνων βέλτιον τὸ ἔργον τῆς πράξεως. πολλῶν δὲ πράξεων οὐσῶν πολλὰ γίνεται καὶ τὰ τέλη. ἰατρικῆς μὲν γὰρ τέλος ὑγίεια, ναυπηγι κῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. συμβαίνει δὲ πολλὰς πράξεις καὶ τέχνας ὑπὸ μίαν δύναμιν εἶναι καὶ τέχνην πολλάκις, ἡνίκα διὰ τὸ τέλος ἐκείνης τῆς τέχνης ἐκεῖναι ζητοῦνται, οἷον ἡ χαλινοποιητικὴ καὶ ἡ ἱππικὴ καὶ πᾶσα πολεμικὴ πρᾶξις τὸ τέλος ζητοῦσι τῆς στρατηγικῆς· πᾶσαι γὰρ ἕνεκα τῆς νίκης ἐπιτηδεδύονται. καὶ διὰ τοῦτο αἱ μὲν ὑπὸ τὴν στρατηγικὴν λέγονται εἶναι, ἡ δὲ στρατηγικὴ ἀρχιτεκτονικὴ πρὸς αὐτὰς καλεῖται· δύναται γὰρ ὅπερ ὁ ἀρχιτέκτων ἐν τοῖς τέκτοσι. καθάπερ γὰρ ἐκεῖνος ἀποβλέπων εἰς τὸ εἶδος τῆς οἰκίας ἐκεῖνα κελεύει ποιεῖν τοὺς τέκτονας, ἃ πρὸς ἐκεῖνο φέρει τὸ εἶδος, οὕτω καὶ ἡ στρατηγικὴ καὶ εἴ τις ἄλλη τοιαύτη ἀπὸ τοῦ ἰδίου τέλους ταῖς ἄλλαις δίδωσι τοὺς κανόνας. καὶ γὰρ καὶ τὸν χαλινὸν ὁ χαλινοποιὸς πρὸς τὴν νίκην ὥσπερ εἰς κανόνα ἀποβλέπων, τοιοῦτον ἐποίησεν, ὥστε αρμοττειν καὶ ἐπιτήδειον [*](1. 2 Ἀνωνύμου παράφρασις τῶν Ἀριστοτέλους ἠθικῶν Νικομαχείων h 4 capitum indices inscriptionihus praeponit h 7 ἐφίεται Β: ἐφίενται h 12 ναυπηγικῆς B: Comment. Arist. XIX 2. Heliodorus in Eth. 1)

2
εἷναι τῷ épeigomqen{v νικᾶν, καὶ τὴν ἐφεστρίδα ἕτερος, καὶ ἄλλοι ὅσοι τεχνῖται τῶν ἱππικῶν ὀργάνων εἰσί· καὶ ὁ ἱππικὸς οὕτω διέθηκεν ἑαυτόν. ὥστε δυνηθῆναι νικᾶν καὶ ὁ στρατιώτης καὶ ὅλως πάσας τὰς ὑπὸ τὴν στρατηγικὴν τὸ τέλος αὐτῆς διατίθησιν. ἔστι μὲν οὗν ἑκάστῃ τῶν ὑπὸ τὴν ἀρχιτεκτονικὴν τέλος. καθάπερ χαλινοποιητικῇ χαλινὸς καὶ ἱππικῇ τὸ ἱππεύειν καὶ ταῖς ἄλλαις ἄλλο τι. ἔστι δὲ καὶ τῇ ἀρχιτεκτονικῇ τέλος, καθάπερ τῇ στρατηγικῇ ἡ νίκη· ἀλλὰ τὸ τέλος ἰῆς ἀρχιτεκτονικῆς βέλτιον καὶ προτιμότερον τῶν ἄλλων τελῶν. διότι καὶ τὰ τῶν ἴλλων τέλη τῶν ὑπ’ αὐτὴν διὰ τὸ ταύτης τέλος ζη| τεῖται, καθάπερ εἴρηται. εἰ δὲ καὶ μὴ πράξεις εἶεν τὰ τῶν τῶν πράξεων ἀλλὰ ἔργα, οὐδὲν κωλύει βέλτιον εἶναι καὶ αἱρετώτερον καὶ αὐτῶν τῶν ἔργων τὸ τῆς ἀρχιτεκτονικῆς τέλος, καὶ πρᾶξις ὄν. ὥσπερ χαλινοποιητικῆς μὲν τέλος ἔργον· χαλινὸς γάρ· στρατηγικῆς δὲ τέλος πρᾶξις· νίκη γάρ. καὶ οὐδὲν κωλύει τὴν νίκην βελτίω εἶναι καὶ αίρετωτέραν ἰοῦ χαλινοῦ · τὸ γὰρ ἔργον βέλτιον τῆς πράξεως, οὐ πάσης, ἀλλὰ μόνης ἐκείνης, ἧς ἀποτέλεσμά ἐστι, διότι τέλος ἐκείνης ἐστί· τὸ δὲ τέλος ἀεὶ τιμιώτερον τοῦ πρὸς αὐτὸ τεταγμένου. ἔστι δὲ πολλαῖς ἓν τέλος, τὸ τῶν ἀρχιτεκτονικῶν· ἔστι δὲ καὶ πάσαις ὁμοῦ τέλος ἓν ἔσχατον, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, καὶ οὐκέτι ἐκεῖνο δι’ ἄλλο, ἀλλὰ αὐτὸ δι’ ἑαυτό. καὶ γὰρ εἰ μὴ ἕν τι εἴη ἔσχατον τέλος, ἀλλὰ ἀεί τι δι’. ἕτερον αἱρούμεθα καὶ ἐκεῖνο δι’ ἄλλο καὶ ἀεὶ ἐν τῷ παρόντι ἄλλο ζητήσομεν, οὐδέποτε ἐπιτευξόμεθα, οὗ ἐφιέμεθα· καὶ οὕτω συμβαίνει ματαίαν καὶ κενὴν τὴν ὄρεξιν εἶναι, οὐκ ὄντος ἐφ’ οὗ στήσεται φερομένη. τοῦτο δὲ ἄτοπον· οὐδεμία γὰρ φυσικὴ ἔφεσις μάτην. ἀνάγκη τοίνυν ἕν τι ἔσχατον εἶναι τέλος· τοῦτο δ᾿ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ὥστε καὶ ἡ γνῶσις αὐτοῦ μεγάλη ἡμῖν πρὸς τὸν βίον ἔσται βοήθεια· συμβήσεται γὰρ τοῦ δέοντος μᾶλλον ἐπιτυγχάνειν, καθάπερ τοξόταις εἰς τὸν σκοπὸν βλέπουσιν.

Οτι τῆς πολιτικῆς ἐστι τέλος τὸ ἔσχατον τέλος. κεφ. β'.

Εἰ δὲ τοῦτο οὕτως ἔχει, πειρατέον ὁρίσασθαι ὡς ἐν τύπῳ, τί ποτέ ἐστι τοῦτο τὸ ἔσχατον τ·έλος καὶ τίνος ἐστὶ προσ|εχῶς τῶν ἐπιστημῶν καὶ τῶν πράξεων. ἔστι μὲν γὰρ ἀπάσης τέχνης καὶ δυνάμεως κοινὸν τέλος, ἔστι δὲ καὶ προσεχῶς μιᾶς τινος δυνάμεως· καθάπερ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς ἐστι μὲν καὶ πασῶν τῶν ὑπὸ τὴν ἀρχιτεκτονικήν, ἔστι δὲ καὶ προσεχῶς αὐτῆς τῆς ἀρχιτεκτονικῆς. δοκεῖ τοίνυν εἶναι τέλος τῆς κυριωτάτης τῶν τεχνῶν καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δὲ ἡ πολοτική ταῖς γὰρ ἄλλαις τέχναις τὴν τάξιν καὶ τὸν καιρὸν αὐτὴ δίδωσι. ὅ γὰρ ἐπιστήμ·ας ἐν ταῖς πόλεσιν εἶναι προσήκει, καὶ τίνας ἀνθρώπους ποίας ἐπιστήμας δέον μανθάνειν καὶ μέχρι τίνος, μόνης τῆς πολιτικῆς ἐστι σκοπεῖν· μόνη γὰρ ἡ πολιτικὴ τὰς μὲν πονηρὰς τῶν τεχνῶν τῆς πόλεως [*](5 τό om. h 18 οὐκέτι Β: οὐκ ἔστι h 32 καὶ om. h)

