Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

7.7.verse-7.7.4

Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412), Cramer, Oxford, 1844

Τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.

Τοῦ Χρυσοστόμου. Ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει· ἐπειδὴ γὰρ εἶπεν “ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι “γράμματος,” ἐπήγαγε, “τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία;” καὶ γὰρ πρὸς τούτου ἦν εἰρηκὼς, ὅτι τὰ παθήματα τῶν ἁμαρτιῶν “διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία “ὑμῶν οὐ κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν·” καὶ, “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις·” καὶ, “ὁ νόμος “δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.” καὶ, “ὁ νόμος “ὀργὴν κατεργάζεται.” ἐπεὶ οὖν ταῦτα ἅπαντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι τὴν ἀντίθεσιν, καὶ φησὶ, “μὴ γένοιτο·” πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων· λοιπὸν γὰρ ὁ ἀκούσας καὶ ὑπὲρ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ’ αὐτοῦ τὸ δοκοῦν εἶναι ἄποροι καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν, προσλαβὼν ἐκεῖνον τέθεικεν· οὐ γὰρ εἶπε· τι οὖν εἴποιμι ἄν; ἀλλὰ “τί οὖν ἐροῦμεν;” ὡς βουλῆς καὶ γνώμης προκειμένης· καὶ ἐκκλησίας κοινῆς συγκεκροτημένης· καὶ οὐ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τῆς ἀντιθέσεως φανείσης.

Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτεῖναι δύναται, οὐδεὶς ἀντερεῖ, φησί. καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον. καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. εἰ τοίνυν ταῦτα ὡμολογημένα, τί ἃν εἴποιμεν

164
περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; μὴ γένοιτο· λῦσον οὐν τὴν άπορίαν. εἶδες πῶς μεθ’ ἑαυτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν ἐπὶ τὴν λύσιν ἔρχεται; τίς οὖν ἡ λύσις; ἁμαρτία μὲν οὐκ ἔστι φησί· “τὴν δὲ ἁμαρτίαν οὐκ “ἔγνων, εἶ’ μὴ διὰ νόμου.” ὅρα σοφίας ἐπίτασιν. ὅπερ γὰρ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. τί ἐστι τὸ ἔλαττον; “ὅτι τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.

Τοῦ Θεοδωρήτου. Πόλλα γὰρ εἰρηκὼς ἀνωτέρω, τοῦ νόμου καθαπτόμενα, καὶ προορῶν ὡς πνευματικῆς χάριτος ἠξιωμένος, ὅτι τῶν αἱρετικῶν τινὲς εἰς κατηγορίαν ταῦτα τῆς παλαιᾶς λήψονται διαθήκης, καὶ νομιοῦσιν ἄλλου τινὸς εἶναι Θεοῦ τὸν νόμον τὸν παλαιὸν, ἀναγκαίως καὶ τὰς ἀντιθέσεις τίθησι· καὶ ἐπιφέρει τὰς λύσεις. καὶ πρῶτον μὲν, βλάσφημον ἔδειξε τὴν ἐρώτησιν, τὸν ἀπαγορευτικὸν λόγον τεθεικώς· “μὴ γένοιτο.” εἶτα διδάσκει τοῦ νόμου τὸ χρήσιμον· οὐ μόνον γάρ φησιν οὐκ ἔστιν ὁ νόμος ἁμαρτίας διδακτικός· ἀλλὰ καὶ τὸ ἐναντίον, ἁμαρτίας κατήγορος· οὐ γὰρ ἃν ἔγνων, τί τὸ κακὸν, εἰ μὴ ὁ νόμος ἐδίδαξεν.

Σευηριανοῦ. Οὐκ εἶπεν οὐκ ἐποίησα· ἀλλ’ “οὐκ ἔγνων.’ ὥστε οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν, ὁ νόμος αἴτιος· παιδευτικὸς οὖν ὁ νόμος· μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν· ἐκεῖνο μέντοι ζητητέον, πῶς ἐνταῦθα εἰπὼν, “τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου,” ἐν ἑτέροις δείκνυσιν, ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησί· “ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ποιῇ·” παρίστησι γὰρ διὰ τούτων ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λεκτέον δὲ ὅτι εἰ καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα· οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται· παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται· διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις· διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μή· καὶ διαρθροῦσα καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν.

Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ, ὅτι “ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα

165
“τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· ἀπήλλακτο δ’ ἃν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς· βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς τῆς ἁμαρτίας ὁ νόμος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐνεργεῖται δι’ αὐτοῦ ἐν ἡμῖν τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἃν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ἀπαντᾷ· καὶ ἀποφάσκει μὲν, ὅτι οὐ πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ μᾶλλον, καἰ δι’ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτῃ τοι φησίν. “τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ “τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.” ὅρα τοίνυν ὅτι οὐκ εἶπε τὴν ἁμαρτίαν οὐκ εἶχον εἰ μὴ διὰ νόμου· ἀλλ’ ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος· παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς. τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστάς· οὐχ ἵνα μαθόντες ἐργάσοιντο· εἴ γε καὶ πρὶν εἰδέναι πάντως που καὶ ἔδρων. “οὐ γὰρ ἦν δίκαιος οὐδὲ εἷς,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχω- ρήσειαν.

Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τοῦ Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖα τίς οἱμος· ἀποκομίζουσά ποι· καὶ διερρίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμάς· ὀρωρύχθων δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτά τινες ἔστωσαν οἱ ἐν νυκτὶ καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ· περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις· καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι. ἔχοντος δὲ ὧδε τοῦ πράγματος. δάδα τίς λαβὼν, ἐπ’ αὐταῖς ἔστησε ταῖς τριόδοις· ἐμφανῆ καθιστὰς τοῖς ἰοῦσι τὰ μεταξύ· οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ’ ἵνα ἀπαλλάττοιντο τοῦ κακοῦ. ἆρ᾿ οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἣ μᾶλλον ἐκεῖνο φαμέν· ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν; ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοί· πλείστοις τὲ ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν. οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ’ ἃν εἰκότως ἣ λέγοιτο· πολλοῦ γε καὶ δεῖ. παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην.

166