Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48])

Catenae (Novum Testamentum)

praef-3

Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]), Cramer, Oxford, 1844

1

ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ῬΩΜΑΙΟΙΣ ΕΠΙΣΤΟΛΗΣ.

Ἡ ΔΕ πρὸς Ῥωμαίους Ἐπιστολὴ περιέχει τὴν πρὸς τὸν Χριστὸν παρασκευὴν, μάλιστα τοῖς ἐκ φύσεως λογισμοῖς ἐλεγχθεῖσαν, καὶ διὰ τοῦτο προτάττεται ἄλλαις ἁπάσαις, ὡς δὴ πρὸς αὐτοὺς γεγραμμένη τοὺς ἤδη τὰ θεῖα προμυνηθέντας· ταύτην ἐπιστέλλει ἀπὸ Κορίνθου, μήπω μὲν ἑωρακὼς Ῥωμαίους, ἀκούων δὲ περὶ αὐτῶν, καὶ ἐπιποθῶν αὐτοὺς ἰδεῖν. καὶ πρῶτον μὲν, ἀποδέχεσθαι φησὶ τὴν πίστιν αὐτῶν, καταγγελλομένην ὁρῶν πανταχοῦ. ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, τέως μὴ δεδυνῆσθαι. καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστολὴν ποιεῖται, περὶ κλήσεως ἐθνῶν. καὶ ὅτι ἡ περιτομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπαυται. καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρῆλθε. τὴν μὲν οὐν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως κατασκευάζει οὕτως, ἀποδεικνὺς πᾶσιν ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον, καὶ πάντας ἀδιδάκτῳ τε τῇ φύσει, καὶ ἀπ’ αὐτῆς τῆς κτίσεως δύνασθαι γινώσκειν τὸν Θεόν.

Διὸ καὶ εἰκότως αἰτιᾶται πρῶτον Ἐλλήνας, ὡς μὲν τοῦ Θεοῦ φανερώσαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν καὶ τῆς ἀιδίου δυνάμεως αὐτοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ἐν ᾧ καὶ δι’ οὗ, τὰ πάντα πεποίηκεν, αὐτοὺς δὲ, μὴ ἐγνωκεναι μὲν ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργὸν, τὰ [*](a Argumentum hoc et capitum divisionem ex Œcumenio supplevimus.)