3
ἀπελαύνει, τὰς δὲ λυσιτελούσας οὐ συγχωρεῖ πάντας μανθάνειν ἢ μαθόντας ἀεὶ μεταχειρίζεσθαι. οὐ γὰρ εἴ τις δυνάμενος στρατηγεῖν καὶ σῴζειν τὴν πόλιν, τοῦτον ἐᾷ σκυτοτομεῖν, οὐδὲ στρατιώτην εἶναι δίκαιον ἔτι ὄντα στρατηγὸν ἐποίησε· τῶ δὲ προσήκοντι τῇ τέχνῃ τοὺς καιροὺς ἀποδίδωσιν, ὥστε μὴ στρατηγεῖν, ὅτε ἡσυχίαν ἄγειν προσῆκεν. ὁ γὰρ πολιτικὸς πέμπει μὲν τὸν στρατηγὸν ὁπόταν δέῃ, κελεύει δὲ ἡσυχίαν ἄγειν ὅτε τούτου καιρός. εἰ γὰρ καὶ ὁ στρατηγὸς πολλάκις ἑαυτῷ δίδωσι τὸν καιρόν, ἀλλ’ οὖ τῇ στρατηγικῇ τέχνῃ. πάντες γὰρ οἱ τῆς τέχνης κανόνες τὸ τέλος τῆς τέχνης ἐκείνης μόνον σκοποῦσιν· ὃς δὲ πρὸς τοὐναντίον ἢ πρὸς ἄλλο φέρεται οὐκ ἔστι τῆς τέχνης ἐκείνης κανών. ὥστε ὁ στρατηγὸς σκοπῶν, ὁπότε δεῖ πολεμεῖν καὶ διὰ τοῦτο ἡσυχάζων πολλάκις καὶ περὶ εἰρήνης διαπρεσβευόμενος δῆλός ἐστιν οὐ τῷ κανόνι τῆς στρατηγικῆς κεχρημένος, ἀλλ’ ἑτέρας τινὸς | τέχνης μείζονος καὶ κυριωτέρας, ἥτις ἐστὶν ἡ πολιτική. ἐπεὶ τοίνυν καὶ τὰς τιμιωτάτας τῶν τεχνῶν ὑφ’ ἑαυτὴν ἡ πολιτικὴ ποιεῖται, ’) λέγω δὴ στρατηγικὴν οἰκονομικὴν καὶ ῥητορικήν, καὶ ταῖς λοιπαῖς τῶν πρακτικῶν χρῆται πρὸς τὸ οἰκεῖον δηλαδὴ τέλος (πάσας γὰρ τάττει πρὸς τὸ κοινὸν τῆς πόλεως ἀγαθὸν καὶ διὰ τοῦτο νομοθετεῖ, τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι), τὸ ταύτης τἑλος περιέχοι ἄν τὰ τῶν ἄλλων. ἐπεὶ δὲ πάντα τὰ τῶν ἄλλων τέλη ζητεῖται διὰ τὸ εὖ εἶναι τὸν ἄνθρωπον, τὸ δὲ τέλος ἐστὶ τῆς πολιτικῆς, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦντι, φανερὸν ὅτι τοῦτο ἄν εἴη τὸ ἀνθρώπινον ἁγαθόν. καὶ δῆλον μέν, ὅτι τὸ αὐτὸ ἀγαθὸν ζητεῖται καὶ παρὰ ἑνὸς ἀνθρώπου καὶ παρὰ πόλεως, ἀλλ’ ὅμως μεῖζον καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται ἀγαθὸν καὶ λαβεῖν καὶ λαβόντα διασῶσαι. ἔστι μὲν γὰρ καὶ τὸ ἐν ἑνὶ ἀνθρώπῳ τὸ ἀγαθὸν διασῶσαι ἀγαπητόν, ἄν τε ἐν ἑτέρῳ τις ἄν τε ἐν ἑαυτῷ δυνηθῇ φυλάξαι· κάλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν, ὅσον ἡ τῶν πολλῶν εὐδαιμονία τῆς ἑνὸς ἀμείνων ἐστίν. ὥστε δικαιότερον ἂν εἴη τὸ τῆς πολιτικῆς τέλος ἔσχατον εἶναι τέλος καὶ ἔσχατον ἀγαθόν, ἥτις οὐχ ἓν μόνον τέλος ἀλλὰ τῶν ἄλλων πασῶν σκοπεῖ ὡς οἰκεῖα, κοινή τις οὖσα τέχνη καὶ πολιτική.

Ὁτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς λόγοις ζητεῖν, ὅτι οὐ δίδωσιν ἡ κατ’ αὐτὴν ὕλη. κεφ. γ'.

Λέγειν δὲ περὶ τούτου τοῦ τέλους προθυμουμένοις ἱκανὸς ἄν γένοιτο περὶ αὐτοῦ λόγος ὁ τῇ ὑποκειμένῃ ὕλῃ προσήκων· οὐ γὰρ ὁμοίως ἐν πᾶσι λόγοις τὸ ἀκριβὲς ζητή|σομεν. οὐ γὰρ δυνατὸν ἐπὶ πάσης ὕλης ὁμοίως τὴν ἀκριβεστάτην ἀλήθειαν εὑρεῖν. ἀλλ’ ἐν μὲν τοῖς μαθηματικοῖς ἅτε ἀναγκαίαν ἔχουσιν ὕλην καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, ἀμιγὴς ἡ ἀλήθεια καὶ οὐδὲν ἡ ὕλη κωλύει τὸ ἀκριβές, ἐν δὲ τοῖς ἄλλοις, ἐν οἷς τὰ ὑποκεί- [*](5 ὅτε B: ὅτι h πέμπει Β: πέμψει h 6 κελεύει Β: κελεύσει h 29 ἀλλά τὰ τῶν ἄλλων desideres 1*)

4
μένα οὐκ ἄναγ’ καῖ’ οὐδὲ ἀεὶ ὁμοίως ἔχει, ἀρκετός ἐστι λόγος ὁ ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συνάγων. οὕτω δὲ καἰ ἐπὶ τῶν δημιουργικῶν τεχνῶν ἔχει· τὸ γὰρ τεχνητὸν εἶδος οὐχ ὁμοίως ἐφαρμόζει ταῖς ὕλαις, ἀλλ’ ἐν μὲν ταῖς ἐπιτηδειοτέραις ἀκριβέστερον, ἐν δὲ ταῖς ἑτέρως ἐχούσαις οὐχ ὁμοίως· τὸ γὰρ ἀνθρώπινον εἶδος οὐχ ὁμοίως ἐφαρμόσει> ταῖς ὕλαις ὅ τε πλάστης καὶ ὁ ζωγράφος· ὁ μὲν γὰρ ζωγράφος καὶ τὸ χρῶμα παρίστησι καὶ ὄγκον τινὰ δοκεῖ μιμεῖσθαι καὶ διάστασιν (ἡ γάρ ὕλη συγχωρεῖ), ὁ δὲ πλάστης τὸν μὲν ὄγκον ἐφαρμόζει τῇ ὕλῃ, τὸ χρῶμα δὲ ἀπὸ ἰῆς ὕλης οὐκ ἔχει δεῖξαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τοῦτο οὐ τὴν αὐτὴν ἀκρίβειαν παρὰ πάσης τέχνης ἀπαιτεῖν δεῖ, ἀλλ’ ὅσην ἡ ὕλη δίδωσι· τοιαύτη δέ ἐστι καὶ ἡ τῆς πολιτικῆς ὕλη πρὸς τὴν ἀλήθειαν. τὰ γὰρ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ καὶ ἅπερ ὕλην ποιεῖται, τ οσ α ύτην ἔχει διαφορὰν καὶ πλάνην, ὥστε καὶ δοκεῖ μὴ τὸ καλὸν φύσει καλὸν εἶναι μηδὲ τὸ δίκαιον φύσει δίκαιον, ἀλλὰ θέσει τινὶ καὶ νόμῳ· καὶ διὰ τοῦτο τὸ κατὰ ἀλήθειαν καλὸν καὶ δίκαιον δυσχερές ἐστι τοῦ δοκοῦντος διελεῖν. οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ τὰ ἀγαθά, ἐξ ὧν δοκεῖ συνίστασθαι ἡ εὐδαιμονία, ἀνδρείαν λέγω ἢ πλοῦτον ἢ τοιοῦτόν τι, καὶ αὐτὰ πλάνην ἔχει πολλὴν διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀπ’ αὐτῶν. ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτον, ἕτεροι δὲ δι’ ἀνδρείαν. ἀγαπητὸν οὖν περὶ τοιούτων λέγοντας καὶ τοῦ ἐκ τούτων τέλους παχυλῶς καὶ ὡς ἐν τύπῳ τὴν ἀλήθειαν ἐνδείξασθαι· καὶ καθόλου περὶ τῶν ἐνδεχομένων ὡς ἐπὶ τὸ πολὺ λέγοντα καὶ τοῦ ἐκ τούτων τέλους κανὸν ἂν εἴη τοιαῦτα καὶ συμπεραίνεσθαι. ὥσπερ δὲ ὁ περὶ τῆς πολιτικῆς λέγων οὐ δύναται ἀκριβεστέραν ἀλήθειαν εὑρεῖν ἢ ὅσην ἡ ὕλη δίδωσιν, οὕτω καὶ ὁ κρίνων τοὺς τοιούτους λόγους καλῶς ἂν κρίνοι, εἰ κατὰ τὸν ἴσον τρόπον μὴ ἀκρι- βεστέραν ἀλήθειαν ἀπαιτεῖ ἢ ὅσην ἡ ὕλη δίδωσιν, ἀλλὰ τὴν ἐνδεχομένην ἀποδέχεται· πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος μεθόδου, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται. ἔται. ἐν μὲν γὰρ τῷ τῶν μαθηματικῶν γένει, καθὼς εἴρηται, οὐδὲν ἐνδεχόμενον συγχωρήσει, ἐν δὲ τοῖς λογικοῖς ἡ τοῖς φυσικοῖς ἢ τοῖς ἄλλως ἔχουσιν οὐχ ὡσαύτως. παραπλήσιον γάρ ἐστι μαθηματικοῦ πιθαν ολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἄπο δείξεις ἀπαιτεῖν.