2
δὲ ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἣ αὐτῷ λατρεύσαντας. αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον, ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου, τὸν Θεὸν ἀτιμάσαντας. καὶ οὕτως ἀμφότερα τὰ μέγιστα Ἰουδαίους καὶ Ἑλλήνας συγκλείει καὶ ἐλέγχει ἐπὶ παρανομίᾳ, ἵνα δείξῃ ὅτι ὅσοι γενόμενοι οἱ πάντες, ἐπίσης, ὡς ὑπεύθυνοι, τοῦ λυτρουμένου δέονται. τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης τῆς Ἰουδαίοις γενομένης καὶ ἐπὶ τὰ ἔθνη, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν. τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυται ἡ περιτομὴ, καὶ ἡ ἐν τῷ νόμῳ σκιά. ὁ γὰρ Ἁβράμ φησιν οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιωθεὶς, μετωνομάσθη μὲν Ἁβραὰμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἰναι, κατὰ τὴν ἐν τῇ ἀκροβυστίᾳ πίστιν. ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι καὶ τὴν περιτομὴν ἐν σαρκὶ, ἵνα σημεῖον ᾖ τοῖς κατὰ σάρκα γεννωμένοις ἐξ αὐτοῦ, παύσεσθαι ποτὲ τὴν περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ Ἁβραὰμ, ἀρξάμενα πολιτεύεσθαι κατὰ τὴν πίστιν τοῦ Ἁβραὰμ, ἐν ᾗ ἐδικαιώθη ὅτε ἦν ἐν ἀκροβυστίᾳ. Τούτων γὰρ χάριν μετωνομάσθη Ἁβραάμ. ἀνάγκη δὲ ἐλθόντων τῶν σημαινομένων, παύσασθαι τὸ σημαῖνον. εἰ μὲν οὖν τὰ ἔθνη ἀναγκάζουσι περιτέμνεσθαι, παυέτωσαν δὲ τὸ ὄνομα τοῦ Ἁβραὰμ, καὶ καλείσθω Ἁβράμ. εἰ δὲ Ἁβραὰμ παρὰ Θεοῦ μετωνομάσθη, οὐ δεῖ περιτεμνεσθαι τὰ ἔθνη. ἀλλ’ οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ιουδαίους, ἵνα ᾖ τὸ ὄνομα βέβαιον, καὶ πατὴρ ἐθνῶν πολλῶν καλῆται. καὶ γὰρ οὐ χρείαν ἔχει λοιπόν τις περιτέμνεσθαι, ἀρκούμενος τῇ πίστει τοῦ Ἁβραάμ· οὐδὲ τῆς ἄλλης δὲ τῆς ἐν νόμῳ σκιᾶς. οὐ γὰρ ἐκ τούτων, ἀλλ’ ἐκ πίστεως δικαιοῦταί τις, καθάπερ καὶ ὁ Ἁβραάμ. ταῦτα οὕτως κατασκευάσας, ἀποδείκνυσι πάλιν ὅτι ἄλλως οὐκ ἃν γένοιτο λύτρωσις καὶ χάρις τοῦ Ἰσραὴλ καὶ τοῖς ἔθνεσιν, εἰ μὴ λυθῇ ἡ ἀρχαία ἁμαρτία τοῦ Ἀδὰμ, ἡ εἰς πάντας γενομένη. δι’ ἄλλου δὲ ταύτην μὴ δύνασθαι ἐξαλειφθῆναι φησὶν, ἀλλ’ ἣ διὰ Χριστοῦ τοῦ Θεοῦ, δι’ οὗ καὶ ἐξ ἀρχῆς κατάρα γέγονεν. οὐ γὰρ δυνατὸν ἦν, ἄλλον λῦσαι τὸ παράπτωμα. εἶτα γράφει ὅτι ἄλλως τοῦτο οὐ μὴ γένηται, εἰ μὴ σῶμα φορέσῃ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ γένηται ἄνθρωπος, ἵνα τοῦτο προσενέγκας ὑπὲρ πάντων, τοὺς πάν-
3
τὰς ἐλευθερώσῃ ἀπὸ τοῦ θανάτου. καὶ ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, οὕτως καὶ δι’ ἑνὸς ἀνθρώπου ἡ χάρις γένηται. καὶ λοιπὸν ὡς καλὸς οἰκονόμος, τοὺς μὲν Ἰουδαίους παραμυθεῖται· ὅτι οὐ παραβάται γίνεσθε τοῦ νόμου, ἐὰν εἰς τὸν Χριστὸν πιστεύσητε. τοῖς δὲ ἀπὸ τῶν ἐθνῶν παρεγγυᾷ, μὴ ἐπαίρεσθαι κατὰ τοῦ Ἰσραὴλ, ἀλλὰ γινώσκειν ὅτι ὡς κλάδος ἐπὶ τὴν ῥίζαν, οὕτως ἐπ’ ἐκείνους ἐνεκεντρίσθησαν. μετὰ δὲ ταῦτα παραινετικοὺς λόγους εἰς τὰ ἤθη διδάξας, τελειοῖ τὴν Ἐπιστολήν.

4

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

α'. Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ, καὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πνευματικῆς.

β'. Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν, τῶν οὐ φυλασσόντων τὰ φυσικά.

γ'. Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.

δ'. Περὶ ὑπεροχῆς Ἰσραὴλ, τοῦ τυγχάνοντος τῆς ἐπαγγελίας.

ε'. Περὶ χάριτος, δι’ ἧς ἄνθρωποι μόνον δικαιοῦνται, οὐ κατὰ γένος διακεκριμένως, ἀλλὰ κατὰ Θεοῦ δόσιν ἰσοτίμως κατὰ τὸν Ἁβραὰμ τύπον.

ς'. Περὶ τῆς ἀποκειμένης ἐλπίδος.

ζ'. Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ.

η'. Περὶ τῆς ὀφειλομένης ἐπὶ τῇ πίστει πράξεως ἀγαθῆς.

θ'. Ἐπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς.

ι'. Περὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὰ τὴν ἁμαρτίαν.

ια'. Περὶ τῶν ἐν ἀνθρωπίνῃ φύσει παθῶν, ἀδύνατον ποιούντων τὴν πρὸς νόμον συμφωνίαν.

ιβ'. Περὶ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ πνευμα συμφωνίας.

ιγ'. Ἐπανάληψις περὶ τῆς ἀποκειμένης τοῖς ἁγίοις δόξης.

ιδ'. Περὶ τῆς ὀφειλομένης ἀγάπης Χριστοῦ.

ιε'. Περὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς, τοῦ εἰσαχθέντος μετὰ ἐθνῶν.

ις'. Ὦτε κατὰ ἀπιστίαν ἡ ἔκπτωσις διὰ τῆς εἰς ἄγνοιαν καταλήψεως, καὶ τοῦ μὴ ἁρμόζοντος αὐτοῖς κηρύγματος.

ιζ'. Περὶ τοῦ σκοποῦ καθ’ ὃν ἐξεβλήθησαν, ὥστε δεύτερον ἐπανελθεῖν ζήλῳ τῶν τιμηθέντων ἐθνῶν συναχθέντων πιστῶν.

ιη'. Παραίνεσις περὶ ἀρετῆς τῆς πρὸς Θεὸν καὶ ἀνθρώπους.

ιθ'. Περὶ μιμήσεως τῆς Χριστοῦ ἀνεξικακίας.

κ'. Περὶ λειτουργίας αὐτοῦ, τῆς ἐν ἀνατολῇ καὶ δύσει.

5

ΕΞΗΓHΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΠΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

ΚΕΦ. Α.

Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ κοὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πολιτείας πνευματικῆς.

I ΠΑΥΛΟΣ δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος.

Σευηριανοῦ. Τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν Κύριον, καὶ μὴ θεασάμενοι ἐπίστευσαν· Παῦλος δὲ οὐρανόθεν καλεῖται, “Σαοὺλ, Σαοὺλ, τί με διώκεις;' προσέτι δὲ αὐτῷ δὲ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς Ἀποστόλους. τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ὁ Κύριος καλέσας, καὶ μαθητὰς ἐσχηκὼς, οὐκ εὐθὺς Ἀποστόλους ἐποίησεν ἣ ὠνόμασε. τὸν δὲ Παῦλον, ὁμοῦ καὶ ἐκάλεσεν, καὶ εἰς ἀποστολὴν παρήγαγεν·

Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.

Ἀπολιναρίου. Χεχωρισμένος καὶ ἀφωρισμένος εἰς τὸν εὐαγγελισμὸν, ὡς ὁ νόμος ἀφόρισμα καὶ ἀφαίρεμα λέγει τὸ χωριζόμενον τῶν θυμάτων Θεῷ καὶ ἱερεῦσιν. Ωριλένουσ. Ἀφορίζεται δὲ εἰς Εὐαγγέλιον Θεοῦ, οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον, καὶ ὅσον ἐπὶ τῇ κατασκευὴ, ὑπὲρ τὰς τῶν τοιούτων φύσεις· ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις, ὕστερον δὲ γενομένας ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς.

6

Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.

Ἀπολιναρίου. Γενόμενος τοίνυν κατὰ σάρκα ἐν ὁμοιώματι τῆς ἡμετέρας γενέσεως υἱὸς ἀνθρώπου, κατὰ τὸ πνεῦμα καὶ κατὰ τὴν δύναμιν, Υἱὸς ἀναδείκνυται Θεοῦ ἐν τῇ δευτέρᾳ γενέσει τῇ ἐκ νεκρῶν, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ υἱοὺς γενέσθαι Θεοῦ· τὴν υἱοθεσίαν κομισαμένους ἐν τῇ ἀπολυτρώσει τοῦ σώματος, ὡς αὐτὸς ὁ Ἀπόστολος ἔφη

Κυρίλλου. Οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ, πρὸς τὸ φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο κατὰ Πνεῦμα ἁγιωσύνης, καὶ ἐκ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν. ὁρίζεται δὲ εἰς υἱὸν καὶ κατὰ τὸ ἀνθρώπινον· ἔτι δὲ καὶ κατὰ φύσιν Υἱὸς Θεοῦ καὶ ἐν δυνάμει μαρτυρούμενος “κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν.“ τουτέστιν ἀπόγε τοῦ δύνασθαι καταργεῖν τὸ τοῦ θανάτου κράτος

Δι’ οὗ ἐλάβομεν χάριν ἀποστολῆς.