Ὅτι τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων ἔμπειρον εἶναι δεῖ τῶν κατὰ τὸν βίον πράξεων. κεφ. δ'.

Ἡ μὲν οὖν προσήκουσα κρίσις τῶν λόγων τοιαύτη. κρινεῖ δὲ ἐκεῖνα καλῶς ἕκαστος ἃ καλῶς γινώσκει καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής. [*](2 καὶ 0111. h 3 ἐφαρμόσει h 5 τὸ γὰρ — ἐφαρμόσει h: om. B 8 ἐφαρμόσει h 12 ὕλη h 13 δοκεῖν h (ut Arist.) 14 μηδὲ Mullach: οὐδὲ Bh 37 ἕκαστος om. h καλῶς (ante γινώσκει) om. h)

5
ὥστε καὶ ἐπὶ τῆς πολιτικῆς ἐκεῖνος κρινεῖ καλῶς, ὃς πεπαιδευμένος ἐστὶ τὰ πολιτικὰ καὶ ἀπὸ τοὺ χρόνου πεῖραν ἔλαβεν αὐτῶν· καὶ ὁ μὲν ἔν τισιμερικοῖς πεπαι| δευμένος ἐκεῖνα κρινεῖ καλῶς, ὁ δὲ περὶ πᾶν πεπαιδευμένος ἀξιόχρεως ἔσται περὶ πάντων κριτής. διὰ τοῦτο τῶν περὶ τὴς πολιτικὴς λόγων οὐκ ἔστιν ὁ νέος οἰκεῖς ἀκροατής· ἄπειρος γάρ τῶν κατὰ τὸν βίον πράξεων. οἱ δὲ τὴς πολιτικῆς λόγοι, οἱ μὲν περὶ τούτων διαλαμβάνουσιν, οἱ δὲ ἐκ τούτων συμπεραίνονται. ἔτι δὲ οὔπω κατὰ λόγον ζῶν ἀλλ’ ἔτι πάθεσι καὶ ἀνέσει καὶ συνηθείᾳ ἀκολουθῶν ματαίως ἀκούσεται καὶ ἀνωφελῶς· οὐ γὰρ πρὸς τὸ τέλος ἀφικέσθαι δυνήσεται τῶν λόγων καὶ τὸ ἦθος ἀμεῖψαι καὶ κατὰ λόγον ζῆν, ὑπὸ τῆς συνηθείας ἔτι κρατούμενος. τὸ γὰρ τέλος τῶν τοιούτων λόγων οὐ γνῶσις ἀλλὰ πρᾶξις. οὐ μόνον δὲ ὁ νέος ἀλλὰ καὶ ὁ νεαρὸς τὸ ἦθος. εἰ καὶ τὴν ἡλικίαν ὑπερέβη τῶν νέων, ὁμοίωί ἀνωφελῶς ἀκούσεται τῶν περὶ τῆς πολιτικῆς λόγων, ζῶν ἔτι τὴν προσήκουσαν τοῖς νέοις ζωήν. καὶ γάρ καὶ τῷ νέῳ τὴν ήλικίαν οὐ παρὰ τὸν χρόνον ἡ ἔλλειψις ἀλλὰ διά τὸ μὴ λογισμῷ διοικεῖσθαι ἀλλὰ κατὰ πάθος ἔτι ζῆν καὶ κατὰ πάθος πανία ζητεῖν. τοῖς γάρ τοιούτοις ἡ γνῶσις τῶν λόγων τούτων ἀνωφελής, καθάπερ τοῖς πάντῃ ἀκολάστοις καὶ περὶ τὰς ἡδονὰς ἀκρατέσι. τοῖς δὲ κατὰ λόγον τἀς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολλὴν ὠφέλειαν φέρει τὸ περὶ τῶν τοιούτων λόγων εἰδέναι. ἐν ἐκείνοις γὰρ ὁ λογισμός, ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων καὶ δυνήσεται ποιεῖν τῆς τῶν παθῶν δουλείας ὰπηλλαγμένος καὶ δυνάμενος ἤδη τῇ ἰδίᾳ χρῆσθαι δυνάμει.

Ὅτι τῆς πολιτικὴς τέλος ἐστὶν ἡ εὐδαιμον ία καὶ ὅτι ἐπιγνωσόμεθα αὐτὴν τίς ἐστιν ἁπὁ τῶν πράξεων τἡς πολιτικἡς. κεφ. ε'.

Ὁποῖον μὲν οὖν εἶναι δεῖ τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων καὶ πῶς κρίνειν δεῖ καὶ ἀποδέχεσθαι τοὺς λόγους καὶ τί τὸ προκείμενον ἡμῖν ἐν τῶ παρόντι, ἱκανῶς ἐπροοιμιασάμεθα. ἀναλαβόντες δὲ τὸν λόγον λέγωμεν ἤδη· ἐπειδὴ πᾶσά γνῶσι, καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται, τί ἑ ’στιν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι; καὶ πασῶν πράξεων ἐπί τι ἀγαθὸν φερομένων, καθὼς εἴρηται, πρὸς τί αὕτη φέρεται; καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτικῶν <ἀγαθῶν> ὃ τέλος ἐστὶ τῆς πολιτικῆς; τὸ μὲν οὖν ὄνομα αὐτοῦ ἓν παρὰ τῶν πλείστων καὶ τὸ αὐτὸ λέγεται καὶ ἐν τούτῳ καὶ οἱ πολλοὶ καὶ οἱ βέλτιστοι τῶν. ἀνθρώπων συμφωνοῦσιν. εὐδαιμονίαν γὰρ αὐτὸ ὀνομάζουσι πάντες. τὸ δὲ εὗ ζῆν καὶ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι ἰῷ εὐδαιμονεῖν. νεῖν. περὶ δὲ τοὐ τί ἐστιν ἡ εὐδαιμονία ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως τοῖς πολλοῖς οἱ σοφοὶ περὶ περὶ αὐτῆς. οἱ πολλοὶ γὰρ ἕν τι τῶν ἐναργῶν καὶ δοκούντων ἀγαθῶν τὴν εὐδαιμονίαν φασίν, οἷον ἡδονὴν ἡ πλοῦτον ἢ τιμήν· ἄλλοι δὲ ἄλλο τοιοῦτον. καὶ πολλάκις δὲ ὁ αὐτὸς οὐκ ἀεὶ τὸ αὐτὸ [*](31 ἀγαθῶν h et Arist.: om. B 35 καὶ τὸ εὖ Arist.)

6
εὐδαιμονίαν ὀνομάζει, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο· νοσήσας μὲν γὰρ τὴν ὑγίειαν, πενόμενος δὲ πλοῦτον, καὶ ὅλως ἀεὶ οὗ νῦν ἐπιθυμεῖ τις, εὐδαιμονίαν ὀνομάζει. οἱ δὲ σοφίας ἐρῶντες, ὧν ἑαυτοῖς συνίσασιν ἀγνοοῦσιν, ἐφίενται μανθάνειν καὶ ἰοὺς μέγα τι καὶ ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσιν. ἔνιοι δὲ ἐνόμισαν παρὰ τὰ πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι ἀγαθὸν εἶναι τὴν εὐδαιμονίαν, καθ’ ἑαυτὸ ὑφεστός, ὃ καὶ ἰοῖς ἄλλοις αἴτιον εἷναι τῆς ἀγαθότητος. ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς περὶ τῆς εὐδαιμονίας δόξας μάταιον ἴσως ἐστίν· ἱκανὸν δέ ἐστιν εἰ ἐξετάσομεν τὰς ἐπὶ τὸ πολὺ καὶ ὑπὸ πλειόνων νομιζομένας ἡ δοκούσας ἔχειν τινὰ λόγον. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος ἀρχὴ γὰρ καὶ αἰτία ἐστὶ τὸ τέλος τῶν πράξεων· δι' ἐκεῖνο γάρ τι πράττομεν), ζητητέον, πῶς δεῖ ποιήσασθαι τὸν περὶ αὐτῆς λόγον· ἔχει γὰρ διαφοράν. καὶ πρῶτον περὶ τῶν αἰτίων μικρὸν διαληψόμεθα. τῶν γὰρ αἰτίων τὸ μὲν τελικόν ἐστι, τὸ δὲ εἰδικόν, τὸ δὲ ὑλικόν, τὸ δὲ ποιητικόν. καὶ ποιητικὸν μὲν ἡ ἐνέργεια τοῦ τεχνίτου, ὑλικὸν δὲ τὰ ξύλα καὶ οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, εἰδικὸν δὲ τὸ εἶδος ἰῆς οἰκίας, τελικὸν δέ, δι’ ὃ ἡ οἰκία γέγονεν. ἐπεὶ δὲ ταῦτα αἴτιά εἰσι τοῖς πράγμασι τοῦ εἶναι, αἴτιά εἰσι καὶ τῆς γνώσεως αὐτῶν καὶ δι’ αὐτῶν δύνανται ἐκεῖνα γινώσκεσθαι. ἐὰν γάρ τις εἰδῇ τὴν τέχνην τοῦ τεχνίτου, καθ’ ἣν τὴν οἰκίαν ἐδημιούργησεν, εἴσεται τὴν οἰκίαν ἢ ἀγαθὴν ἀ φαύλην ἢ ὅσον τῇ τέχνῃ προσῆκε· καὶ ὁ τὴν ὕλην εἰδὼς καὶ ὁ τὸ εἶδος, ὁμοίως. πάλιν δὲ γινώσκοντες τί τὸ τέλος αὐτῆς, εἰσόμεθα ἢ ἀγαθὴν ἢ φαύλην. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν, ἀπὸ τοῦ εἰδέναι τὸ ἀποτέλεσμα τὰν αἰτίας γινώσκειν· ὁ γὰρ εἰδὼς τὴν οἰκίαν τὴν τέχνην εἴσεται τοῦ τεχνίτου, καὶ τὰ ἄλλα ὁμοίως. ὥστε τοὺς λόγους διχῶς ἀνάγκη γίνεσθαι· ἢ ἀπὸ τῶν ἀποτελεσμάτων τὰς ἀρχὰς ἀρχὰς ἀποδεικνύναι, ἡ ἀπὸ τῶν ἀρχῶν τὰ ἀποτελέσματα. χρησόμεθα δὲ ἑκατέρᾳ τῶν μεθόδων κατὰ καιρόν. καὶ ἀπὸ μὲν τῶν ἀρχῶν ἀποδείξομεν, ὅταν αὐταὶ δῆλαι ὦσιν· τὸ δὲ ἀνάπαλιν, ὅταν τὰ ὰποτελέσματα φανερώτερα ᾖ. διὰ τοῦτο καὶ Πλάτων’ καλῶς ἐζήτει τοῦτο καὶ ἠπόρει, ὡς οὐκ ἀδιάφορον ὂν ἐπὶ παντός, πότερον ἀπὸ τῶν ἀρχῶν ἡ προσήκουσα τῆς ἀποδείξεως ὁδὸς ἢ ἐπὶ τὰς ἀρχάς, ὥσπερ ἐν σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας τὸ τὸ ἀνάπαλιν. διττῆς οὖν οὔσης τῆς ὁδοῦ, πόθεν ἡμῖν ἀρκτέον; ἢ δῆλον ὅτι ἀπὸ τῶν ἀποτελεσματων, δηλονότι τῶν πολιτικῶν πράξεων, ὧν ἀρχὴ καὶ αἴτιον τὸ πολιτικὸν τέλος ἐστί. δεῖ γὰρ ἀπὸ τῶν γνωρίμων ἄρξασθαι οὐ τῇ φύσει ἀλλ’ ἡμῖν. φύσει μὲν γὰρ γνώριμα λέγονται αἱ ἀρχαὶ καὶ τὰ αἴτια· ἐκεῖνα γὰρ ἡ φύσις πρότερα παρίστησι καὶ πρὸς ἐκεῖνα πρώτως ὁρᾷ. ἡμῖν δὲ τὰ ἀποτελέσματα γνώριμα, ὅθεν ἀρκτέον· οὕτω γὰρ σαφὴς ἔσται ὁ λόγος ἀπὸ τῶν ἡμῖν γνωρίμων γινόμενος.

Ὅτι τὸν ἀλουσόμενον τῶν περὶ τῆς πολιτικῆς λόγων ἐν ἔθει δεῖ εἶναι τῶν ἀγαθῶν πράξεων. κεφ. ς΄.

Διὰ τοῦτο τὸν ἀκουσόμενον τῶν τοιούτων λόγων, εἰ μέλλει καλῶς αὐοἰκίαν [*](23 οἰκίαν B: αἰτίαν)

7
τοὺς γινώσκειν καὶ κρίνειν ὀρθῶς καὶ ἐκ τούτων ὠφελεῖσθαι, προσήκει ἐν ἔθει εἶναι τῶν καλῶν καὶ δικαίων πράξεων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἀρχῶν ἀπεδείκνυμεν τὰς πολιτικὰς πράξεις ἀγαθὰν εἶναι, καὶ τὸν μὴ πεπαιδευμένον μένον ἐν ταῖς τοιαύταις πράξεσιν ἐπείθομεν ἄν, λόγων ἀνάγκῃ δήσαντες· ἐπεὶ δὲ ἀπὸ τῶν ὑστέρων τὴν ἀρχὴν Βοῦ λόμεθα ἀποδεικνύναι, τῶν πολιτικῶν πράξεων δηλονότι, καὶ δεῖ ὑποκεῖσθαι περὶ αὐτῶν καθάπερ ἀρχὴν ὰποδείξεως ὅτι ἀγαθαί, φανερὸν ὅτι οὐ δύνανται πεισθῆναι, ἑ μὴ ὁ πείρᾳ. καλὰς καὶ δικαίας τὰ τοιαύτ·ας πράξεις εἰδώς. εἰ γὰρ τὸ τὸ ἀγαθαὶ αἱ πράξεις ἀρκούντως δέξαιτό τις, οὐδὲν δεησόμεθα τοῦ διότι· τὴν δὲ αἰτίαν, τὸ τέλος δηλονότι, ἢ γινώσκει ἤδη ἢ ἀκούσας ῥᾳδίως γ νώ σεται· ὃς δὲ οὐδέτερον ἔχει τούτων, καὶ μήτε αὐτὸς γινώσκει, μήτε παρ᾿ ἑτέρου δύναται μανθάνειν. ἀκοῦ σάτω τὦν Ἡσιόδου·
  • ουτος μεν παναριστος, ος αυτος παντα νοήσῃ,
  • ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
  • ος δέ κε μήτ’ αὐτὸς νοέῃ μ·ήτ’ ἄλλου ἀκούων
  • ἐν θυμῷ βάλλ·ηται, ὅδ’ αὖτ’ ἀχρήϊος ἀνήρ.
  • Ὁτι τρεῖς εἰσι Βίοι· ὁ καθ’ ἡδονήν. ὁ τὴν τιμὴν ζητῶν, ἐν οἰς καὶ ὁ χ ῥήματι στι κὸς θεωρεῖται, καὶ τρίτος ὁ θεωρῇ τι κὁς· καὶ ὅτι οὔτε ὁ τὴν ἡδονὴν οὔτε ὁ τἡν τιμὴν οὔτε ὁ τἁ χρήματα ζητῶν τὴν εὐδαιμονίαν ζητεῖ. <κεφ. ζ΄.>

    Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξἑβημεν. ἦν δὲ ἡμῖν ὁ λόγος περὶ τοὺ ὅτι διαφόρους οἱ ἄνθρωποι περὶ τῆς εὐδαιμονίας ἔχουσι δόξας. ἥκαστος τοίνυν ἀκολούθως τῷ οἰκείῳ βίῳ τὴν· εὐδαιμονίαν όρίζεται· ὥστε καὶ ὁ πολλοὶ καὶ ἀκόλαστοι τὴν ἡδονήν φασι τὴν εὐδαιμονίαν εἷναι· διὰ τοῦτο καὶ τὸν βίον ἁγαπῶσι τὸν ἁπολαυστικὁν. οἱ γὰρ καθολικοὶ βίοι μάλιστα τρεῖς εἰσιν· ὅ τε καθ’ ἡδονὴν καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. ὁ μὲν οὖν πρῶτος βίος οὐδὲν ἱερόν· ἀνδραποδώδεις γὰρ ἐπιεικῶς οἱ τοῦ ἴον διώκοντε.ς καὶ βοσκημάτων βιοῦσι βίον. λόγου δέ τινος ἄξιος φαίνεται διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίαις τοῦτον αίρουμένους τὸν βίον ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. τὸν δὲ δεύτερον οἱ βελτίους τῶν ἀνθρώ- πων αἱροῦνται καὶ οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις ήγοῦνται τὴν τιμήν· σχεδὸν γὰρ καὶ πολιτικοῦ βίου τὸ τέλος οὐ τὸ ὂν λέγω ἀλλὰ τὸ παρὰ πάντων· ζητούμενον) ἡ τιμή ἐστι. φαίνεται δέ, ὅτι οὐ τοῦτό ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ τῶν δοκούντων καὶ αὐτό ἐστι καὶ φαινομένων ἀγαθῶν. τὸ γὰρ ἀληθῶς ἀγαθόν, δι᾿ οὗ τις εὐδαιμονεῖ, ἐν αὐτῷ δεῖ εἶναι· ἡ δὲ τιμὴ οὐκ ἔστιν ἐν τῶ τιμωμένω ἀλλὰ μᾶλλον ἐν τῶ τιμῶντι· οὐκ ἄρα [*](7 δύναται h 11 ἑτέρων h 12 Hesiod. Opp. 203 13 post πάντα νοήσῃ addit φρασσάμενος τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω h 17 καὶ ὁ τὴν τιμὴν h οἶς B: ᾧ h 20 κεφ. ζ' h (et Vaticani 272. 273): om. Β 28. 29 λόγου δέ τινος ὅλως ἄξιος h 32 καὶ B: τοῦ h et Arist. οὐ τὸ ὂν B: οὗτος ὃν h ἀλλὰ B: καὶ h)

    8
    ἐν τῇ τιμῇ ἡ εὐδαιμονία. δεῖ γὰρ τῷ εὐδαίμονι οἰκεῖον εἶναι τὸ ἀγαθὸν καὶ δυσαφαίρετον. ἔτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα πιστεύσῃ περὶ ἑαυτοῦ ὅτι ἀγαθός ἐστι· καὶ διὰ τοῦτο ζητεῖ ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ. παρ’ οἷς γινώσκεται, καὶ ἐπ’ ἀρετῇ. φαίνεται τοίνυν, ὅτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα ἀγαθὸς δοκῇ καὶ σπουδαῖος διὰ τὴν ἀρετήν· ὥστε δῆλον, ὅτι οὐ δι’ ἑαυτὴν ἡ τιμὴ διώκεται ἀλλὰ διὰ ἶν’ ἀρετήν. καὶ διὰ τοῦτο αὐτὴ μὲν οὐκ ἂν εἴη ἔσχατον τέλος ἀλλὰ μᾶλλον ἡ ἀρετή. ἔστι δὲ καὶ αὐτὴ ἀτελής, καὶ οὐκ ἄν εἴη ἐν αὐτῇ τὸ τέλειον ἀγαθὸν ἡ εὐδαιμονία· ὅτι δὲ ἀτελής ἐστι, δῆλον· δυνατὸν γάρ τινα ἕξιν ἀρετῆς ἔχειν καὶ μὴ ἐνεργεῖν κατ’ αὐτήν, ἢ καθεύδοντα ἢ ἄλλον τρόπον ἀπρακτοῦντα διὰ βίου ἢ κακοπαθοῦντα καὶ δυστυχοῦντα καὶ ἀτυχοοῦντα τὰ μέγιστα, καὶ οὕτως ἀτελῆ τὴν ἀρειὴν ἔχειν. τὸν δὲ οὕτω βιοῦντα οὐδεὶς ἂν εἰδαιμονίειεν, εἰ μή που αὐτὸ ὑπόθοιτο καὶ ὀνομάζοι εὐδαιμονίαν τὴν ἕξιν τῆς ἀρετῆς. | καὶ περὶ μὲν τοῦ καθ’ ἡδονὴν βίου καὶ τοῦ πολιτικοῦ εἴρηται. ἱκανῶς γὰρ ἐν τοῖς ἐγκυκλίοις περὶ αὐτῶν εἴπομεν· περὶ δὲ τοῦ βίου τοῦ θεωρητικοῦ μετὰ ταῦτα ἐπισκεπτέον· νῦν γὰρ τὸ προκείμενον ἄλλο. ἔστι δὲ καὶ ἄλλος βίος ἐν αὐτοῖς θεωρούμενος τοῖς εἰρημένοις, ὁ τοῦ χρηματιστοῦ· καὶ γὰρ καὶ ὁ τὴν ἡδονὴν καὶ ὁ τὴν τιμὴν διώκων χρήματα ἐθέλει συλλέγειν. καὶ διὰ τοῦτο τρεῖς ἔφαμεν τοὺς μάλιστα προέχοντας βίους. οὗτος γὰρ ἐν αὐτοῖς θεωρεῖται καὶ ἔστι βίαιος. οὔτε γὰρ τὸ ἀγαθὸν διώκει, ὃ τέλειόν ἐστιν, οὔτε πάνυ δοκεῖ διώκειν. ὅθεν οὐ πολλοῖς ἐστιν ἐραστός· ὀλίγοι γὰρ εἵλοντο πάσης τῆς ἐν βίῳ σπουδῆς τέλος τὰ χρήματα ἔχειν. ὅτι δὲ οὐδ’ αὐτὸς τὸ ἔσχατον ἀγαθὸν ζητεῖ, πρόδηλον· ὁ γὰρ πλοῦτος διὰ τὴν χρῆσίν ἐστιν ἀγαθὸς καὶ ἄλλου χάριν ζητεῖται, τιμῆς ἕνεκα ἢ ἡδονῆς· τὸ δὲ ἔσχατον ἀγαθὸν δι’ ἑαυτὸ δεῖ ἀγαθὸν εἶναι. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι, ἡδονὴν λέγω καὶ τὴν τιμήν· δι’ αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὰ τέλεια ἀγαθά· καίτοι πολλοὶ λόγοι περὶ αὐτῶν ἐγένοντο πολλοῖς τῶν παλαιῶν, τῶν μὲν τὴν ἡδονὴν τῶν δὲ τὴν τιμὴν λεγόντων ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὗν ἀφείσθω.

    Ὁτι οὐκ ἔστι μία ἰδέα τοῦ ἀγαθοῦ. κεφ. η'.

    Ἐπεὶ δὲ περὶ τοδ’ ἐσχάτου τέλους ὁ λόγος ἡμῖν, ὃ δοκεῖ καθόλου τι ἀγαθὸν εἶναι, σκεπτέον περὶ τοῦ καθόλου πῶς λέγεται καὶ εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ. καίτοι προ|σάντης ὁ λόγος οὗτος ἡμῖν διὰ τὸ φίλους εἶναι τοὺς εἰσενεγκόντας τὸν περὶ τῶν ἰδεῶν λόγον. ὁ δὲ λόγος, εἶναί τινα ἰδέαν ἑκάστου τῶν ὄντων, καθ’ ἑαυτὴν ὑφεστηκυῖαν. δόξειε δ’ ἄν ἴσως βέλτιον εἶναι καὶ δεῖν καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἐπὶ τῷ σῶσαι τὴν ἀλή- [*](10 καὶ μὴ ἐνεργεῖν κατ’ αὐτήν om. h 13 εἰ om. h 15 γὰρ καὶ ἐν h et Arist. 17 θεωρούμενος h: θεωρουμένοις Β 27 αὐτὰ Mullach ex Aristotele recte videtur restituisse: ἐκεῖνα Bh 31 κεφ. η'] κε. ζ' Bh 37 τῷ Mullach: τὸ Β)

    9
    ἵης τε ἀληθείας καὶ τοὺ περὶ τῶν ἰδεῶν εἰπόντος. ὅσι’ ὂν προτιμὰν τἡν ἅλ’ ἡ θείαν. οἱ δὲ ταύτην εἰσαγαγόντες τὴν δόξαν οὐκ ἔλεγον ἐκείνων τῶν ὄντων μίαν ἰδέαν εἶναι, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἦί. καὶ διὰ τοῦτο οὐδὲ τοῦ ἀριθμοῦ μίαν ἐποίουν ἰδέαν, ὅτι τὸ πρῶτον καὶ δεύτερον ἔχει. ἐπεὶ δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, φανερὸν ὅτι οὐ. ἂν εἴη μία αὐτοῦ ἰδέα. ὅτ‘ι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν ἰδεῖν ἐν τῷ ἀγαθῷ, δῆλον. ἔστι γὰρ τὸ ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ, οἷοι νοῦς ἢ θεός, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν τῷ ποσῷ τὸ σύμμετρον, καὶ ἐν τῷ ποῦ δίαιτα (ἡ γὰρ δίαιτα τόπος ἐν ᾧ εὖ διάγομεν), καὶ ἐν τῶ πότε καιρός (ἔστι γὰρ ὁ καιρὸς ὁ ἑκάστῳ χρόνος), καὶ ἐν τοί ἄλλοις ὁμοίως. ἐν τούτοις δὲ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν· ἡ γὰρ οὐσία προτέρα ἐστὶ τοῦ πρός τι, καὶ ὅτι ἡ μὲν καθ’ αὑτό ἐστι, τὸ δὲ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, καὶ ὅτι ἡ μὲν ἄσχετος, τὸ δὲ ἐν σχέσει ἐστί· παρ’ αφυάδι γὰρ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος. ἔτι ἐπεὶ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, πολλαχῶς δὲ λέγεται τὸ ὄν, πολλαχῶς ἂν λέγοιτο καὶ τὸ ἀγαθόν, ἇί οὐκ ἂν εἴη κοινόν τι καἰ καθόλου καὶ ἕν· οὐ γάρ ἂν ἐν πά|σαις ταῖς κατηγορίαις ἐλέγετο, καθὼς εἴρηται. ἀλλ’ ἐν μιᾷ μόνῃ. ἔτι ἐπεὶ μιᾶς ἰδέας μία ἐστὶν ἐπιστήμη, ἦν ἂν καὶ μία ἐπιστήμη τοῦ ἀγαθοῦ, εἴ γε ἦν μία ἰδέα. ὰλλὰ τοῦτο οὐκ ἔστιν· οὐκ ἄρα μία ἐστὶν ἰδέα τοῦ ἀγαθοῦ. ὅτι δὲ πολλαὶ ἐπιστῇμαι τοὐ ἀγαθοῦ, φανερόν. οὐ μόνον γάρ τῶν ἐν διαφόροις ὄντων κατηγορίαις οὐκ ἔστι μία ἐπιστήμη ἀλλά καὶ τῶν ὑπὸ μίαν, οἷον ἐν τῷ πότε τὸ ἀγαθὸν ὁ καιρός ἐστιν. οὗτος δὴ ὁ καιρὸς καὶ ἐν πολέμῳ ἐστὶ καὶ ἐν νόσω, οὐ τῆς αὐτῆς δὲ ἐπιστήμης· ἀλλ’ ὁ μὲν ἰατρικὸς τὸν ἐν τῇ νόσῳ καιρόν, ὁ δὲ στρατηγικὸς τὸν ἐν τῷ πολέμῳ γινώσκει. καὶ τὸ σύμμετρον, ὅ ἐστι ἰοῦ ποσοῦ, καὶ ἐν τροφῇ καὶ ἐν πόνοις· καὶ τὸ μὲν γυμναστικῆς, τὸ δὲ ἰατρικῆς εἰδέναι. ἔτι ἐπεὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ αὐτοανθρώπῳ εἷς καὶ ὁ αὐτὸς ὁρισμός ἐστι, καὶ ἐν τῷ ἵππῳ καὶ ἐν τῷ αὐτοίππῳ τῇ ἰδέα δηλονότι εἰ γὰρ διάφορος, πῶς ἂν εἴη αὐτοῦ ἰδέα), φανερὸν ὅτι οὐδὲν διαφέρει ὁ ἄνθρωπος ῇ ἄνθρωπος τοῦ αὐτοανθρώπου· καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τὸ ἀγαθὸν ᾗ ἀγα- θὸν οὐδὲν διαφέρει τοῦ αὐτοαγάθου. φανερὸν γάρ, ὅτι οὐ διοίσουσιν ώς ἀγαθά, ὅτι τὸ μὲν αὐτοαγαθὸν ἀίδιον, τὸ δὲ οὔ, ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκὸν τοῦ ἐφημέρου λευκότερον. οὐ. ἄρα οὔτε ἄλλου τινὸς τῶν ὄντων ἰδέα ἐστὶν ὑπὲρ αὐτὸ οὔτε τοὐ ἀγαθοῦ. οἱ δὲ Πυθαγόρειοι πιθανώτερον νώτερον ἐοίκασι λέγειν περὶ τοῦ ἀγαθοῦ· οὐ γὰρ ἓν ἔλεγον τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀνάπαλιν τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν ἔταξαν συστοιχίᾳ, οἷς δὴ καὶ Σπεύσιππος ἀκολουθῆσαι δοκεῖ. ἡ δὲ συστοιχία τῶν ἀγαθῶ, ἢν ἔλεγον, αὕτη· τὸ πέ·ρας τὸ περισσὸν τὸ ἓν τὸ δεξιὸν τὸ ἄρρεν τὸ εὐθὺ τὸ φῶς τὸ [*](4 καὶ τὸ ὕστερον h 18 καὶ καθόλου Bh: καθόλου Anstoteles 37 οὺ γὰρ—τῶν ἀγαθῶν (38) Β: τὸ γὰρ ἓν ἐν ᾗ ἔλεγον τοῦ ἀγαθοῦ h)
    10
    τετράγωνον τὸ ὴρεμοῦν τὸ ἀγαθόν· ᾗ τινι ἑτέραν ἐποίουν ἀντικειμένην τὸ ἄπειρον τὸ ἄρτιον τὸ πλῆθος τὸ ἀριστερὸν τὸ θῆλυ τὸ καμπύλον τὸ σκότος τὸ ετερομηκες τὸ κινουμενον τὸ κακὸν·

    Ὁτι οὐκ ἔστιν ἰδ έα μία ἰῶν καθ᾿ ἑαυτὰ ἄγαθῶν. κεφ. θ᾿.

    Ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔσται λόγος· ἐροῦμεν δὲ ἔτι περὶ τοὺ ἀγαθοῦ ἀκριβέστερον. τὰ γὰρ εἰργμένα δεῖταί τινος ἐξετάσεως καὶ ἀκριβείας διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ κατὰ μέρος εἰρῆσθαι τοὺς λόγους. νῦν δὲ διελόντες ἀκριβέστερον ποιήσομεν ἰὸν λόγον. διπλῶς τοίνυν λέγεται τὸ ἀγαθόν· τὰ μὲν γὰρ δι᾿ ἑαυτά εἰσιν ἀγαθὰ καὶ δι’ ἑαυτὰ ζητοῦνται καὶ ἀγαθὰ λέγονται καὶ ἀγαπῶνται, τὰ δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ δι ἐκεῖνα· διώκονται γάρ, ὅτι φυλακτικά εἰσι τιῶν δι’ ἑαυτὰ ἀγαθῶν ἢ ποιητικὰ ἢ τῶν ἐναντίων κωλυτικἁ. καὶ καθ’ ἑαυτά μὲν ὰγαθὰ ὑγίεια καὶ ἀρειὴ τὸ φρονεῖν τὸ ὁρᾶν, οὐ δι’ ἑαυτὰ δὲ ἀσκήσεις, ἃ πρὸς ἀρετὴν φέρει, γυμνάσια φαρμακεῖαι, ἃ τῆς ὑγιείαν ἕνεκα ζητοῦνται. ταύτᾳ δὲ καὶ ὠφέλιμα καλοῦνται. διελόντες οὖν ἀπὸ τῶν ὠφελίμων τὰ ἀγαθά, ἃ καθ᾿ ἑαυτά εἰσι, σκεψώμεθα εἰ μία ἰδέα τούτων ἐστί· φαίνεται τοίνυν μάταιον εἶναι, ἰδέαν λέγειν τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. τί γὰρ ἂν τούτων καὶ διαφέροι, εἴπερ καὶ ταῦτα καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καθάπερ ἐκείνη; τὸ γὰρ φρονεῖν καὶ ὁρᾶν καὶ ἡδοναί τινες, αἱ σώφρονες, καὶ τιμαί, εἰ καὶ δι’ ἄλλα ζητοῦνται, ἀλλ’ ὅμως καὶ χωρὶς τῆς ἐκείνων προσθήκης αὐτὰ αὐτὰ ἑαυτὰ καὶ αἱρετά εἰσι καὶ διωκτά· ὥστε κατὰ τοῦ το καθ’ ἑαυτὰ ἀγαθά εἰσι, καὶ οὐ μόνῃ τῇ ἰδέᾳ τοῦτο δώσομεν. ἔτι εἰ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν, αὐτὸς ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ <ἐφαρμόσει πᾶσι· καθάπερ ὁ ἐφαρμόζει λόγος ὁ τῆς λευκότητος ἔν τε χιόνι καὶ ψιμμυθίῳ· ἀλλ’ οὐκ ἔστι. φρονήσεως γὰρ καὶ ἡδονῆς, καθ’ ὃ ἀγαθά, διάφοροι οἱ ὁρισμοί· ἄλλο γὰρ τὸ τῆς ἡδονῆς ἀγαθὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως.

    Ὀτι τὰ ἀγαθὰ κατ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται· καὶ ὄτι οὐδεμία βοήθεια τᾦ ἠθικῷ ἀπὸ τοῦ τὴν ἰδέαν αὐτὸν εἰδέναι. κεφ. τ΄.

    Ἐπεὶ δὲ τὰ ἀγαθά, καθὼς εἴρηται, οὐ συνωνύμως λέγονται (οὐ γὰρ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν), ζητητέον πῶς λέγονται. ἢ γὰρ ὁμωνύμως ἢ ὡς τὰ ἀφ’ ἑνὸς ἢ πρὸς ἓν συντελοῦντα ἢ κατὰ ἀναλογίαν· ὥσπερ λέγεται ὁ νοῦς ὀφθαλμός, ὅτι τὸν αὐτὸν λόγον ἔχει πρὸς τὴν ψυχήν, ὃν ὁ ὀφθαλμὸς πρὸς τὸ σῶμα. δοκεῖ δὲ τὰ ἀγαθὰ κατὰ ἀναλογίαν ἑνὶ ὀνόματι λέγεσθαι. καθάπερ γὰρ ψυχὴν ἀγαθὴν λέγομεν, οὕτω καὶ χρόνον καὶ τόπον· [*](3 post finem capitis bonorum et malorum tabulas repetit B, illis ἡ τῶν ἀγθῶν συστοιχία, his ἡ τῶν κακῶν συστοιχία inseribens 4 κεφ. θ'] κε. η' Bh 5 ἔσται Bh, ut Arist. KbMb: ἔστω Arist. vulg. 23 ἐφαρμόσει—ὁ αὐτὸς h: om. B 29 κεφ. ι'] κε. θ' Bh)

    11
    ἔχει γὰρ ἀνάλογον· καὶ ὅπερ ἐν ψυχῇ ἀρετή, τοῦτο ἐν χρόνῳ καιρὸς καὶ τῆ ἠθικῇ ταῦτα προσήκει. ὁμοίως δὲ καὶ τὸ περὶ τῆς ἰδέας λέγειν καθόλου· θεολογικοῦ γάρ τινος καὶ τοῦτο καὶ οὐδὲν συντελεῖ τῷ ζητοῦντι τὸ πολιτικὸν ἀγαθόν. ἡ γὰρ ἰδέα τοῦ ἀγαθοῦ εἰ καὶ ἔστιν. ἥτις κοινῇ τῶν ἄλλων καὶ καθόλου κατηγορεῖται καὶ χωριστὸν τῶν ἄλλων καὶ καθ’ έαυτὸ ὑφεστός, δῆλον ὡς οὐκ ἂν εἴη δυνατὸν ἀνθρώπῳ πρᾶξαι τοῦτο ἢ κτήσασθαι· ἡμῖν δὲ περὶ τοιούτου ἀγαθοῦ ὁ λόγος. ἐν αὐτῷ γὰρ καὶ τὴν εὐδαιμονίαν συστῆναι δυνατόν· εὐδαιμονεῖ γάρ τις ἐν ᾧ ἔπραξεν ἢ ἐν ᾠ ἐκτήσατο. ὥστε οὐκ ἂν εἴη προσῆκον ἡμὶν περὶ ἰοῦ μὴ τοιούτου λέγειν· τάχα δέ τῳ δόξειεν ἂν τοὐναντίον, βέλτιον εἶναι μὰλλον καὶ συμφορώτερον εἰς τὸ πράξαι καὶ κτή σασθαι τὰ κτητά καὶ πρακτὰ ἀγαθά, τὸ 10 εἰδέναι αὐτὴν τὴν ἰδέαν τοῦ ἀγαθοῦ· καθάπερ γὰρ παραδείγματι χρώμενοι ταύτῃ γνωσόμεθα, ποῖα τῶν πρακτῶν καὶ κτητῶν εἰσιν ἡμῖν ἀγαθά· κἂν εἰδῶμεν, ἐπιτευξόμεθα αὐτῶν. πιθανότητα μὲν οὖν ἔχει τινὰ οὑτος ὁ λόγος· ἔοικε δὲ ταῖς ἐπιστῆμαις διαφωνεῖν· πᾶσαι γὰρ αἱ ἐπι- στῆμαι ἀγαθοῦ τινος ἐφίενται καὶ τὸ ἐνδεὲς ὰναπληρῶσαι ἐπιζητοῦσιν, ὥσπερ ἰατρικὴ μὲν τὸ ἐλλεῖπον τῆς ὑγιείας, γυμναστικὴ δὲ τῆς ἰσχύος καὶ τῆς ἀνδρίας. οὕτω δὲ ἔχουσαι πρὸς ἰὴν ζήτησιν τοὺ ἀγαθοῦ; τοῦ καθόλου τούτου ἀγαθοῦ τὴν γνῶσιν παραλιμπάνουσιν· οὐκ ἂν δὲ παραλίμπανον, εἰ βοήθειά τις ἦν αὐταῖς ἀπ’ αὐτοῦ. βοήθημα γὰρ τηλικοῦτον ἅπαντας ἀγνοεῖν τοὺς τεχνίτας καὶ μὴ ἐπιζητεῖν, οὐκ εὔλογον. ὥστε καὶ διὰ τοῦτο ματαίαν τινὰ τὴν ἰδέαν εἶναι. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ τέκτων πρὸς τἡν αὑτοῦ τέχνην, εἰ γινώσκει αὐτὸ τὸ ἀγαθὸν τὸ καθόλου, ἢ ἰατρὸς πῶς ἰατρικώτερος ἔσται ἢ στρατηγὸς πῶς ἂν γένοιτο στρατηγικώτερος, ὁ τὴν ἰδέαν αὐτὴν τοῦ ἀγαθοῦ τεθεαμένος· οὐ γὰρ τὸ καθόλου ὁ τεχνίτης | σκοπεῖ, ὥσπερ ὁ ἰατρὸς οὐ τὴν καθόλου ὑγίειαν σκοπεῖ ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ οὐδὲ τοῦ καθόλου ἀνθρώπου ἀλλὰ τὴν τοδ’ ἀτόμου· καθ᾿ ἔκαστον ’στὸν γὰρ ἰατρεύει.

    Ὅτι τέλειόν τέλειόν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος καὶ αὔταρκες. κεφ. ια'.

    Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. πάλιν δὲ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον, καὶ σκοπῶμεν τί ποτ’ ἂν εἴη· λέγω δὴ τὸ ζητούμενον τῇ πολιτικῇ τέλος. ἔστι μὲν γὰρ ἄλλο ἐν ἄλλῃ τέχνῃ ἀγαθόν· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ ἄλλο ἐν στρατηγικῇ καὶ ταῖς λοιπαῖς όμοίως· ἑκάστῃ δὲ ἀγαθὸν τὸ τέλος ἐστίν, οὗ ἕνεκα τὰ ἄλλα ποιεῖ· ὥσπερ ἐν ἰατρικῇ μὲν ὑγίεια τὸ ἀγαθὸν καὶ ἐν στρατηγικῇ νίκη καὶ ἐν οἰκοδομικὴ [*](24 δὲ om. h 28 ἰατρός. οὐ γὰρ τὴν h 32 κεφ. ια'] κε. ι' Bh 38 μικῇ h: οἰκοδομῇ B)

    12
    οὗ ἕνεκα τὰ ἄλλα γίνεται, τὸ τέλος δηλονότι, καὶ καθόλου εἰ εὑρήσομεν τὸ τέλος πασῶν τῶν πράξεων. οὗ ἕνεκα πάσας ποιοῦμεν, τοῦτο ἄν εἴη τὸ ἐν πάσαις ταῖς πράξεσιν ἀγαθόν· καὶ καθάπερ ἰατρικὸν ἀγαθὸν τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ στρατηγικὸν τὸ τέλος τῆς στρατηγικῆς, οὕτω καὶ πρακτικόν τι ἔσται ἀγαθὸν τὸ τέλος πασῶν τῶν πράξεων. εἰ δὲ καὶ μὴ ἓν ἀλλὰ πλείω εἴη, ταῦτα ἄν εἴη τὰ πρακτὰ ἀγαθά. τοῦτο δὲ τί εστι, πειρατέον ἔτι διασαφῆσαι· οὔπω γάρ τι περὶ αὐτοῦ σαφὲς εἴπομεν ἀλλ’ ἔτι ζητοῦμεν τί ἐστι· μεταβαίνων γὰρ ὁ λόγος οὐδὲν ἤνυσε πλέον ἀλλ᾿ εἰς τὸ αὐτὸ ἀφίκετο. ὃ καὶ ἐν τοῖς προοιμίοις ἐλέγομεν, ὅτι τὸ πάσης πράξεως τέλος τοῦτο ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ἐπεὶ τοίνυν πολλὰ φαίνεται τῶν πράξεων τὰ τέλη, τούτων δέ τινα οὐ δι’ ἑαυτὰ αἱρούμεθα, ὰλλὰ δι’ ἕτερα τέλη ἄλλων ἐπιστημῶν τῶν ὰρχιτεκτονικῶν. καθὼς εἴρηται, καί εἰσι χρήσιμα πρὸς ἐκεῖνα, ὥσπερ ὁ πλοῦτος, ὃ τοῦ χρηματιστοῦ ἐστι τέλος, χρησιμεύει τῷ πολιτικῷ εἰς τὸ ἴδιον τέλος, καὶ ὁ αὐλὸς τέλος μὲν τοὐ αὐλοποιοῦ, χρήσιμον δὲ τῷ αὐλητῇ διὰ τὸ αὐλεῖν, ὁμοίως δὲ καὶ πάντα τὰ ὄργανα. ἐπεὶ τοίνυν εἰσί τινα τῶν τελῶν μὴ δι’ ἑαυτὰ ἀγαθά, οὐκ ἂν εἴη πάντα τὰ τέλη τέλεια. τὸ δὲ ἀγαθόν, οὗ ἕνεκα πάντα πράττομεν, τέλειον δεῖ εἶναι· ὥστε οὐκ ἄν εἴη ἓν τῶν τοιούτων τελῶν, ἅπερ ἀτελῆ ὰλλ᾿ ἀλλ’ εἰ μὲν πολλά εἰσι τὰ τέλεια, τὸ τελειότατον τούτων· εἰ δὲ ἕν, ἐκεῖνό ἐστι τὸ ζητούμενον ἐν πάσαις ταῖς ἀνθρωπίναις πράξεσιν ἀγαθόν. καὶ τὸ μὲν δι’ ἑαυτὸ ζητούμενον τοῦ δι’ ἄλλο ζητουμένου τελειότερον λέγομεν· πάλιν δὲ ἐπεί τινα τῶν ἀγαθῶν καὶ δι’ ἑαυτὰ καὶ δι᾿ ἄλλα ζητοῦνται, ὥσπερ τὸ ὑγιαίνειν καὶ τὸ φρονεῖν, τελειότερον τούτων ἐστίν, ὅπερ δι’ ἑαυτὸ μόνον ζητεῖται, οὐδέποτε δὲ δι’ ἄλλο · καὶ οὐ μόνον κατὰ σύγκρισιν τελειότερον ἄλλου ἀλλὰ καὶ ἁπλῶς τέλειον ἀγαθὸν τοῦτό ἐστι. τοιοῦτον δὲ ἡ εὐδαιμονία μάλιστα εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ δ ι᾿ ἑ ἀυτήν· τιμὴν δὲ καὶ ἡδονὴν καὶ φρόνησιν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν δι’ ἑαυτά μηδενὸς γὰρ ἀποβαίνοντος ἄλλου ἀπὸ τῆς κτήσεως αὐτῶν ἑλοίμεθα ἂν ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δὲ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται διὰ ταῦτα ἢ ὅλως δι’ ἄλλο, ἀλλὰ μόνον δι’ ἑαυτήν· ὥστε ἡ εὐδαιμονία ἄν εἴη τὸ ζητοῦ μένον παρὰ ἰῶν ἀνθρωπίνων πράξεων ἀγαθόν. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον· καὶ γὰρ τὸ τέλειον ἀγαθόν, ὃ ζητεῖται, αὔταρκες εἷναι δοκεῖ · αυταρκες δέ, ὃ ἀρκεῖ οὐ μόνον ἑνί τινι ζῶντι βίον μονώτην ἀλλὰ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικί καὶ ὅλως τοῖς φίλοις· καὶ πολίταις. ἐπεὶ καὶ τοῦ ἐν τούτοις ἀγαθοῦ ὁ ἄνθρωπος χρήζει, φύσει πολιτικὸς ὢν καὶ κοινωνικός. καὶ ὅλως αὔταρκές ἐστιν, ὃ μονούμενον ἄρκιον καὶ αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι. φαίνεται ἄρα τὸ ζητούμενον ἀγαθὸν τὴν εὐδαιμονίαν εἶναι. ἔτι τὴν εὐδαιμονίαν οὐ λέγομεν σμναριθμεῖσθαι τοῖς [*](38 χρήσει h)
    13
    ἄλλοις ἀγαθοῖς· τῶν γὰρ αἱρετῶν ἡγούμεθα εἶναι τὸ ἄκρον· καὶ εἰ αύστοιχον αὐτὴν τοῖς ἄλλοις ποιήσομεν ἀγαθοῖς, φανερὸν ὅτι, εἰ προσθήσομέν τι τῶν ἄλλων αὐτῇ, αἱρετωτέραν ποιήσομεν, καὶ οὕτως οὐκ ἂν εἴη αὐτὴ τὸ ἄκρον τῶν αἱρετῶν· τὸ γὰρ προστιθέμενον τῶν ἀγαθῶν μετὰ ἰῆς εὐδαιμονίας ἀγαθόν τι ἀποτελέσει τῆς εὐδαιμονίας αἱρετώτερον· τοιοῦτον δὲ καὶ τὸ ζητούμενον ἀγαθόν ἐστιν, οὐ συναριθμούμενον τοῖς ἄλλοις ἀλλὰ τῶν αἱρετῶν ἄκρον ὑπάρχον· τέλειον γάρ ἐστι· τὸ δὲ τέλειον αἱρετώτατον· ἀεὶ γὰρ τὸ τελειότερον ἀγαθὸν μᾶλλον αἱρούμεθα· ἡ ἄρα εὐδαιμονία ἐστὶ τὸ ζητούμενον τέλος. ἔχει δέ τινα ἀπορίαν ὁ περὶ τοῦ αὐτάρκους λόγος, εἰ γὰρ τότε τὸ ἀγαθὸν αὔταρκές τινι, ὅταν αὐτῷ καὶ πᾶσι τοῖς οἰκείοις ἀρκέσῃ καὶ τοῖς πολίταις καὶ τοῖς φίλοις καὶ ἔτι τοῖ οἰκείοις καὶ συγγενέσιν ἐκείνων, ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν, οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν. ὥστε ἀνάγκη λαβεῖν τινα ὅρον τῶν οἰκείων, ἐφ’ οὓς δεῖ προιέναι τὸ ἀγαθόν. ἀλλὰ 1 τοῦτο μὲν εἰσαῦθις ἐπισκεπτέον· λέγωμεν δὲ περὶ τοῦ προκειμένου.

    Οτι ἐν ἰῇ κατὰ λόγον τοὐ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία μονία συνίσταται καὶ ἔστι ψυχῆς ἐνέργεια κατ᾿ ἀρετὴν ἐν βίῳ τελείῳ. κεφ. ιβ'.

    Γὸ μὲν οὖν λέγειν τὴν εὐδαιμονίαν αὐτὸ εἶναι τὸ ζητούμενον τῇ πολιτικῇ ἀγαθὸν τὸ ἄριστον, ὁμολογούμενόν τι φαίνεται. ποθεῖται δὲ λεχθῆναι περὶ αὐτῆς ἐναργέστερον, τί ἐστι. τοῦτο δὲ γένοιτ’ ἄν, εἰ τὸ ἔργο.ν εὑρή- σομεν τοῦ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. ὥσπερ γὰρ πανὸς τεχνίτου ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστι, καὶ αὐλητοῦ