Ἀπολιναρίου. Ἴνα δὲ δείξῃ ὅτι καὶ Ῥωμαῖοι, τῶν ἐθνῶν ὄντες πάντων τῶν τὴν οἰκουμένην κατοικούντων, δικαίως αὐτοῦ δέχονται τῆς ἀποστολῆς τὸ κήρυγμα.

Ἀπολιναρίου. Σευηριανοῦ. Ἀπὸ ἀγάπης γὰρ Θεοῦ ἡ a κλῦσις, οὐκ ἀξίας τῶν κληθέντων· καὶ ἡ προσθήκη δὲ τοῦ “ἀγίοις” οὐχ ἁπλῶς εἴρηται· ἀλλ’ ἐπειδὴ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει· ἵνα μὴ τοὺς μαργαρίτας ῥίπτῃ τοῖς χοίροις, καὶ τὰ ἅγια τοῖς κυσὶν, "ἁγίοις” εἴρηκε δηλονότι· καὶ ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων. πάντας δὲ τοὺς πιστοὺς ἁγίους καλεῖ.

Χάρις ὑμῖν καὶ εἰρήνη.

Σευηριανοῦ. Κατὰ δὲ τοὺς αἱρετικοὺς, εἰ Κύριος ὁ Χριστὸς, πατὴρ δὲ ἡμῶν ὁ Θεὸς, ἔσται καὶ ὁ Πατὴρ δοῦλος τοῦ Χριστοῦ. οἷος γὰρ υἱὸς, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ’ οὐχ οὕτως ταῦτα ἔχει. πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ· Κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες, ὡς καὶ αὐτοὶ υἱοὶ Θεοῦ, καθέλωσι τοῦ Ιησοῦ τὴν δόξαν, ἣ ἑαυτοὺς ἀγάγωσιν ὑπὲρ τὴν φύσιν.

[*](a Cod. κλίσις.)
7

Ἀπολιναρίου. Θεὸν καλοῦσιν οἱ ἐξαιρέτως καὶ ὑπὲρ τοὺς ἄλλους προσήκοντες αὐτῷ, πάλαι μὲν οἱ προφῆται, νῦν δὲ οἱ Ἀπόστολοι. δηλοῖ δὲ ὅτι οὐκ ἔνι εὐχαριστῆσαι Θεῷ ἄνευ Χριστοῦ. χαίρει δὲ ἀγγελικῇ διαθέσει χρώμενος, ἐπὶ τὸ κεκρατηκέναι τὴν Χριστοῦ πίστιν ἐν Ῥώμῃ· “χαρὰ γὰρ ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” καὶ συγχαίρει τῷ συναποστόλῳ αὐτοῦ Πέτρῳ, τοσοῦτον ἰσχύσαντι διὰ τῆς χάριτος.

Μάρτυς γάρ μου ἐστὶν ὁ Θεός.

Ἀπολιναρίου. Εἴδη δὲ λατρείας πολλά. καὶ γὰρ ὁ προσευχόμενος Θεῷ λατρεύει. καὶ ὁ νηστείᾳ χρώμενος, καὶ ὁ τοῖς θείοις λογίοις προσέχων, καὶ μέντοι καὶ ὁ τῆς τῶν ξενῶν θεραπείαι ἐπιμελούμενος. ὁ δέ γε θεῖος Ἀπόστολος λατρεύειν ἔφη τῷ Υἱῷ τῷ τοῦ Θεοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν πνεύματι, ἀντὶ τοῦ, κατὰ τὴν δεδομένην μοι χάριν τοῦ Πνεύματος. Ὠριλένουσ. b Ἔτι δὲ καὶ χωρὶς θελήματος Θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸ Βαλὰκ καταρασάμενος μισθοῦ τὸν Ἱσραήλ· οἶμαι δὲ καὶ πᾶς ἐθνικὸς, ἢ ὅπως c δή ποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι Θεοῦ εὐοδοῦται, γίνεσθαι πρὸς οὓς γίνεται· εἰ καὶ εὐοδοῦται ποτέ. ἔστι γάρ,” φησιν ἡ γραφὴ, ’ἐν κακοῖς εὐοδία ἀνδρός.

Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν.

Ωπιγένουσ. Ὡς ὄντος καὶ χαρίσματος μὴ πνευματικοῦ, ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται. ἔστι γάρ τινα χαρίσματα οὐ πνευματικὰ, ὡς καὶ ὁ γάμος. τὸ γὰρ πνευματικὸν, οὐκ ἀν’ ποτε ἐμποδίσαι προσευχῇ. ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος, δηλοῖ ὁ Ἀπόστολος φήσας, θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἀλλ’ ἕκαστος ἴδίον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως, ὃς δὲ οὕτως.

Ἀπολιναρίου, Ἰωάννου, Θεολώρου. Διδάσκει μὲν, τοὺς μήπω γινώσκοντας φωτίζων. παρακαλεῖ δὲ, ὁ τοὺς ἤδη πεφωτισμένους εὐφραίνων τῷ τῆς σοφίας λόγῳ, ὡς αὐτὸς διαιρῶν φησίν· “εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ [*](b Non pauca hic defecisse videntur: cæterum haec ad εὐοδωθήσομαι V. 10. spectant. c δὴ om. Cod.)

8
“παρακλήσει.” παρακαλουμένων δὲ Ῥωμαίων, καὶ αὐτός, φησι, συμπαρακληθήσεται, κοινωνῶν τῆς ἐκείνων παρακλήσεως διὰ τὴν ἀγάπην. ἅμα δὲ, ὡς οὐδὲ αὐτὸς ὣν ὑπὲρ ἄνω τοῦ χρήζειν τῆς ἐκ λόγου ὠφελείας. παράκλησις γὰρ ὁ λόγος καὶ τῷ λέγοντι.

Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί.

Ἀπολιναρίου. Καὶ ἐπειδὴ τὸ κήρυγμα πολλάκις εὐαγγέλιον προσηγόρευσεν, πάθους δὲ τοῦτο μνήμην ἔχει καὶ σταυροῦ καὶ θανάτου, τοῖς δὲ μὴ πεπιστευκόσιν, ἀτιμίας ἐδόκει εἶναι ταῦτα μεστὰ, εἰς καιρὸν ἐπήγαγεν, “οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέ- “λιον,” καὶ τὰ ἑξῆς.

Οὐ γὰρ ἐπαισχύνομαι τοῦ Εὐαγγελίου τοῦ Χριστου.

Ἀπολιναρίου. Οὐ βλέπω, φησι, τὴν φαινομένην ἀτιμίαν, ἀλλὰ τὴν ἐκ ταύτης φυομένην εὐεργεσίαν· ἐκ ταύτης γὰρ τὴν σωτηρίαν τρυγῶσιν οἱ πιστεύοντες· τοῦτο δὲ καὶ πᾶσιν ἔφη προκεῖσθαι καὶ Ἰουδαίοις καὶ Ἕλλησι. προτέθηκε δὲ τῶν Ἑλλήνων τοὺς Ἰουδαίους, ἐπειδὴ καὶ ὁ δεσπότης Χριστὸς πρώτους τοὺς ἱεροὺς ἀπέστειλε κήρυκας.

Ἀπολιναρίου. Εἰ ἐν τῇ μεγίστῃ τοίνυν τῶν πόλεων, φησὶ, χλευάζεσθαι δεῖ παρὰ τοῖς ἀνοήτοις κηρύττοντα τὸν σωτήριον σταυρὸν, οὐ παραιτήσομαι. εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν αἰσχύνην ἀνθ’ ἡμῶν ἐβάστασε τὴν τοῦ σταυροῦ, πῶς οὐκ ἄτοπον ἡμᾶς αἰσχύνεσθαι τὸ τοῦ Κυρίου δι’ ἡμᾶς πάθος;

Ἀπολιναρίου. Καὶ ἄν τις δι’ ἔργων οὐκ εἰλικρινοῦς οὐδὲ ζωοποιοῦ δικαιοσύνης τὴν διὰ πίστεως ζωὴν χαριζόμενον ἢν, καὶ ὁ προφήτης εἴρηκεν “ἐκ πίστεως εἰς πίστιν·” “εἰ γὰρ ἐπιστεύετέ, φησι, “Μωσεῖ, ἐπιστεύετε ἃν ἐμοί.”

Ἀπολιναρίου. Διδάσκει πόσων ἀπαλλάξει κακῶν τὸ Εὐαγγέλιον καὶ ἡ δι’ αὐτοῦ πίστις· καὶ διεξελθὼν τά τε ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις κακὰ, μετὰ ταῦτα προιὼν, τὸν πέρι τῆς πίστεως επιφερει λόγον· ἀναγκαίαν γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων· καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγεται. καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις. ἄρχεται δὲ ἀπὸ τοῦ κατὰ ἐθνῶν λόγου, καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν.

9

ΚΕΦ. Β.

Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν τῶν οὐ φυλασσόντων τὰ νόμιμα.

Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ.

Ἀπολιναρίου. Ὡς τὸ τοῦ Θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ Θεοῦ μετενεγκόντες δημιουργήματα· εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ’ ὧν c δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ’ ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον.

Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς.

Ἀπολιναρίου. Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθι φησὶν ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,” ἀλλ’ αἱ ταύτης ἐνέργειαι ἀόρατοι οὖσαι φύσει, καὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι.

Κυρίλλου. Ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν, καὶ κεκλημένων ἐν χρόνῳ τὴν ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀίδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως.

Ἀπολιναρίου. Μάταιος ἄρα ἡ τοῦ μὴ ὄντος, ὡς ὄντος φαντασία· μηδενὸς ὄντος περὶ τὸν Θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον.

Ευσεβίου. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἔλληνας ἐνίστασθαι λόγον· ὡς καθ’ ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ’ αὐτῶν ἐπιτίμησιν ὡς d ἐλλειπούντων ἀσεβείας εἰδος.

Οἵ τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες. Ἀπολιναρίου. Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ Θεοῦ, καὶ τὸ [*](c Leg. δεῖ. d sic Cod.)

10
ὑπαίτιον τοῦ ἀνθρώπου, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον, ὅτι παρὰ Θεῷ κριτῇ κολάσεως ἐστιν ἄξια. δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτο, ἐπειδὰν κρίνωσι, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὐν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες φαίνονται, καὶ χρώμενοι γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ Θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεώρησας φησίν· “ὅτι ἐποίησεν ὁ Θεὸς “τὸν ἄνθρωπον εὐθύc, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.” τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακὸν, οἱ δὲ ἀκολουθηταὶ τοῦ κακοῦ. ἀμφότεροι δὲ πονηροὶ, καὶ ὁ κατάρξας, καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν χεῖρον τίθησι κατὰ τὸ λεγόμενον, “εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ.” ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως· ὁ δὲ συνευδοκῶν, ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ· τὸ οὖν "οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν,” ἐπιστάσεως d ἐστι· τούτους μέντοι αἰτιᾶται, ὡς ἐκατέρα ποιοῦντας·

Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων.

Ἀπολινρίου. Περὶ Θεοῦ διαλεγόμενος, “ἀποδώσει,” φησὶ, "κατὰ τὰ ἔργα αὐτοῦ,” κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ· ὁ δὲ Σωτῆρ’ περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν "πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης.

Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ.

Σευηριανοῦ. Ὤσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστι του κάκου.

Ωριλένουσ. Ὀργῆ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος. θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἀν’ δία τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη, [*](c Sic Cod. d Leg. vid. ἐπιτάσεως.)

11
οὐδὲ εἰ νῆστις ὣν καυχήσεται, ἀλλ’ εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἃν δέ τις ἐστενοχωρήθη, εἰ πεποίηκέ τις αὐτῷ ἀπὸ σοφίας πλάτος καρδίας, καὶ ἤκουσε τοῦ Ἀποστόλου λέγοντος· “πλα- “τύνθητε καὶ ὑμεῖς.” συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακὰ, ὡς τὸν διάβολον, ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν.

Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη.

Σευηριανοῦ. Ἐπὶ μὲν τοῦ κακοῦ, τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ τῶν κατεργαζομένων· ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ Θεοῦ τὸ ἀγαθὸν δειχθῇ, καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους, ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν.

Ἀπολιναρίου. Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτον φησὶ, δευτέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται, καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν.

ΚΕΦ. Γ.

Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.

Ὅσοι γὰρ ἀνόμως ἥμαρτον.

Ἀπολιναρίου. Δικαίωσιν δὲ οὐ τὴν τελείαν, τὴν κατὰ Χριστόν. περὶ γὰρ ἐκείνης ὅταν e φησὶν, “ ἐξ ἔργων νόμου οὐ δικαιω- θήσεται πᾶσα σάρξ.”

Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει.

Ἀπολιναρίου. Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησὶν, ἀπολέλειπται τὰ ἔθνη, ἀλλ’ ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῆ τὰ τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν.

Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως.

Θεολώρου. Ἡ δὲ τούτων, φησι, διάγνωσις τότε ἔσται, ὅτε καὶ τῶν κατὰ νόμον βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθ’ ὃν “ τὰ “ πάντων τῶν ἀνθρώπων ἐξετάζει Θεὸς διὰ τοῦ Χριστοῦ, κατὰ τὸ “ Εὐαγγέλιόν μου,” ἵνα εἴπῃ, καθὼς καὶ αὐτὸ κηρύττων διατελῶν, [*](c Post ὅταν est parvus hiatus in Cod.)

12
ὅτι ἔσται κρίσεως καιρὸς, καὶ δεῖ πιστεύσαντας Χριστῷ τὴν τιμωρίαν ἐκφυγεῖν ἐκείνην.

Ὠριγένουσ. Ἢ καὶ οὕτως κρινεῖ ὁ Θεὸς κατὰ τὸ Εὐαγγέλιον Παύλου, ἔτι καὶ τῶν παραπλησίων ἐκείνῳ, καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων, οὐδενὸς σκυθρώπου ἀλλ’ ἐφ’ ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστὶ τὸ Εὐαγγέλιον σὺν τῇ τοῦ Θεοῦ κρίσει διακόνῳ κεχρημενῃ.

Ἀπολιναρίου. Ἄνθρωποι γὰρ τῶν φανερῶν f κάθονται δικασταὶ μόνον, κρίσιν δὲ τῶν ἀποκεκρυμμένων ὡς Θεὸς ποιεῖται. “ἄνθρωπος “γάρ” φησιν “ ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν.” ὥστε Χριστοῦ κρίνοντος, Θεὸν εἰναι τὸν κριτήν.

Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ.

Θεολώρου. Οὐ κατ’ ἐρώτησιν, ὥς τινες ὑπέλαβον, ἀναγνωστέον τὸ “ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ,” ἀλλὰ κατὰ ἀπόφασιν. ἵνα εἴπῃ· μὴ ὣν ἀληθῶς καὶ ἐν κρυπτῷ Ἰουδαῖος, ἀλλὰ λεγόμενος.

Ὁ οὖν διδάσκων ἕτερον.

Ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ Ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· τοτὲ μὲν “εἰ “ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·” ποτὲ δὲ, “ περι- “ τομὴν ὠφελεῖν ἐὰν νόμον τίς πράσσῃ.” ἐστὶν οὖν νόμος κἀς ἕνα τρόπον ψιλὸν, τὸ Μώσεως γράμμα, καθὸ σημαινόμενον εἴρηται τὸ “ εἰ ἐν νόμῳ g δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.” καὶ τὸ “ ὁ νό- “ μος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.” ἔτι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθὸ εἴρηται· “ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία.” ἔτι καὶ ὁ φυσικὸς, καθὸ εἴρηται· “ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ ποιεῖ,” καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μώσεως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ “ λέγετέ μοι οἱ τὸν νόμον ἀνα- “ γινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπραι γὰρ Ἀβραὰμ δύο υἱοὺς ἔσχε, καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, “ ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν h ἑτερογλώσσοις καὶ ἐν χείλεσιν “ ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,” ἐν Ἡσαΐᾳ. μήποτε δὲ καὶ τὴν [*](f SlC Cod. g δικαιοῦσθαι Cod. h ἑτερογλώσσης.)

13
Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ, “ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπτάσατε,᾿ ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μώσεως γράμματος. περιτομὴν οὖν ἣν αὐτός φησι, νῦν ἑτέραν λέγει παρὰ τὴν κατατομὴν καὶ νόμον τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς ἐννοίας. κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν, ὁ πνευματικῶς περιτεμνόμενος, ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν. διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν· καὶ φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵν Ἰουδαίους κερδήσῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενος καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν, “ περιτομὴ μὲν γὰρ ὠφελεῖ, “ ἐὰν νόμον πράσσῃς,” πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος, ταύτην κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ.

Ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ, τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ σπέρματος αὐτοῦ, καὶ τοὺς οἰκογενεῖς καὶ τοὺς ἀργυρωνήτους· ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον. οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτους προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἣ τὰ περὶ τῶν ἱερέων, ἣ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεται τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται· ὡς ὅταν περὶ θυσίας φησὶν, ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι. ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ Κύριος ἔφη, “ πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι,” ἀφ’ ὧν Σαμαρείτης εἷς ἢν. ᾧτ’ μαρτυρῶν ὁ Σωτῆρ’ φησιν, “ οὐχὶ οἱ δέκα “ ἐκαθαρίσθησαν, οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες “ δόξαν δοῦναι τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.” εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν, ὡς ἐν ἑνὶ τόπῳ θύεσθαι τὸ πάσχα προσέταξεν ὁ Θεὸς, τούτου δὲ ἱσταμένον, νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν.

14

Ἑὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου.

Θεολώρου. τῷ πνεύματι, οὐ τῷ Ἁγίῳ. οὐ γὰρ περὶ τῶν ἐν τῇ χάριτι κατορθούντων διαλέγεται, ἀλλ’ ὑποτίθεται δι’ ὅλου τοὺς ἔξω τὰ τοῦ νόμου ποιοῦντας· καὶ δείκνυσι κρείττονας τῶν ἐν τῷ νόμῳ παραβαινόντων· συνάδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκοπῷ· πρόθεσιν ἔχων καὶ τοῦ φυσικοῦ νόμου Ἕλληνας δεῖξαι παραβάτας, καὶ Ἰουδαίους πρὸς τῷ φυσικῷ καὶ τοῦ θέτου· ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρήζειν ἅπαντας. λέγει δὲ τὸ “ ἐν πνεύ- ματι,” ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῶν Ἀριθμῶν βίβλῳ φησιν ὁ Θεὸς, “ ὅτι πάντες οἱ παροξύναντές με οὐκ ὄψονται τὴν γῆν· ὁ δὲ “ παῖς μου Χάρεβ, ὅτι ἐγεννήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπη- “ κολούθησέ μοι,” καὶ τὰ ἑξῆς. φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰπών· καὶ ὁ προφήτης “ πνεύματι πορνείας ἐπλανήθησαν. ἵνα εἴπῃ πρόθεσιν ἔσχον πορνικήν.

Ὠριγένησ. Καὶ κρινεῖ ἡ ἐκ πίστεως ἀκροβυστία. ἐλέγξησέ, φησιν, ὁ τὸ σημεῖον μὲν μὴ ἔχων· τὰ δὲ τοῦ σημείου κατορθώσας ὡς μὴ κατορθώσαντα· καίτοι δέον, ἐπεὶ καὶ ὑπέσχον, διὰ τοῦ σημείου μᾶλλον ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι.