Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204)

Catenae (Novum Testamentum)

hyp-2

Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204), Catenae Graecorum patrum in Novum Testamentum, vol. 6, Cramer, Oxford, 1842

1

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑTΑΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣTΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.

Του κηρύγματος εἰς τὰ ἔθνη δεχθέντος, τινὲς τῶν ἐκ τῆς περιτομῆς ἐξιόντες ἔπειθον τὰ ἔθνη Ίοϋδαΐζειν. καὶ πρώτη περὶ τούτου φαίνεται ζήτησις γεγενημένῆ ἐν Ἀντιοχείᾳ, ὅτε ἔδοξε τοῖς αὐτόθι πιστοῖς ἀποστεῖλαι Παῦλον καὶ Σίλαν πρὸς τοὺς Ἀποστόλους τοὺς ἐν Ἱεροσολύμοις ἔτι τότε διατρίβοντας, ἐφ’ ᾧτ’ τε τὸ ἐκείνοις δοκοῦν μαθεῖν τε καὶ πληρῶσαι, ὅτε καὶ οἱ Ἀπόστολοι δείξαντες ὅτι τῷ Ἁγίῳ Πνεύματι δοκεῖ ὃ μέλλουσι γράφειν προστάττουσι μὴ ὑποκεῖσθαι νόμῳ· τηρεῖν δὲ μόνον τοῦ εἰδώλου καὶ τοῦ εἱδωλοθυτου καὶ του αἵματος καὶ του πνικτοῦ καὶ τῆς πορνείας τὴν φυγήν.

ταῦτα πανταχοῦ περιϊὼν καὶ κηρύττων ὁ Παῦλος τηρεῖν προσέταττεν· ἀλλ’ οἱ ἐκ περιτομῆς οὐκ ἐπαύοντο τὰ ἐναντία ποιοῦντες· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἐν πλείοσιν ἐπιστολαῖς τὸν Παῦλον ἰσχυρῶς πρὸς αὐτοὺς ἀποτείνεσθαι.

Ἐκράτησε δὲ τὸ νόσημα τῶν Γαλατῶν ἁπάντων συμφώνως Ἰουδαΐζειν βουληθέντων· ἐπείσθησαν δὲ ὑπὸ τῶν διαστρεφόντων Ιουδαΐζειν λεγόντων ὅτι καὶ Πέτρος ὁ πρῶτος τῶν Άποστόλων καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῷ μίμῳ κέχρηνται καὶ οὐ κωλύουσι τοὺς βουλομένους τοῦτον τηρεῖν. οὐκ ἐκώλυον δὲ δογματίζοντες, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων.

Ὀ δὲ Παῦλος εἰς τὰ ἔθνη κηρύττων οὐ χρείαν εἶχε τῆς συγκαταβάσεως ταύτης, ὥστε γ᾿ οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ· ἀλλ’ οἱ ἀπατῶντες οὐ λέγοντες τὰς αἰτίας δι’ ἃς καὶ οὗτοι κἀκεῖνοι συγκατέβαινον, προελογίζοντο

2
τοὺς ἀφελεστέρους, λέγοντες ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήμερον ἐφάνη· ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρου· καὶ οὗτος μὲν μαθητὴς τῶν Ἁποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Κυρίου· καὶ οὗτος μόνος, ἐκεῖνοι δὲ πολλοὶ καὶ στῦλοι τῆς ἐκκλησίας. καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον, λέγοντες ὅτι καὶ αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτομὴν καὶ τὰ λοιπὰ νόμιμα, φαίνεται τούτοις χρησάμενος ἀλλαχοῦ, καὶ ἑτέρως μὲν ἡμῖν ἑτέρως δὲ ἄλλως κηρύττων. ἐπεὶ οὖν ἐμπρησθὲν εἰδεν ἔθνος ὁλόκληρον καὶ πυρὰν χαλεπήν κατὰ τῆς Γαλατῶν ἀναφθεῖσαν ἐκκλησίας, γράφει τὴν Επιστολὴν πρὸς πάντα ταῦτα ἀπολογούμενος· καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ οἱ διορύττοντες αὐτοῦ τὴν ὑπίληωιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ αὐτὸς δὲ τῶν Απο στόλων γέγονε μαθητής· διὸ καὶ οὕτως ἔλεγεν.

3

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΓΑΛΑTΑΣ ΕΠΙΣΤΟΛΗΣ.

ά. Διήγησις τῆς ἑαυτοῦ μεταστάσεως ἀπὸ Ἱουδϊσμοῦ κατὰ ἀπο- κατὰ ἀπο- κάλυψιν.

β'. Περὶ τῆς τῶν ἀποστόλων ἐπιμαρτυρήσεως εἰς τὴν ἐν πίστει ζωήν.

γ΄ Περὶ τῆς πρὸς Κηφᾶν ἀντιρρήσεως, Περὶ τῆς ἐν πίστει καὶ οὐκ ἐν νόμῳ σωτηρίας.

δ'. Ὅτι διὰ πίστεως ὁ ἁγιασμὸς, οὐ διὰ νόμου.

ε'. Ὅτι καὶ Ἁβραὰμ ἐκ πίστεως ἐδικαιώθη εἰς τύπον

ς'. Ὅτι ὁ νόμος οὐ δικαιοῖ ἀλλ’ ἐλέγχει, καὶ κατάραν ἐπιτίθησιν, ἣν λύει Χριστός.

ζ΄ Ὅτι οὐκ ἐκ νόμου, ἀλλ’ ἐξ ἐπαγγελίας τὰ ἀγαθά. ὁ δὲ νόμος παρασκευαστὴς δι’ ἐλέγχου.

η'. Ὅτι ὑπὸ κτίσιν ἦσαν οἱ ἐν νόμῳ.

Θ᾿. Ὅτι ἐν τῇ ἐλευθέρᾳ γυναικὶ τοῦ Ἀβραὰμ καὶ τῷ γνησίῳ παιδὶ ὑποτυπωθέντας, οὐ χρὴ δουλοῦσθαι νόμῳ.

ἰ. Ὅτι ἡ κλῆσις ἡμῶν οὐχ ὑπόκειται περιτομῇ καὶ νόμῳ διὰ τὸ Χριστοῦ πάθος .

ιἀ. ὑπογραφὴ τῆς κατὰ πνεῦμα ἐλευθερίας.

ιβ'. ΄Αποτροπὴ ἀπὸ τῶν ἑλκόντων ἐπὶ τὴν περιτομὴν, καὶ προτροπὴ πρὸς νέαν ζωὴν τὴν ὑπὸ πνεύματι.

4

ΕΞΗΓΗΣΙΣ Ε1Σ THN ΠΡΟΣ TΟΥΣ ΓΑΛΑTΑΣ ΕΠΙΣTΟΑΗΝ.

1 ΠΑΥΛΟΣ Ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων.

Ἔλεγον γὰρ, ὡς προσεῖπον, οἱ ἀπατεῶνες ἐκεῖνοι, ὅτι τῶν Ἀποστόλων ἐκείνων ἔσχατος οὗτός ἐστι, καὶ παρ’ ἐκείνων ἐδι- δάχθη. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ ἰωάννης καὶ ἐκλήθησαν πρῶτοι, καὶ κορυφαῖοι τῶν Ἀποστόλων εἰσί· καὶ τὰ δόγματα ἐδέξαντο παρὰ τοῦ Κυρίου, καὶ χρὴ μᾶλλον ἐκείνοις πείθεσθαι ἣ τούτῳ. καὶ ταῦτα λέγοντες καὶ τὰ τοιαῦτα· καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐκ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλ’ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν. εἰκότως οὖν οὕτως ἤρξατο. ἐπειδὴ γὰρ τὴν μὲν αὐτοῦ διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες εἶναι, τὴν δὲ Πέτρου παρὰ Χρίστου, ἐκ προοιμίων εὐθέως πρὸς τοῦτο ἵσταται λέγων· " Ἀπόστολος ε-ι’ναι οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ " δι’ ἀνθρώπων.’’ ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ’ οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· ἀλλ’ αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμαστὴν ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι’ ἧς αὐτὸν ἐσαγήνευσε.

τὸν μὲν γὰρ Πέτρον καὶ τὸν ἀδελφὸν τούτου, καὶ τὸν Ἰωάννην, καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου, περιπατῶν παρὰ τὴν θάλασσαν ἐκά- ἐκάλεσε, τὸν δὲ Παῦλον εἰς οὐρανοὺς ἀνελθών· καὶ ὥσπερ οὐκ ἐδεή- ἐδεήθησαν ἐκεῖνοι δευτέρας φωνῆς, ἀλλ’ εὐθέως ἀφέντες τὰ δίκτυα καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν, οὕτω καὶ οὗτος, ἀπὸ τῆς πρώτης κλήσεως, πρὸς ἄκραν ἀνέβη κορυφήν· ὁμοῦ τε βαπτισάμενος, καὶ πόλεμον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόμενος· καὶ ταύτῃ μά-

5
λιστα τῶν Ἀποστόλων πλεονεκτήσας· “ περισσότερον γὰρ αὐτῶν “ ἐκοπίασσ,” φησίν. ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ’ ἀγαπᾷ τὰ ἴσα φέρων· τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν.

Τὸ μὲν οὖν “ ἀπ’ ἀνθρώπων,” κοινὸν ἁπάντων ἦν· ἄνωθεν γὰρ ἀρχὴν καὶ τὴν ῥίζαν ἔχει τὸ κήρυγμα τὸ δὲ οὐ δι’ ἀνθρώπων, ἴδιον τῶν Ἁποστόλων· οὐδὲ γὰρ δι’ ἀνθρώπων ἐκάλεσεν αὐτοὺς, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ. διατί δὲ μὴ τῆς κλήσεως ἐμνημόνευσεν, ἀλλὰ τῆς ἀποστολῆς ; ὅτι περὶ τούτου πᾶς ὁ λόγος ἦν· ἔλεγον γὰρ αὐτὸν ὑπὸ ἀνθρώπων τῶν Ἀποστόλων ἐγκεχειρίσθαι τὴν διακομίαν ταύτην, καὶ δεῖν ἐκεῖνον αὐτοῖς πείθεσθαι.

Οτι δὲ οὐχ ὑπ’ ἀνθρώπων ἐνεχειρίσθη, ὁ Λουκᾶς αὐτοῖς εἰπών· “ λειτουργούντων δὲ αὐτῶν καὶ νηστευόντων τῷ “ Χριστῷ, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, ἀφορίσατέ μοι τὸν Παῦλον “ καὶ τὸν Βαρνάβαν.” ὅθεν δῆλον, ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ νεύματος· ὑπὸ γὰρ τοῦ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Χριστοῦ φησὶν ἀπεστάλθαι. τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ τῷ νεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος πρεσβυ- τέροις, “ προσέχετε ἑαυτοῖς,’’ φησὶ, “ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν “ ᾡ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους·” καίτοι γε ἐν ἄλλῃ μὲν Ἐπιστολῇ· “ οὗς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ “ Ἐκκλησίᾳ· πρῶτον Άοιστίκιυς· δεύτερον προφήτας· εἶτα πόμ’ “ μένας καὶ διδασκάλους.’’ οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ· τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος. ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων· “ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός·’’ ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην ὡς ἐλάττονα οὖσαν προσερρῖφθαι τῷ Υἱῷ φασὶν, ὅρα τι ποιεῖ· ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς, μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέστους Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε.

Καὶ Θεοῦ Πατρός.

Εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦτο Πατρὸς μνημονεύσας εἶπε τὸ δι

6
οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι’ Οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νῦν δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν.

Οὐ γὰρ ὡς τὸ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς ὅτι οὐδὲ μίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν . . . τι δὲ . . . . καὶ ἀπὸ τοῦ βαπτίσματος ἐπινοοῦντές τινα ἐλάττωσιν διὰ τὸ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτί- ζεσθαι ἐνταῦθα ἃν εἴποιεν ; εἰ γὰρ καταδεέστερος ὁ Χριστὸς διὰ τὸ μετὰ Πατέρα κεῖσθαι, ἐπειδὴ ἐνταῦθα ἀπὸ τοῦ Υἱοῦ ἀρξάμενος ὁ Ἀπόστολος ἐπὶ τὸν Πατέρα ἔρχεται, τί ἃν εἴποιεν ; ἀλλ’ οὐδὲν ἃν εἴποιμεν βλάσφημον· οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι· ἀλλὰ τὰ μέτρα τῆς εὐσεβείας ἡμᾶς διατη- ρεῖν ἀναγκαῖον. ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδὴ τοῦ Χριστοῦ πρῶτον ἐμνημόνευσεν, ἐσχάτης τῆς γὰρ τοῦτο μανίας, οὕτως οὐδὲ ἐκεῖ ἐλάττονα χρὴ νομίζειν ὑμᾶς εἶναι τοῦ Πατρὸς τὸν Υἱόν.

(Εὐσεβίου Ἐμίσησ.) Ἄλλος δέ φησι· πατέρα νῦν καλεῖ Θεὸν, ἐπειδὴ βούλεται τὴν Ἐκκλησίαν εἰς υἱοθεσίαν ἐλευθέραν εἶναι τῆς διὰ νόμου δουλείας.

τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.

Τί ποιεῖς, ὦ Παῦλε ; Ἰουσιΐζοντας ἀνθρώπους ἐνάγειν πίστιν θέλων, οὐδὲν τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἄγεις εἰς μέσον· οἷον ὃ πρὸς Φιλιππησίους γράφων ἔλεγες· “ ὅτι ἐν μορφῇ “ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ὃ μετὰ ταῦτα ἐπιστέλλων Ἑβραίοις ἀνεβόησας· “ ὅτι ἀπαύγασμά “ ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.’’ ὃ ἐκ προοιμίων ὁ τῆς βροντῆς υἱὸς ἀνεφώνησεν· “ ὅτι ἐν ἀρχῇ ἦν ὁ “ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.” ὃ πρὸς Ἰουδαίους πολλάκις αὐτὸς ὁ Ἰησοῦς φθεγγόμενος ἔλεγεν· ὅτι τὰ αὐτὰ δύναται τῷ Πατρὶ, καὶ τὴν αὐτὴν ἐξουσίαν ἔχει· τούτούτων οὐδὲν λέγεις· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, τῆς κατὰ σάρκα οἰκονομίας μέμνησαι, σταυρὸν εἰς μέσον φέρων καὶ νέκρωσιν. καὶ φησίν· εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ λόγος ἦν, μηδὲν μέγα περὶ

7
τοῦ Χριστοῦ φανταζομένους, καλῶς εἶχεν ἐκεῖνα λέγειν· ἐπειδὴ δὲ ὡς μέλλοντας τιμωρεῖσθαι εἰ ἀποσταῖεν τοῦ νόμου, στασιά- ζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι’ οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν· λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως εὐεργεσίαν γενομένην ἅπασι· τὸ μὲν γὰρ εἰπεῖν, “ ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος,” καὶ τὸ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν,” καὶ τὸ “ ἴσον αὐτὸν εἰπεῖν τῷ Θεῷ," καὶ ὅσα τοιαῦτα, δεικνύντος μὲν ἦν τὴν τοῦ Λόγου θεότητα· οὐδὲν δὲ τοσοῦτον εἰς τὸ παρὸν συμ- βαλλομένου· τὸ δὲ εἰπεῖν “ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,’’ ἀναμιμνήσκοντος ἢν τῆς ὕπερ ἤμων πρὸς ἧμας εὐεργεσίας τὸ κεφάλαιον. ὅπερ οὐ μικρὸν εἰς τὸ προκείμενον αὐτῷ συνετέλει· καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτως τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις.

Διόπερ ἀφεὶς ἐκεῖνα εἰπεῖν, περὶ τῆς εἰς ἡμᾶς εὐεργεσίας γεγενημένης ποιεῖται τὸν λόγον· καὶ ὅτι οὐ Μωϋσῆς ἀπέθανεν ὑπὲρ τοῦ κόσμου, οὐδέ τις τῶν προφητῶν ἄλλος· οὐ δεῖ τοίνυν ἡττᾶσθαι τοῦ μὴ σώσαντος, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος· Εἰ γὰρ ἤρκει ὁ νόμος καὶ τὰ νόμιμα εἰς σωτηρίαν, οὐκ ἦν χρεία τοῦ σταυροῦ καὶ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἐπὶ τὸν σταυρόν. ἀλλ’ ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες· ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν υἱόν· ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἣ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἣ διὰ τὴν εἰς τὴν Πατέρα τιμὴν κατ’ ἄλλην τινὰ οἰκονομίαν, ταῦτα ἐκλέγουσιν καὶ καθ’ ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν ἑαυτοῖς· οὐ γὰρ ἃν εἴποιμι τῇ γραφῇ. οὓς ἡδέως ἂν ἐροίμην, τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν υἱὸν ἀποδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος; καὶ μὴν η εἰς αὐτὸν πίστις, καὶ τὰς σκίας τῶν πιστευόντων ἀνιστᾶν ἐποίει νεκρούς. εἶτα οἱ μὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι ὄντες ἔτι, ἀπὸ σκιᾶς μόνης τῶν πηλίνων σωμάτων ἐκείνων καὶ ἱματίων τοῖς σώμασι τούτοις περικειμένων νέκρους ἤγειρον, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυεν; καὶ πῶς οὐ φανερὰ αὕτη ἡ μανία καὶ παρανοίας ἐπίστασις; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι “ λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν”;

8
καὶ πάλιν· " ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν " ἔχω πάλιν λαβει-ν αὐτήν;" τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται, ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν ἅπερ αὐτὸς ποίει; καὶ γὰρ καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἕνεκεν εἴρηται τοῦτο, κα τῆς τῶν ἀκροατῶν ἀσθενείας.

Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.

Οὐδαμοῦ τοῦτο προσέθηκεν ἐπιστέλλων· ἢ γὰρ τὸ αὐτοῦ ὄνομα τίθησι μόνον, ἢ δύο καὶ τριῶν ἑτέρων ὀνομαστί· ἐνταῦθα δὲ πλῆθος ὁλόκληρον τέθεικε· διόπερ οὐδὲ ὀνομαστὶ τινὸς ἐμνημόνευσε. τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; διέβαλλον αὐτὸν ὡς μόνον ταῦτα κηρύττοντα, καὶ καινοτομίαν τινὰ τοῖς δόγμασιν ἐπεισάγοντα· θέλων οὖν ’ν. λεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώμης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφούς· δηλῶν, ὅτι ἅπερ γράφει, καὶ ἀπὸ τῆς ἐκείνων γράφει γνώμης.

ΕΥ̓ΣΕB1́οΥ. Καὶ οὐκ εἶπε, καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ, ἀλλὰ ** πάντες·" τῷ *’ πάντες’’ παριστῶν ὡς ἓν ἦν τὸ πλῆθος.

ταῖς ἐκκλησίαις τῆς Γαλατίας.

ToT Xptsostomot. Οὐ γὰρ μίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ’ ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος, αὕτη τῆς πλάνης ἐπενέμετο ἡ πυρά. θέα δέ μοι καὶ ἐνταῦθα τὴν πολλὴν ἀγανάκτησιν. οὐ γὰρ εἶπε, τοῖς ἀγαπητοῖς οὐδὲ τοῖς ἡγιασμένοις, ἀλλὰ ι ταῖς ἐκκλη- *’ σίαις τῆς Γαλατίας.’’ τοῦτο δὲ ἦν σφόδρα βαρυθυμοῦντος καὶ ὀδύνην ἐνδεικνυμένου, τὸ μὴ ἀπὸ τῆς ἀγάπης, μηδὲ ἀπὸ τῶν ὀνομάτων αὐτοὺς καλέσαι τῆς τιμῆς, ἀλλ’ ἀπὸ τῆς συνόδου μόνης· καὶ μηδὲ προσθεῖναι ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ’ ἁπλῶς *’ ταῖς ἐκκλησίαις τῆς Γαλατίας.’’ ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιμίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνομα τῆς ἐκκλη- σίας οὐ τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ συνάγων εἰς ἕν· οἱ γὰρ εἰς πολλὰ διῃρημένοι μέρη οὐκ ἂν δύναιντο ταὐτῇ καλεῖσθαι τῇ προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα, συμφωνίας καὶ ὁμο- νοιας ἐστιν.

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Πανταχοῦ μὲν ἀναγκαίως τοῦτο τίθησι, μάλιστα δὲ Γαλά-

9
ταῖς ἐπιστέλλων· ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύνευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν. ἐπειδὴ πρὸς τὸν Θεὸν ἑαυτοὺς ἐξεπολέμωσαν, παρακαλεῖ τὸν Θεὸν πρὸς τὴν αὐτὴν αὐτοὺς ἐπαγαγεῖν εἰρήνην.

Θεοῦ Πατρός.

κἀντεῦθεν πάλιν ῥᾳδίως ἁλίσκονται οἱ αἱρετικοί. Ἐπεισὴ γὰρ φασὶ τὸν Ἰωάννην ἐκ προοιμίων τῶν εὐαγγελίων λέγοντα, “ καὶ “ Θεὸς ἦν ὁ Αόγος·” διὰ τὸ χωρὶς ἄρθρου τεθεικέναι τοῦτο, ὡς ἐλάττονα εἰσάγοντα τὴν θεότητα τοῦ υἱοῦ· καὶ πάλιν τὸν Παῦλον “ ἐν μορφῇ Θεοῦ τὸν υἱὸν ὑπάρχειν” λέγοντα, οὐ περὶ τοῦ Πατρὸς εἰρηκέναι διὰ τὸ χωρὶς ἄρθρου καὶ αὐτὸ κεῖσθαι, τί ἃν εἴποιεν ἐνταῦθα τοῦ Παύλου λέγοντος οὐκ ἀπὸ τοῦ Θεοῦ, ἀλλ’ “ ἀπὸ Θεοῦ “ Πατρός;” πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόμενος καὶ ὑπομιμνήσκων τὴν αἰτίαν, δι’ ἧς ἐγένοντο υἱοί· οὐ γὰρ διὰ νόμου, ἀλλὰ διὰ λουτροῦ παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιμῆς. Διὰ τοῦτο παντα- χοῦ καὶ ἐν προοιμίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, μονονουχὶ λέγων· οἱ δοῦλοι καὶ οἱ ἐχθροὶ καὶ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν ; μὴ ὁ νόμος ὑμῖν ταύτὴν ἐχαρίσατο τὴν εὐγένειαν ; μὴ ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο ; τί τοίνυν καταλιπόντες τὸν εἰς ταύτην ὑμᾶς τὴν ἐγγύτητα ἀγα- γόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ ; οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ υἱοῦ ταῦτα αὐτοῖς τὰ ὀνόματα ἱκανὰ τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Χριστοῦ Ἰησοῦ ὄνομα μετὰ ἀκριβείας ἐξεταζόμενον, τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται. καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, “ ὅτι αὐτὸς σώσει “ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν·” καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία, τῆς τοῦ Πνεύματος ἀνέμνησε χρίσεως.

τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ὁρᾷς ὅτι οὐ δουλικὴν ὑπέμεινε διακονίαν, οὐδὲ ἠναγκασμένην, ἀλλ’ ἑαυτὸν ἔδωκεν ; ὥστε ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν ὁ Πατὴρ, μὴ ἐλατ- τώσῃς τὴν ἀξίαν τοῦ μονογενοῦς διὰ τοῦτο, μηδὲ ἀνθρώπινον ὑποτώσῃς κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν

10
ἐννόησῃς διακονίαν τοῦτο λέγεται, ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν· ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, “ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν,” οὐ κατ’ ἐπιταγὴν, ἀλλὰ κατὰ τὸ θέλημα. Ἑπειδὴ γὰρ ἓν θέλημα Πατρὸς καὶ υἱοῦ, ἅπερ ὁ υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁ Πατὴρ ἤθελεν.

ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.

Μυρίοις, φησὶν, ἑαυτοὺς περιεπείραμεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι . . . . . . καὶ ὁ μὲν νόμος οὐ μόνον οὐκ ἀπήλ- λαξεν, ἀλλὰ καὶ κατεδίκασε· τὸ μὲν ἁμάρτημα φανερὸν καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν. ὁ δὲ υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ μυρία ἕτερα χαρισάμενος ἀγαθά. εἶτα φησὶν,

Οπως ἐξέληται ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.

Πάλιν ἕτεροι ταύτης τῆς λέξεως ἐπιλαμβάνονται αἱρετικοὶ, τὸν παρόντα βίον διαβάλλοντες, καὶ τὴν Παύλου μαρτυρίαν παρά- γοντες. Ίδοὺ γάρ, φησι, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τι ποτέ ἐστιν αἰὼν, εἰπὲ μοι ; χρόνος δηλονότι· ὁ δὲ χρόνος ἐν ὥραις καὶ ἡμέραις· τί οὖν ; τὸ διάστημα τῶν ἡμέρων πονηρὸν, καὶ ὁ τοῦ ἡλίου δρόμος; ἀλλ’ οὐδεὶς ἂν εἴποι τοῦτο ποτὲ, κἂν εἰς ἐσχάτην ἀλογίαν κατενεχθείη· ἀλλ’ οὐ τὸν χρόνον ρἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε· καὶ μὴν τὰ ῥήματά σου τοῦτο φησὶν, ἀλλ’ οὐχ ἵσταται ἐπὶ τῶν ῥημάτων, ἀφ’ ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέμνεις ἑρμηνείας ὁδόν. οὐκοῦν καὶ ἡμῖν συγχωρήσεις ἑρμηνεῦσαι τὰ εἰρήμενα· καὶ τοσοῦτον μᾶλλον, ὅσον καὶ εὐσεβῆ τὰ ἡμέτερα καὶ λόγον ἔχοντα· τι οὖν ἂν εἴποιμεν; ὅτι οὐδὲν τῶν κακῶν ἀγαθοῦ γένοιτ’ ἂν αἴτιον ποτέ· τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν ἡμῖν βίος αἴτιός ἐστιν. αὐτὸς γοῦν οὗτος ὁ μακάριος Παῦλος ἐπαινεῖ μεθ’ ὑπερβολῆς αὐτὸν, λέγων οὕτως· “ εἰ δὲ τὸ ζῆν ἐν σαρκὶ τοῦτό μοι “ καρπὸς ἔργου, καὶ τι αἱρήσομαι οὐ γινώσκω·” καὶ αἵρεσιν δὲ ἑαυτῷ προθεὶς τοῦ ζῆν ἐνταῦθα καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν· εἰ δὲ πονηρὸς ἦν, οὐκ ἂν ἐκεῖνος περὶ ἑαυτοῦ ταῦτα εἶπεν, οὐτ’ ἂν ἄλλος τις εἰς ἀρετὴν

11
αὐτῷ καταχρήσασθαι ἐδυνήθη, εἰ καὶ σφόδρα σπουδάζομεν· κακία γὰρ, οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο· οὐ πορνείᾳ εἰς σωφροσύνην· οὐ φθόνῳ εἰς φιλοφροσύνην· καὶ γὰρ ὅταν λέγῃ Παῦλος περι του φρονήματος τῆς σαρκὸς οτι τῳ νομῳ του Θεου ουχ υποὑποτάσσεται· οὐδὲ γὰρ δύναται, τοῦτο λέγει· ὅτι ἡ κακία οὐ δύναται εἶναι ἀρετή· ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις ἐννόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρμένην.

Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡμᾶς καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς ἦλθεν ὁ Χριστὸς, ἀλλ’ ἵνα ἀφεὶς ἐν τῷ κόσμῳ, παρασκευάσῃ τῆς ἐν τοῖς οὐρανοῖς διαγωγῆς γενέσθαι ἀξίους· διὰ τοῦτο καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγε, “ καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, καὶ “ ἐγὼ πρὸς σὲ ἔρχομαι· οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ “ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, τοῦτ’ ἔστιν, ἀπὸ τῆς κακίας. εἰ δὲ μὴ ἀνέχῃ τούτων, ἀλλ’ ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φῇς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν. ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων οὐκ ἐγκλημάτων ἀλλὰ στεφάνων ἄξιος, οὕτως καὶ ὁ βιαίῳ θανάτῳ καταλύων τὴν ζωὴν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ’ ὑμᾶς,; νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων μᾶλλον, καὶ πάντες βδελυττόμεθα εἰκότως. εἰ γὰρ ἑτέρους ἀναιρεῖν οὐ καλὸν, πολλῷ μᾶλλον ἑαυτόν. εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡμᾶς ἀπαλλάττουσι. τίνος οὖν ἕνεκεν . . . . . . . . . . . φησὶν αἰῶνα πονηρὸν ἐνεστῶτα ; τῇ κοινῇ κεχρημένος σννηθείᾳ· καὶ γὰρ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, κακὴν ἔσχον ἡμέραν· οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν ἢ τὴν περίστασιν διαβάλλοντες· οὕτω καὶ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις φησὶ, τῇ συνηθείᾳ κεχρημένος, καὶ δείκνυσιν ὅτι καὶ τῶν προτέρων ἡμᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁμαρτημάτων, καὶ πρὸς τὸ μέλλον ἠσφαλίσατο· τῷ μὲν γὰρ εἰπεῖν “ τοῦ δόντος ἑαυτὸν ὑπὲρ “ τῶν ἁμαρτιῶν ἠμῶν, ” ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι “ ὄπως “ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ,’’ τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν. ὁ μὲν γὰρ νόμος καὶ πρὸς τὸ ἓν αὐτὸ τοῦτο ἠσθένει· ἡ δὲ χάρις πρὸς ἀμφότερα δυνατὴ γέγονεν.

Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.

Επειδὴγὰρ ἐνόμιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν ὡς δεδωκότος

12
τὸν νόμον, καὶ ἐδεδοίκεισαν εἰ τὴν παλαιὰν ἀφέντες προσέλθοιεν τῇ κοινῇ, καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ· καὶ οὐκ ἁπλῶς εἶπε Πατρὸς, ἀλλὰ Πατρὸς ἡμῶν· καὶ συνεχῶς αὐτὸ τίθησιν· ἐντρέπων αὐτοὺς τῷ δεικνύναι ὅτι πατέρα ἡμῶν τὸν αὐτοῦ Πατέρα πεποίηκεν ὁ Χριοτός.

(Εὐσεβίου.) Ἄλλος δέ φησι, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἰπὼν, ἔδειξεν ὅτι τὸ κακὸν, οὐκ ἀγέννητον ἀλλὰ πρόσκαιρον, καὶ ἐν ἀνθρώποις πρὸς οὓς ἔγραψε, καὶ περὶ ἀνθρώπων τῶν πεισάντων αὐτοὺς ἀκαίρως κεχρῆσθαι τῷ νόμῳ.

(Θεοδώρου.) Αἰῶν δέ ἐστιν, ὡς ἄλλος φησὶν, οὐ φύσις ἐν ὑπο- στάσει γνωριζομένη, ἀλλὰ διάστημα, ὅπως ποτε ἐπινοούμενον, χρόνου, εἴτε μικρὸν, εἴτε μέγα· μικρὸν μὲν, ὡς ὅταν τὴν ἡμετέραν ζωὴν οὕτως καλῇ “ ὃ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου “σου·’’ μέγα δὲ, ὡς ὅτε τὸ πᾶν διάστημα οὕτω λέγει, τὸ ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς ἄχρι τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἐπὶ συντελείᾳ αὐτοῦ παρόντος βίου γινομένης νοούμενον· περὶ οὑ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος φησίν· “ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι “ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·’’ ὃν δὴ καὶ ἐνεστῶτα αἰῶνα ὁ Ἀπόστολος λέγει· οὕτω καλῶν αὐτὸν, ὡς ἃν ἐν αὐτῷ τὴν παροῦσαν ταυτηνὶ ζωὴν ζώντων ἡμῶν. πῶς οὖν ἃν γένοιτο διάστημα, ὃ μηδὲ ἐν ὑποστάσει θεωρεῖται ἢ καλὸν ἣ κακὸν κατὰ φύσιν ; ἀλλ’ ὅπερ βούλεται εἰπεῖν ὁ Ἀπόστολος, τοῦτό ἐστιν. ὁ πρῶτος ἄνθρωπος ὡς ἐγένετο, εἰ μὲν ἀθάνατος ἔμεινεν, ἐνεστὼς βίος οὐκ ἃν ἦν· ἅτε δὴ τέλος οὐκ ἔχων· ἐπειδὴ δὲ θνητὸς ἐγένετο διὰ τὴν ἁμαρτίαν, ἐνεστὼς καλεῖται βιὸς ὡς εἰκὸς ἡ παροῦσα ζωὴ πρὸς τὴν μέλλουσαν ὕστερον· ἐν ταύτῃ μὲν οὖν, καὶ ἁμαρτάνειν ἐπιδεχόμεθα, ὅθεν καὶ νομίμων ἡμῖν χρεία, ἐπὶ δέ γε τοῦ μέλλον τος αἰῶνος, οὐδὲ διὰ τάξεως χρεία ἡμῖν τίνος· ἐπείπερ ἔξω πάσης ἁμαρτίας τῇ τοῦ Πνεύματος χάριτι φυλαττόμεθα. βούλεται τοίνυν νυν εἰπεῖν, ὅτι δέδοται μὲν ὁ νόμος, ἁμαρτία δὲ οὐκ ἀνῄρητο· ἀλλὰ γὰρ καὶ σφόδρα ἡμῖν ἐπολιτεύετο· ἐπειδὴ γὰρ ἑκάστοτε παρεβαίνομεν ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα, παρὰ τὴν τοῦ νόμου διαπραττόμενοι διάταξιν, καὶ ἣν οὐδὲν τὸ τοῦ ἁμαρτάνειν ἡμᾶς ῥυόμενον· ἀλλὰ αὐτὴ ἡ τῆς φύσεως ἀσθένεια καθεῖλκεν ἔπι

13
πταίειν, ὁ δέ γε Χριστὸς ἀποθανὼν ὑπὲρ ἡμῶν καὶ ἀναστὰς, παρασχόμενος δι’ αὐτοῦ καὶ ἡμῖν τὴν τῆς ἀναστάσεως μετουσίαν, ἀπήλλαξεν ἡμᾶς τῆς τοῦ παρόντος βίου ζωῆς, ἐν ἡ πολλὰ τῶν οὐ προσηκόντων διαπραττόμεθα, καὶ κατέστησεν ἐπὶ ἐλπίδι τῆς μελλούσης ζωῆς· λοιπὸν ἀθάνατοί τε καὶ ἀπαθεῖς διαμένοντες, ἔξω πάσης ἁμαρτίας ὃ μηδαμῶς παρασχεῖν ἡμῖν ὁ νόμος ἐξίσχυσεν· ὃ καὶ καλῶς ἐπισφίγγων προσέθηκε, “ κατὰ τὸ θέλημα τοῦ “ Θεοῦ καὶ Πατρὸς ἡμῶν.” τὸ δὲ “ἐξέληται’’ εἴρηκεν, ἴνα παραστήσῃ ὅτι οὐκ ἦν ἄλλῳ εὐχερὲς τινὶ οὔτε νόμῳ οὔτε προφήταις· τὸ γὰρ ἐξέληται, μικροῦ βίαν σημαίνει· ἀλλ’ οὐ βίαν, ἀλλὰ δύναμιν μιν τοῦ ῥυσαμένου. πῶς δὲ οὐ βίαν ἀλλὰ δύναμιν ; οὐκ εἶπεν τοῦ ἁρπάσαντος, ἀλλὰ “τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν “ ὅπως ἐξέληται ἡμᾶς·’’ αὕτη ἡ λέξις, τὸ δυσκατόρθωτον παντὶ ἄλλῳ παρέστησε. κέκληται δὲ πατὴρ ἡμῶν ὁ Θεὸς, ἵνα τῆς υἰοθεσίας φανερουμένης, ἐκβληθῇ ἡ διὰ νόμου ἀνάγκη. “ᾧ ἡ δόξα εἰς “τοὺς αἰῶνας ἀμήν·’’ καὶ τοῦτο καινὸν καὶ παρηλλαγμένον· τὸ μὲν γὰρ ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις ἐπιστολῆς εὑρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά· ἐνταῦθα δὲ δεικνὺς ὅτι (??) (??) (??) (??) καὶ τὰ εἰρημένα ἱκάνην εἶχεν κατηγορίαν Γαλατων καὶ ὅτι λόγος ἀπηρτισμένος ἐστὶν, τὸ προοίμιον ταῦτα τέθεικε· τὰ γὰρ φανερὰ τῶν ἐγκλημάτων, οὐ πολλῆς δεῖται κατασκευῆς. ἀναμνήσας τοίνυν τοῦ σταυροῦ, τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν κατέκλεισε τὸν λόγον· τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης· διὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέκρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, εἰπὼν γαρ “ ῳ η οοζα “εἰς τοὺς αἰῶνας ἀμὴν,’’ ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως οὕτω λέγων·

Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον.

Τοῦ Χρυσοστόμορ. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ νόμου φυλακῆς

14
ὑπώπτευον ἀρέσκειν τῷ Πατρὶ καὶ Ἰουδαῖοι τὸν Χριστὸν διώκοντες, τοῦτο πρῶτον ἐνδείκνυται· ὅτι οὐ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα παροξύνουσι τοῦτο πράττοντες· οὐ γὰρ ἀπὸ τοῦ Χριστοῦ φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ Πατρὸς μεθίστασθαι τοῦτο ποιοῦντες· ὥσπερ γὰρ ἡ παλαιὰ οὐ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτως καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα τὰ κοινά· “ πάντα γὰρ φησι “ τὰ τοῦ Πατρός μου, ἐμά ἐστιν·’’ εἰπὼν τοίνυν ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήματα τίθησι, καὶ τὴν μετάθεσιν, καὶ τὴν ταχίστην μετάθεσιν· καὶ μὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος.

Ἄξιος μὲν γὰρ ἐγκλημάτων καὶ ὁ μετὰ πολὺν ἀποστὰς χρόνον. ὁ δὲ ἐκ πρώτης προσβολῆς, καὶ ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς καταπεσὼν, ἐσχάτης ἐξήνεγκεν ἀσθενείας ὑπόδειγμα· ὃ καὶ τούτοις ἐγκαλεῖ λέγων· τί τοῦτο ; οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑμᾶς· μετὰ τοσαύτην χάριν, μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, ἐπὶ ζυγὸν δουλείας ηὐτομολήσατε ; ταῦτα δὲ λέγων, δείκνυσιν ὁμοῦ οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην τινὰ καὶ ἐσπουδασμένην· οὐδὲ γὰρ ἃν εἰ τῶν τυχόντων αὐτοὺς ἐνόμιζεν εἶναι, ἐθαύμασεν ἃν ἐπὶ τῷ γενομένῳ· ἀλλ’ ἐπειδὴ τῶν γνησίων φησὶ καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἦν ἱκανὸν αὐτοὺς ἀναστήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν· ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε, “ τοσαῦτα ἐπάθετε εἰκῆ· εἴγε καὶ εἰκῆ καὶ οὐκ εἶπε μετέθεσθε, ἀλλὰ “ μετατίθεσθε·’’ τοῦτ’ ἐστιν, οὐδέπω πιστεύω οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου· τοῦτο γοῦν σαφέστερον προιὼν λέγει· “ ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι “ οὐδὲν ἄλλο φρονήσετε.”

Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς, ἐν χάριτι Χριστοῦ.

Ἡ μὲν κλῆσις ἐστὶ τοῦ Πατρός· τῆς δὲ κλήσεως ἡ αἰτία τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθημεν· μᾶλλον δὲ καὶ ταῦτα ἐκείνου, καὶ ἐκεῖνα τούτου· “ τὰ γὰρ ἐμὰ, σὰ,’’ φησὶ

15
“ καὶ τὰ σὰ, ἐμά.’’ καὶ οὐκ εἶπεν ἀπὸ τοῦ Εὐαγγελίου μετατίθεσθε, ἀλλ’ ἀπὸ τοῦ καλέσαντος ὑμᾶς, φησι, Θεοῦ· ὃ γὰρ ἦν φρικωδέστερον, καὶ μᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέθεικεν. οἱ γὰρ ἀπατᾶν αὐτοὺς βουλόμενοι οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ’ ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομάτων τῶν οὐ μεθίστων· τοιαύτη γὰρ τοῦ διαβόλου ἡ πλάνη, μὴ γυμνὰ προτιθέναι τὰ θήρατρα· εἰ μὲν γὰρ εἶπον ἀποστῆναι ἀπὸ τοῦ Χριστοῦ· ὡς πλάνους ἃν καὶ λυμεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῆ πίστει τέως, καὶ τῇ πλάνῃ τὸ τοῦ Εὐαγγελίου ἐπιθέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν τῶν εἰρημένων· καθάπερ τινων παραπετασμάτων, τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους· ἐπεὶ οὖν Εὐαγγέλιον ἐκάλουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται λέγων.

Εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο.

Ἀλλ᾿ ὅμως ὅπερ πάσχουσιν οἱ νοσοῦντες, ἐκ τῶν ὑγιεινῶν βλαπτόμενοι σιτίων, τοῦτο καὶ Μαρκίων ἐνταῦθα ἔπαθεν .... . . . . . . ὅτι ἴδου . . Παῦλος εἶπεν, οὐκ ἔστιν Εὐαγγέλιον· οὐδὲ γὰρ παραδέχονται τοὺς Εὐαγγελιστὰς ἅπαντας, ἀλλ’ ἕνα μόνον· καὶ αὐτὸν περικόψαντες καὶ συγχέσαντες ὡς ἐβούλοντο· τί οὖν ὅταν αὐτὸς λέγῃ, “ κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ “ κήρυγμα Ἰησοῦ Χριστοῦ;"

Εστι μὲν οὖν πολλοῦ γέλωτος ἄξια τὰ εἰρημένα παρ’ αὐτῶν· πλὴν ἀλλὰ κἂν καταγέλαστα ἦ, ἀναγκαῖον ἐλέγχειν αὐτὰ, διὰ τοὺς εὐκόλως ἀπατωμένους· τι οὑν ἐροῦμεν ; ὅτι κἂν μυρίοι φῶσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλά· καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται.

Ωσπερ οὖν κἂν εἷς ᾖ πάλιν ὁ γράφων, καὶ ἐναντία γράφῃ, οὐκ ἔστιν ἓν τὰ γραφόμενα· τὸ γὰρ ἓν καὶ τὸ οὐκ ἓν, οὐ τῷ τῶν γραφόντων φόντων ἀριθμῷ, ἀλλὰ τῇ ταὐτότητι καὶ ἑτερότητι τῶν λεγομένων κρίνεται· ὅθεν δῆλον ὅτι καὶ τὰ τέσσαρα Εὐαγγέλια ἕν ἐστιν Εὐαγγέλιον. ὅταν γὰρ οἱ τέσσαρες τὰ αὐτὰ λέγωσιν, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο διὰ τὴν τῶν προσώπων διαφορὰν, ἀλλ’ ἓν διὰ τὴν τῶν εἰρημένων συμφωνίαν καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν.

16

(Σευηριανοῦ.) Ἄλλος δέ· “Εἰς ἕτερον Εὐαγγέλιον ὃ οὐκ ἔστιν “ ἄλλο’’ φησίν· τὸ γὰρ ἡμέτερον Εὐαγγέλιον καὶ τὸ τῶν Ἁποστόλων ἐκτὸς ὑμᾶς εἶναι βούλεται νόμου.

(Θεόδωροσ.) Ἄλλος δὲ πάλιν, οὕτως ἑρμηνεύει τὰ εἰρημένα. διὰ πάντων ηὔξησε τὴν ἀτοπίαν τῆς μεταβολῆς τὸ οὕτως εἰπὼν, πολλὴν εἶχον τὴν ἔνδειξιν· καὶ τὸ ταχέως ἐπισυνάψας καὶ τὸ “μετατίθεσθε’’ προστεθεικὼς οὐ μετάγεσθε, ὡς ἐπὶ ἀψύχων φησὶ “μετατίθεσθε·’’ “εἰς ἕτερον Εὐαγγέλιον·’’ ἵνα δοκῇ παντελὴς εἶναι εὐσεβείας μετάθεσις· καὶ ἵνα μὴ δόξῃ συγχωρεῖν ἕτερον Εὐαγγέλιον εἶναι ὃ οὐκ ἔστιν ἄλλο· πῶς οὖν εἴπας ἕτερον ; “εἰ μὴ τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μετα“ στρέψαι “ στρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ·’’ τὴν ἀπὸ τοῦ ὄντος Εὐαγγελίου μεταβολὴν, ἕτερον εἰπὼν Εὐαγγέλιον· εἶτα ἐπειδὴ τὰ τῶν Ἀποστόλων πρόσωπα προεβάλλοντο, ὥστε δεῖξαι ὅτι οὐκ ἑαυτὸν ἐκείνων προτιμᾷ, ἀλλὰ τὴν ἀλήθειαν, ἧς ἐκτὸς οὐδὲ ἑαυτὸν εἷναί τι νενόμικεν· ὅθεν αὐτὸ καὶ ἐπαύξων ἔλεγεν· “ ἢ ἄγγελος ἐξ “ οὐρανοῦ·’’ ἵνα μηδὲ ἡ τοῦ τόπου ἀξιοπιστία μετὰ τοῦ προσώπου συναφθεῖσα ἀντίρροπος τῆς ἀληθείας εἶναι νομίζηται· ἲς εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς’’ φησὶ “ καὶ θέλοντες ἀνατρέπειν τὸ “ Εὐαγγέλιον τοῦ Χριστοῦ.’’ τουτέστιν, ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον Εὐαγγέλιον· ἕως ἃν ὀρθὰ βλέπητε καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενοι.

Δεικνὺς δὲ ὅτι μικρὸν παραποιηθὲν τὸ ὅλον λυμαίνεται, εἶπε, τὸ Εὐαγγέλιον ἀνατρέπεσθαι.

Καθάπερ c γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασιν, ὁ μικρὸν τοῦ χαρακτῆρος περικόψας, ὅλον τὸ νόμισμα κίβδηλον εἰργάσατο, οὕτως καὶ ὁ ·τῆς ὑγιοῦς πίστεως, καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυμαίνεται, ἐπὶ τὰ χείρονα προιὼν ἀπὸ τῆς ἀρχῆς. διὰ τοῦτο καὶ ὁ Παῦλος τὴν περιτομὴν, ἀνατροπὴν τοῦ Εὐαγγελίου καλεῖ.

Αλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ορᾷς σύνεσιν ἀποστολικήν ; ἵνα γὰρ μήτις λέγῃ ὅτι κενο [*](c In marg. ὑπόδειγμα.)

17
δοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα καὶ ἑαυτὸν ἀναθεμάτι- σεν· ἐπειδὴ δὲ καὶ εἰς ἀξιώματα κατέφυγον, Ἰάκωβον, καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. μὴ γάρ μοι Ἰάκωβον εἴπῃς, φησὶ, καὶ Ἰωάννην· κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τίς τῶν ἐξ οὐρανοῦ διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. καὶ οὐκ ἁπλῶς εἶπεν ἐξ οὐρανοῦ, ἀλλ’ ἐπειδὴ καὶ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο, “ χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν· καὶ νόμον ἐκζητήσουσιν “ ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν·’’ ἵνα μὴ τούτους νομίσῃς λέγεσθαι ἀγγέλους, τῇ τοῦ “ οὐρανοῦ’’ προσθήκῃ τὰς ἄνω δυνάμεις ἠνίξατο· καὶ οὐκ εἶπεν, ἐὰν ἐναντία καταγγέλλωσιν ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ κἂν μικρόν τι εὐαγ- γελίζωνται “ παρ’ ὃ εὐηγγελισάμεθα,’’ κἂν τὸ τυχὸν παρακίωνσιν, “ ἀνὰθεμα ἔστω.

Ὡς προείρηκα καὶ πάλιν λέγω.

Ινα γὰρ μὴ νομίσῃς θυμοῦ τὰ ῥήματα εἶναι, ἣ ὑπερβολικῶς εἰρῆσθαι, ἣ κατὰ συναρπαγήν τινα, δεύτερον αὐτὸ πάλιν τίθησιν· ὁ μὲν θυμῷ τι προαχθεὶς εἰπεῖν, κἂν μεταγνοίη ταχέως· ὁ δὲ δεύ- τερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἰπεῖν καὶ πρό- τερον τῇ γνώμῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν· οἱ γὰρ ἄγγελοι, κἂν μεγάλοι, ἀλλὰ δοῦλοι καὶ λειτουργοὶ τυγχάνουσιν ὄντες· αἱ δὲ γραφαὶ πᾶσαι, οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων δεσπότου Θεοῦ γραφεῖσαι παρεπέμφθησαν· διὰ τοῦτό φησιν· “ ἐάν τις ὑμᾶς εὐαγγελίσῃ τι πη ὃ εὐηγγελισάμεθα’’ ὑμᾶς, καὶ οὐκ εἶπεν ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς· τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ ἄνω χρησά- μένον ὑπερβολῇ, ὡς ἅπαντας καὶ τοὺς κάτω περιλαβεῖν ; διὰ μὲν γὰρ τοῦ εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. ταῦτα δὲ, οὐχ ὡς καταγιγνώσκων τῶν Ἀποστόλων φησὶν, οὐδὲ ὡς παρακαινόντων τὸ κήρυγμα· ἄπαγε. εἴτε γὰρ ἡμεῖς εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμε- νος ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ.

18

(Σεγηριανοῦ.) Ἄλλος δέ, φησιν, ἔστω ἄγγελος· διὰ τί δὲ καὶ ἡμεῖς, ὅτε ἐκηρύττομεν Πνεύματος Ἁγίου δυνάμει ἐκηρύξαμεν· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον . . . . . . . . . . . . . . . . . . . . .... ἔστω οὖν καὶ ὁ κῆρυξ ἀνάθεμα ἀθετῶν τὸ κήρυγμα.

Πάρ’ ὃ παρελάβετε.

Οὐκ ἐκήρυξα μὲν ἐγὼ φησίν· ὑμεῖς δὲ οὐκ ἐλάβετε, ἀλλὰ καὶ ἐγὼ ἐκήρυξα, καὶ ὑμεῖς παρελάβετε· οὔτε ἐγὼ μετανοῶ κηρύξας, καὶ ὑμεῖς τηρήσατε ὃ εἰλήφατε.

Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν ; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν ; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χρι- στοῦ δοῦλος οὐκ ἂν ἤμην.

Μέλλων αὐτοὺς ὑπομιμνήσκειν τοῦ ἰδίου Εὐαγγελίου, προλαβὼν ἀσφαλίζεται, ἵνα μὴ νομίσωσιν ὅτι θεραπεύει ὑπαγόμενος· ἐπιπλήττει γὰρ νουθετῶν. εἰπὼν δὲ, εἰ ἔτι, ἐδήλωσεν ὅτι ἤρεσκε ποτ’ ἀνθρώποις· τίσι δὲ ἤρεσκε ; παρ’ ὧν ἔλαβεν ἐπιστολὰς τοὺς εἰς Δαμασκὸν πιστοὺς κακῶσαι· εἰ οὖν, φησὶν, ἤρεσκον ἔτι τοῖς Ἰουδαίοις, οὐκ ἃν ἐπίστευσα τῷ Χριστῷ.

Αλλοσ δέ φησι, πρὸς ἐκείνην ἀπομάχεται τὴν ὑπόνοιαν τὴν φάσκουσαν, ὅτι παρ’ ὐμῖν ἅλλα εἶπεν, ἐν ’δε Ἰουδαίᾳ ἄλλως ἔζῃ, καὶ φησί· πῶς δύναμαι ἄλλος εἶναι ἔξωθεν, ἄλλος δὲ ἔσωθεν, Θεοῦ ὄντος τοῦ ἐφόρου ; τι δὲ προβαλλόμενος ἀξιώματα ἀνθρώ- πινα, οἷς ἐγὼ οὔτε μάχομαι οὔτε διαφωνῶ ;

Ὥστε ὁμοῦ μὲν ἀπολογούμενος, ὁμοῦ δὲ αὐτῶν κατεξανιστάμενος ταῦτα τέθεικε· τοὺς γὰρ μαθητευομένους, οὐ δικάζειν τοῖς διδασκάλοις ἀλλὰ πιστεύειν προσῆκεν. Ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος· τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκείνῳ περὶ τῶν δογμάτων ἀπολογήσασθαι τούτων. ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ, καὶ ἀπάτῃ κέχρηται, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέ- σκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ὅθεν φησι “ καὶ ἡμεῖς οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ τῆς παρ’ ὑμῶν ἐφιέ- “ μένοι δόξης, ταῦτα γράφομεν νῦν.’’ Εἰ γὰρ ἤθελον ἀνθρώποις

19
ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν ἐκκλησίαν ἐδίωκον. Ινα οὖν μὴ νομίσωσιν ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα λέγει καὶ τὰ ἑξῆς, καὶ ἐπαρθῶσι, διὰ τοῦτο προεῖπεν.

Αρτι γὰρ ἀνθρώπους πείθω.

Οἶδε γὰρ ἐς καιρὸν τὸν προσήκοντα, πρὸς τὴν τῶν μαθητῶν διόρθωσιν, καὶ ὑψηλὸν καὶ μέγα τί φθέγγεσθαι· καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, καὶ ἀπὸ πάντων τῶν ἄλλων ὧν κατέλεξε Κορινθίοις ἐπιστέλλων· ἀλλ’ ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους ἀλλὰ πρὸς τοὺς Ἀποστό λους ὁ λόγος αὐτῷ ἦν νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, ἑτέρωθεν μεθοδεύει τὸν λόγον, τὴν προτέραν ἀποστροφὴν διηγούμενος, καὶ φησίν, “ γνωρίζω δὲ ὑμῖν ἀδελφοί.’’

ΚΕΦ. Α.

Διήγησις τῆς ἑαυτοῦ μεταστάσεως ἀπὸ Ἰουδαϊσμοῦ κατὰ ἀποκάλυψιν.

Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν λισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου αὐτὸ παρέλαβον, οὐδὲ ἐδίδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.

Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, ἀλλ’ αὐτοῦ δι’ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν· καὶ ποῖα τοῖς ἀπίστοις ἀπόδειξις γένοιτ’ ἃν, τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι’ ἑαυτοῦ καὶ μὴ δι’ . . . . . . ἀπόρρητα ἐκεῖνα μυστήρια ; ἡ προτέρα ἀναστροφὴ φησί· οὐ γὰρ ἃν εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, λύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν· οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς σωφρονήσας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγίειαν. διὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι σπουδῆς, καὶ μάρτυρας

20
αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι’ ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ οἱ μὴ παρόντες ; ὅτι δὲ διώκτης ἤμην σφοδρὸς, ἴστε· καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστίνων καὶ Γαλατῶν· ὥστε οὐκ ἃν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ ἡ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. διὸ καὶ φησί.

Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν, ὅτι καθ’ ὐπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αυτην.

Ορᾷς πῶς ἕκαστον μετὰ ἐπιστάσεως τίθησιν ; καὶ οὐκ αἰσχύνεται· οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ καὶ μεθ’ ὑπερβολῆς· καὶ οὐκ ἐδίωκεν μόνον, ἀλλὰ καὶ ἐπόρθει. τουτέστι, σβέσαι ἐπιχείρει τὴν ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον.

(Εὐσεβίου.) Ἄλλος δέ φησι. Ἐν ἀρχῇ μὴ καλέσας Εὐαγγέλιον αὐτοῦ, ἐνταῦθα ἐπιφέρει· “ τὸ Εὐαγγέλιον τὸ εύαγγελισθεν ὑπ’ ἐμοῦ.

Επειδὴ ἀμφίβολον ἐγίνετο ποῖον ἔστι τὸ τοῦ καλέσαντος Εὐαγγέλιον οὐχὶ τοῖς πράγμασιν, ἀλλὰ ταῖς συκοφαντίαις· ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον, ὡς φασὶν, ὅτι παρὰ Πέτρου παρέλαβον· πῶς οὐκ ἔστι κατὰ ἄνθρωπον ; “ οὐδὲ γὰρ ἐγὼ παρέλαβον αὐτὸ, “ οὐδὲ ἐδιδάχθην·’’ χρήσιμον τὸ “ παρέλαβον,’’ καὶ καλὸν τὸ “ ἐδιδάχθην·’’ ταῦτα γὰρ τοῖς ἀνθρώποις συνῆπτον· ἡ γὰρ χάρις ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμα παραδιδόασι καὶ διδάσκουσι· δάσκουσι· ἀναγκαῖα δὲ καὶ ἡ τῶν ἀδελφῶν προσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο· ἄλλα μὲν εἰπὼν, ἄλλα δὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν, ἐξωθεῖται τὴν ὑπόνοιαν.

Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν ποτὲ ἐν τῷ Ἰουδαϊσμῷ.

Καὶ οὐκ εἶπε τῷ νόμῳ· τίς οὖν ἡ ἀναστροφή ; “ ὅτι κἀς “ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ.’’ Ἐπειδὴ γὰρ πρὸς τὰ νόμιμα μέλλει λέγειν, ἐδόκει δὲ ὁ νόμος εἶναι Θεοῦ· περὶ Χριστοῦ δὲ ἄλλα ὑπενοεῖτο, οὐκ εἶπε “ καθ’ ὑπερβολὴν ἐδίωκον

21
“ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ,’’ ἀλλὰ “ τὴν ἐκκλησίαν τοῦ “ Θεοῦ.’’

Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ, ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.

Πάλιν “ Ἰουδαισμῷ·’’ οὐ γὰρ βούλεται ὑπομνῆσαι τοῦ νόμου, ἵνα μὴ σκληρὸν ᾖ τὸ λεγόμενον· “ ὑπὲρ πολλοὺς συνηλικιώτας· “ πόλλους’’ καὶ οὐ πάντας, διὰ τὸ σύμμετρον· “ συνηλικιώτας’’ δὲ, διὰ τὸ μὴ κατὰ τῶν πρεσβυτέρων δοκεῖν ἐπαίρεσθαι· “ ἐν τῷ “ γένει μου’’ δὲ, ἵνα παραστήσῃ ὅτι ἐκεῖθεν μὲν αὐτῷ ἡ ῥίζα, ἐντεῦθεν δὲ ὁ καρπός· “περισσοτέρως ζηλωτὴς ὑπάρχων,’’ ἵνα διὰ τῆς ὑπερβολῆς ὅσον ἀντέκειτο τῇ Ἐκκλησίᾳ παραστήσῃ. “ πα “ τρικῶν’’ δὲ “ παραδόσεων’’ εἶπε, καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προτεθέντα λέγει, καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν ὑπάρχειν.

Ἄλλοσ δέ φησι. Νῦν δείκνυσιν, ὅτι πλέον τι τῶν περὶ Πέτρον ἔχει· οὐ γὰρ ἐζήλωσαν ἐκεῖνοι ὑπὲρ τοῦ Ἱουδαϊσμοῦ ἀπειθοῦντες τῷ Χριστιανισμῷ ὡς ἐγώ· μὴ τοίνυν οἰηθῆτι ὅτι μισήσας τὸν νόμον ἦλθον εἰς τὴν χάριν· ἐξεδίκουν γὰρ τὸν νόμον, ἀλλ’ εὗρον τὸ τέλειον, καὶ οὐκ ἐξισῶ τὸν νόμον τῇ τελείᾳ χάριτι.

(Χργσόστωμωσ.) Καὶ ἄλλος δὲ ὧδε λέγει. εἰ τὰ κατὰ τῆς ἐκκλησίας οὐ δι’ ἄνθρωπον ἔπραττον ἀλλὰ διὰ ζῆλον θεῖον· ἐσφαλμένον μὲν, ζῆλον δὲ ὅμως. πῶς νῦν ὑπὲρ τῆς ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω ; εἰ γὰρ ἐν τῶ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ’ ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ, μᾶλλον εἰ b τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἃν εἴην ὑπονοίας· ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ σημεῖον ἐστὶ, φησὶ, τοῦ μετὰ άληθείας μεταστῆναι· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἕτερον, ἐστι μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν καὶ ὕβριν τιμῆς, καὶ [*](b Cod. ἢ.)

22
κινδύνους ἀνέσεως· καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι ; οὐκ ἐστιν οὐδὲν, ἀλλ’ ὁ τῆς ἀληθείας ἔρως.

Ὅτε εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσεν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.

Ὅρα τί σπουδάζει δεῖξαι ἐνταῦθα, ὅτι καὶ τὸν χρόνον ὃν ἐγκατελείφθη, διά τινα οἰκονομίαν ἀπόρρητον ἀφείθη.

Εἰ γὰρ ἐκ κοιλίας μητρὸς ἀφώριστο γενέσθαι Ἀπόστολος καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην, ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς . . . . . . . . δηλονότι Θεὸς δι’ ἀπόρρητόν τινα αἰτίαν ἀνεβάλλετο τέως· κέκληκε δὲ αὐτὸν ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐτοῦ· “ σκεῦος γὰρ ἐκλογῆς μοι ἐστὶ’’ πρὸς τὸν Ἀνανίαν ἔλεγε, “ τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων·’’ τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα· καὶ ταύτην αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ, τῆς χάριτος εἶναι φησὶ τὸ πᾶν, καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· “ ἀλλ’ ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ’ “ ὅτι ἐπιτήδειος, ἀλλ’ ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυ“ μίαν, “ μίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς “ ζωὴν αἰώνιον·” εἶδες ταπεινοφροσύνης ὑπερβολὴν, διὰ τοῦτο γάρ φησιν ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου, φιλανθρωπίας ἀπολελαυκότος.

Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί.

Αλλαχοῦ δὲ φησὶν ὁ Χριστός· “ οὐδεὶς γινώσκει τὸν Πατέρα, “ εἰ μὴ ὁ Υἱὸς, καὶ ὧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·’’ εἶδες ὅτι καὶ Πατὴρ Υἱὸν, καὶ Υἱὸς Πατέρα ἀποκαλύπτει ; οὕτω καὶ επι τῆς δόξης· καὶ Υἱὸς δοξάζει Πατέρα καὶ Πατὴρ Υἱόν· “ δόξασόν “ με,’’ φησὶν, “ ἵνα δοξάσω σε,“ διατί δὲ μὴ εἶπεν “ ἀποκαλύψαι “ τὸν Υἰὸν αὐτοῦ ἐμοὶ, ἀλλ’ ἐν ἐμοί ; δεικνὺς ὅτι οὐ διὰ ῥημάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ Πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ τὴν ψυχήν· καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα.

23

Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι.

Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειραγωγηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν· οὕτως γάρ μοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα αὐτὸς ἴδω μόνον, ἀλλ’ ἴνα καὶ εἰς ἄλλους ἐξενέγκω καὶ οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ’ “ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν “ τοῖς ἔθνεσιν·’’ ἐντεῦθεν προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου· οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἐξ ἐθνῶν κηρύττειν ἀναγκαῖον ἦν.

Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.

τοὺς Ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν· εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτο φησὶν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν.

Σευηριανόσ. Οὐ διαβάλλων δὲ τοὺς Ἀποστόλους τοῦτο φησὶν, ἀλλ’ ὅτι οὐκ ἐστοίχησα θνητῇ σαρκί.

(Θεδδροδ.) Καὶ ἄλλος δὲ εἰς τὸ, “ ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς “ ὁ ἀφορίσας με ἐκ κοιλίας μητρ όςμου’’ φησιν — Καλῶς αὐτὸ ἐπὶ τὴν πρόγνωσιν ἀνήνεγκε τοῦ Θεοῦ, ὥστε καὶ πρὸ τῆς αὐτοῦ ὑπάρξεως φαίνεσθαι τῷ Θεῷ τοῦτο δεδογμένον· τοσοῦτον ἀποδέον τοῦ καινότητα εἶναί τινα καὶ εὕρεσιν ἀνθρώπων τὸ κήρυγμα.

Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ Ἀποστόλους.

Τοῦ Χρυσοστόμου. ταῦτα εἰ μέν τις αὐτὰ κἄ ἑαυτὰ ἐξετάσειε τὰ ῥήματα, δοκεῖ πολλοῖς μεγαληγορίας γέμειν, καὶ πόρρωθεν εἶναι φρονήματος ἀποστολικοῦ. τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ· “ εἶδον γάρ’’ φησιν “ ματαιότητα, ἄνθρωπον δόξαντα πη ἑαυτῷ “ φρόνιμον εἶναι· ἐλπίδα μέντοι εἶχεν ἄφρων μᾶλλον αὐτοῦ·’’ καὶ “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες·· καὶ αὐτὸς πάλιν· “ μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.’’ οὐκ ἃν οὖν ὁ τοσαῦτα παρ’ ἑτέρων ἀκούσας, καὶ αὐτὸς . . . . . . . ἑτέροις, τούτοις . . . . . ἃν δὲ τὴν αἰτίαν προσθῶμεν, δι’ ἣν ταῦτα ἐλέγετο, θαυμάσονται πάντες ὁμοφώνως τὸν εἰρηκότα. τοῦτο τοίνυν ποίωμεν· οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος· καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων,

24
ὅπου καὶ ἐπὶ πραγμάτων ; ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται· καὶ τὸν Ἠλίαν οὕτως ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ, καὶ τὸν Φινεές· τὸν δὲ Ἀβραὰμ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ’ ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν τρόπον καὶ τίς ἢν δι’ ὅλου περὶ τοὺς Ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα, ἐκ ποίας ἐλέγετο γνώμης· οὐ γὰρ ἐξευτελίζων ἐκείνους οὐδὲ ἑαυτὸν ἐπαίρων, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα, πῶς γάρ ; ὅπου γε καὶ ἑαυτὸν ἀνεθεμάτισεν, ἀλλὰ πανταχοῦ τοῦ εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν ἐκκλησίαν πορθοῦντες, ὅτι τοῖς Ἀποστολοῖς ἕπεσθαι ἔδει τοῖς μὴ κωλύουσι ταῦτα οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ Ἰουδαϊκὴ πλάνη κατὰ μικρὸν εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως· οὐ τοὺς Ἀποστόλους κακῶς εἰπεῖν βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι. διὰ τοῦτο φησὶν, “ οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.’’ καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸ παρὰ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. οὐκ ἀπονοίας οὖν ἕνεκα ταῦτα ἔλεγεν, ἀλλ’ ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα· “ οὐδὲ ἀνῆλθον,” φησὶ, “ πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους·” ἐπειδὴ γὰρ ἄνω κάτω τοῦτο ἔλεγον ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, οὐκ ἀπῆλθον, φησὶ, πρὸς ἐκείνους.

Εἰ δὲ ἐχρῆν αὐτοῖς ἀνακοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῶ τὸ κήρυγμα καὶ τοῦτο ἂν ἐκέλευσεν· ἀπῆλθεν οὖν πρὸς αὐτοὺς, μαθησόμενός τι παρ’ αὐτῶν· πότε ; ὅτε ἐν Ἀντιοχείᾳ τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ ἐκκλησίᾳ γέγονε, περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν· τότε δὴ ἦλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας· πῶς οὖν, φησὶν, “ οὐκ “ ἀνῆλθον οὐδὲ ἀνεθέμην “ ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον, οὐ μαθησόμενος παρεγένετο· ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν ἐξ ἀρχῆς, ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι.

25

Επειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν· οὐκ αὐτὸς πεισόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται. Εἰ c δὲ λέγει, “ οὐκ ἀνῆλθον,’’ ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτι ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ὅτε ἀνῆλθεν ἐπὶ τὸ μαθεῖν· καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται λέγων· “ εὐ- “ θέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.’’ οὐκ εἶπεν ἁπλῶς προσανεθέμην, ἀλλ’ “ εὐθέως·’’ εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν αὐτός.

Ἀλλ’ ἀπῆλθον εἰς Ἀραβίαν.

Ορα ζέουσαν ψυχήν· τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν, τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ’ ἀγριώτερον ἔτι διακειμένους· βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον· καὶ θέα μοι τὴν ταπεινοφροσύνην, εἰπὼν γὰρ, “ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν “ ὑπέστρεψα εἰς Δαμασκὸν,’’ οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τινας κατήχησε καὶ πόσους οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν Ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ καὶ ἔκτρωμα αὐτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν Ἀποστόλων, καὶ τῆς προσηγορίας ταύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν, ο πλέον πάντων κοπιάσας ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης.

Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον.

Ὅρα πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμήν· καὶ οὐ μόνον ἀμείνω, ἀλλ’ οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει· καὶ τοῦτο, ἐκ τῆς ἀποδημίας ταύτης δηλοῖ· οὐ γὰρ μαθησόμενός τι παρ’ αὐτοῦ οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ· οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς, καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα.

Ενθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, [*](c Cod. ἡ.)

26
οὐκ ἔτι ἐχρῆτο τούτῳ τῷ πλεονεκτήματι τοῦτο γὰρ οὐκ ἢν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομενους.

Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δέκα πέντε.

Τὸ μὲν οὖν δι’ αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ ἐπιμεῖναι τοσαύτας ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης.

Ἕτερον δὲ τῶν Ἀποστόλων οὐκ εἶδον.

Ὅρα ὡς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· δι’ αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε· ταῦτα δὲ λέγω συνεχῶς καὶ ἀξιῶ φυλάττειν, ἵνα ὅταν λέγῃ, ὅτι ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας ἢ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα.

Εἶδον οὖν, φησὶ, τὸν Ἰάκωβον· “ εἶδον,“ οὐκ ἐδιδάχθην παρ’ αὐτοῦ οὐδέν. Ὅρα δὲ μεθ’ ὅσης τιμῆς καὶ τοῦτον ὠνόμασεν· ἐνῆν γὰρ καὶ ἐξ ἑτέρου γνωρίσματος, τοῦτον ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλοπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν· ἀλλ’ ἐπειδὴ τὰ τῶν Ἀποστόλων σεμνολογήματα ἴδια ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων οὕτω σεμνύνει κἀκεῖνον, εἰπὼν τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ’ οὕτως ἐνομίζετο.

Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ οὐ μαι.

Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυ- χῆς τὴν ταπεινοφροσύνην ; καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογή- σασθαι.

Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.

Μετὰ τὸ τὸν Πέτρον ἰδεῖν, πάλιν ἔχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου· τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἀνέχεσθαι ἐπ’ τρίον θεμέλιον οἰκοδομεῖν· διόπερ οὐδὲ κατὰ ψιλὴν αὐτὸ συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. “ Ἤμην γάρ,’’ φησιν, “ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας· μόνον “ δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτὲ, νῦν εὐαγγελίζεται

27
“ τὴν πίστιν ἣν ποτὲ ἐπόρθει·’’ ταῦτα φησὶν ἵνα μάθῃς ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρῦξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπ’ ὄψεως γνώριμος ἢν αὐτοῖς.

Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.

Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης. οὐκ εἶπε καὶ ἐθαύμαζόν με, ἐπῄνουν, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. τὸν γὰρ Θεὸν, φησὶν, ἐδόξαζον ἐν ἐμοί.

ΚΕΦ. Β.

Περὶ τῆς τῶν Ἀποστόλων ἐπιμαρτυρήσεως εἰς τὴν ἐν πίστει ζωήν.

Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν, ἀνέβην εἰς τὰ Ἱεροσόλυμα, μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.

Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν, Πέτρον εἶναι φησί· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τοῦ Πνεύματος.

Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.

Οὐκ αὐτὸς ἐδεῖτο μαθεῖν ὅτι οὐκ εἰς κενὸν ἔτρεχεν, ἀλλ’ ἵνα οἱ ἐγκαλοῦντες πληροφορηθῶσιν.

Ἐπειδὴ γὰρ μείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τὸν μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο καὶ εἰς κενὸν τρέχειν, ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάμην αὐτοῖς τὸ Εὐαγγέλιον· οὐχ ἵνα αὐτός τι μάθω, ὃ καὶ προιὼν σαφέστερον λέγει, ἀλλ’ ἵνα διδάξω αὐτοὺς ταῦτα ὑποπτεύοντας, ὅτι οὐκ εἰς κενὸν τρέχω· τὸ γὰρ Πνεῦμα τὴν τοιαύτην προορώμενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν.

Βαρνάβαν καὶ Τίτον ἔλαβον μάρτυρας γενομένους τοῦ κηρύγματος· “ καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν “ τοῖς ἔθνεσι·’’ τουτέστι, τὸ χωρὶς περιτομῆς· “ κατ’ ἰδίαν δὲ τοῖς “ δοκοῦσιν.’’ Ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύμοις πάντες ἐσκανδαλίζοντο, εἴτις παραβαίη τὸν νόμον, εἴτις κωλύσειε χρήσασθαι

28
τῇ περιτομῇ, διὸ καὶ ἔλεγε, “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες “ εἰσὶ τῶν Ἰουδαίων τῶν πεπιστευκότων;” πεπιστευκότων ;” ;” καὶ κατηχημένοι περί σου, ὅτι ἀποστασίαν περὶ τοῦ νόμου τοῦ διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παρρησίᾳ μὲν παρελθεῖν καὶ τὸ κήρυγμα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου· ἵν᾿ οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς Ἀποστόλοις ἔδοξεν ἐναντία ταῦτα εἶναι· ὅταν δὲ λέγῃ “ τοῖς “ δοκοῦσιν,’’ οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς μεγάλους τοῦτο λέγει, ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησὶ, “δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν” ὅπερ ἐστι μετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν· οὕτω καὶ ἐνταῦθα “ τοῖς δοκοῦσι’’ φησί· μετὰ τῆς ἑαυτοῦ, καὶ τὴν κοινὴν πάντων λέγων ψῆφον.

Εὐσεβίου. Ἄλλος δέ φησι· καλῶς τὸ “ ἔδραμον·’’ προεί- ληπτο γὰρ τὸ κήρυγμα· “ τρέχω’’ δὲ, ἐπειδὴ ἐνειστήκει.

Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ Ἕλλην ὢν, ἠναγκάζετο περιτμηθῆναι.

Τοῦτ ἔστιν ἐξ Ἐλλήνων ὣν καὶ ἀκρόβυστος οὐ μόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ οὕτως ἔπραττον· καὶ Τίτον ἀκρόβυστον ὄντα οὐκ ἠνάγκασαν οἱ Ἀπόστολοι περιτμηθῆναι· ὅπερ ἀπόδειξις ἦν μεστὴ τοῦ μὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγομένων ἢ πραττομένων· καὶ τὸ πολλῷ τούτων μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ Ἀπόστολοι τοῦτο κελεῦσαι.

Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους.

τίνες εἰσὶν οὗτοι οἱ ψευδάδελφοι ; καὶ διατὶ ψευδαδέλφους καλεῖ τοὺς κατὰ τὴν τῶν Ἀποστόλων γνώμην καὶ αὐτοὺς κελεύοντας τοῦτο ποιεῖν ; ὅτι πρῶτον μὲν οὐκ ἔστι ταὐτὸν κελεύειν γίνεσθαι, καὶ γινόμενον συγχωρεῖν· ὁ μὲν γὰρ προστάττων μετὰ σπουδῆς ὡς ἀναγκαῖον καὶ προηγούμενον ποιεῖ· ὁ δὲ μὴ κελεύων, τὸν δὲ βουλόμενον μὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ’ οἰκονομίαν τινὰ πληρῶν. οἱ ψευάδελφοι τοίνυν οὐχ ὡς ποιοῦντες, ἀλλ’ ὡς τῆς χάριτος ἐκβαλεῖν καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν βουλόμενοι· πρώτη μὲν οὖν αὕτη ἡ

29
διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα· δευτέρα δὲ, ὅτι οἱ μὲν Ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει· οἱ δὲ ψευδάδελφοι πανταχοῦ.

Θεόδωροσ. Σευηριανόσ. Τινὲς τὸν “ δε” ἔφασαν εἶναι· “ διὰ δὲ τοὺς ψευδαδέλφους·’’ ἡ γὰρ ἀκολουθία ἐστὶν, ὅτι οὐδὲ Τίτος Ἕλλην ὣν ἠναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, τουτέστι τοὺς βουλομένους τηρεῖν τον νόμον.

Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἢν ἔχομεν ἐν τῷ Χριστῷ Ἰησοῦ.

Ὅρα πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ τὸν πόλεμον ἐδήλωσεν ἐκεῖνον· οἱ γὰρ κατάσκοποι, δι’ οὐδὲν εἰσέρχονται, ἀλλ’ ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι τότε ἐποίουν, τὴν ἐλευθερίαν ἡμῶν τὴν ἐν Χριστῷ, ὑπὸ τὴν δουλείαν τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι· διὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς τίνες ἀκρόβυστοι· οὐ τῷ τῶν κατασκόπων δὲ ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνεδείξατο.

Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῆ ὑποταγῇ.

Ὅρα λέξεως εὐγένειαν καὶ ἔμφασιν· οὐ γὰρ εἶπε τῷ λόγῳ, ἀλλὰ “ τῇ ὑποταγῇ·’’ οὐ γὰρ ἵνα τι διδάξωσι χρήσιμοι ταῦτα ἐποίουν, ἀλλ’ ἵνα ὑποτάξωσι καὶ δουλώσωνται· διὰ τοῦτο τοῖς μὲν Αποστόλοις εἴξαμεν, τούτοις δὲ οὐκέτι.

Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.

Ἵνα ὅπερ ἔφθημεν φησὶν εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βεβαιώσωμεν· “ ὅτι τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ “ πάντα, καὶ ὅτι εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·’’ καὶ ὅτι τοὺς περιτεμνομένους Χριστὸς οὐδὲν ὠφελήσει ταύτην τὴν ἀληθείαν βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαμεν· εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν Ἀποστόλων, καὶ εἰκὸς ἦν τινὰς λέγειν, πῶς οὑν ἐκεῖνοι ταῦτα προστάττουσιν ; ὅρα πῶς λύει σαφῶς τὴν ἀντίθεσιν· οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν ὅτι ἕνεκεν οἰκονομίας τοῦτο ἐποίουν οἱ Ἀπόστολοι· ἢ γὰρ ἃν ἐβλάβησαν οἱ ἀκούοντες.

30

Δεῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν, τοὺς μέλλοντας τί καρποῦσθαι παρ’ αὐτῆς χρήσιμον· εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται· καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ’ αὐτῆς ταύτης τῆς ὑποθέσεως χρήσομαι τῷ ὑποδείγματι. οὗτος αὐτὸς ὁ μακάριος Παῦλος μέλλων ποτὲ τὸν Τιμόθεον πέμπειν Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν μετὰ περιτομῆς, καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο, καὶ Τιμόθεος τοῖς . . . . . . . . . , . . . . ἵνα λύσῃ περιτομὴν, οὐδ’ ἃν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, προσηνῶς αὐτὸν ἐδείξαντο καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· διὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ’ ἑτέρως μεθοδεύει τὸν λόγον, οὕτω λέγων,

Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον ἀνθρώπου Θεὸς οὐ λαμβάνει.

Ενταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν Ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ὑγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν· οὐδὲ γὰρ ἐπειδὴ μεγάλοι εἰσι, καὶ ἔξαρχοι, ὁ Θεὸς αὐτῶν πρόσωπον λὴψεται· ἀλλ’ οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· καὶ οὐκ εἶπεν ὁποῖοί ποτε” εἰσὶν, ἀλλ’ “ ἠσαν·” δεικνὺς, ὅτι καὶ αὐτοὶ λοιποὶ ἤσαν πεπαυμένοι του οὐτῶ κηρύττειν, ἄτε του κηρύγματος πανταχοῦ διαλάμψαντος· τὸ δὲ “ ὁποῖοι ποτε ἦσαν,’’ εἰ οὕτω, φησὶν, ἐκήρυττον, αὐτοὶ τὸν λόγον δώσουσιν· οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ μέλλουσιν ἀπολογεῖσθαι· ταῦτα λέγει, οὐκ ὡς ἀμφιβάλλων, οὐδ’ ὡς ἀγνοῶν τὰ ἐκείνων· ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέρειν νομίζων, μεθοδεύει τὸν λόγον· εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντιαν ἔχων τάξιν κατηγορεῖν ἀυτῶν, καὶ ἄπο τούτου κατασκευάσῃ μάχης ὑπόθεσιν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν εἰπὼν,

31

Ὅτι ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο.

Ἃ μὲν ὑμεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἐμοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ “δεξιὰς ἔδωκαν,’’ ταῦτα ἐστὶ δηλοῦντος· ἀλλὰ τέως, οὐ λέγει τοῦτο· ἀλλ’ ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν· καὶ ταῦτα εἰδότες ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατὰ ἀποκάλυψιν Πνεύματος παρεγενόμην· καίτοι τὸν ἀκρόβυστον εἶχον μετ’ ἐμαυτοῦ· οὔτε οὖν ἐμοὶ τι πλέον ὧν ᾔδειν προσέθηκαν, οὔτε ἐκεῖνον περιέτεμον· ἀλλὰ τοὐναντίον. τινὲσς c μὲν φασὶ τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ’ αὐτόν· ἐγὼ δὲ, οὐκ ἂν εἴποιμι τοῦτο· τι γὰρ ἔμελλον παρ’ αὐτοῦ μανθάνειν· καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν· εἶτα ἐπειδὴ εἰκὸς ἢν ἀντειπεῖν τινὰς, ὅτι εἰ ἐπῄνεσαν πῶς τὴν περιτομὴν, οὐκ ἀνεῖλον· εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν, εἰπεῖν μὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς σνγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην οὖσαν ἑώρα· εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον μὲν περιτομὴν, ἑαυτοῖς δὲ ἐμάχοντο· τίς οὖν ἡ τούτου λύσις ; ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν· δι’ ἃ, τοῦτο μὲν οὐ λέγει· ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον· ἐπάγει δὲ,

Ἀλλὰ τοὐναντίον εἰδότες ὅτι πεπίστευμαι τὸ Εὐαγγέιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.

Περιτομὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγματα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόμενα ἔθνη· ἐπήγαγε γοῦν,

Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη.

Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτο- [*](c In marg. αἰνίττεται Θεόδωρον καὶ Σευηριανὸν καὶ Εὐσέβιον.)

32
μὴν Ἰουδαίους· καὶ δείκνυσιν ὁμότιμον αὐτοῖς ὄντα λοιπόν· καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει· δεικνὺς, ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας· ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁμονσίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαρρῶν λοιπὸν μετὰ παρρησίας διαλέγεται· καὶ οὐκέτι ἵσταται μέχρι τῶν Ἀποστόλων μόνον, ἀλλ’ ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ’ ἐκεί- νου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων, τοὺς Ἀποστόλους καλεῖ, καὶ φησὶ,

Ὅτι γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης.

Τιντέστιν καταμαθόντες δι’ αὐτῶν τῶν πραγμάτων.

Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.

Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν καὶ τοῖς Ἀποστόλοις ; οὐδὲ γὰρ ἃν ἐδόθη οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτο κήρυγμα ἦν· καὶ ὅπου μὲν συγκρίναι ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ’ ἐγκωμίου· " Κηφᾶς’’ λέγων “ καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι·” πάλιν οὐ τὸ εἶναι ἀναιρῶν τοὺς δοκοῦντας φησὶν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων· ὅτι οἱ μεγάλοι καὶ ἐξαίρετοι καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μόνοι μάρτυρες εἰσὶ τῶν λεγομένων· ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ τῶν πραγμάτων ταῦτα ἔμαθον· διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ.

Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.

Ὣ συνέσεως ὑπερβολή· δείκνυσι καὶ τὰ ἐκείνων αὐτοῦ, καὶ τὰ αὐτοῦ ἐκείνων· ταῦτα γὰρ ἑκατέροις ἐδόκει.

Εὐσσεβίου. Καὶ αἱ δεξιαὶ τὴν ὁμόνοιαν δηλοῦσι· πριστέτακεαι δέ φησιν Ἰάκωβος, διὰ τὸ τοῦ τόπου κύριον εἶναι· διατὶ δὲ ποτὲ μὲν Κηφᾶς, ποτὲ δὲ Πέτρος; οἱ ἐλθόντες εἰς τὴν Γαλατίαν καὶ ταράξαντες, Ἰουδαῖοι ἦσαν· Πέτρος οὖν, ὁ κατ’ ἐκείνους Κηφᾶς ὀνομαζόμενος· ἵνα οὖν δι’ οὖ ἤκουσαν, διὰ τούτου καὶ καλέσῃ, εἲρηται.

33

Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ὃ καὶ ἐσπούδασα τοῦτο αὐτὸ ποιῆσαι.

Ἐν μὲν τῷ κηρύγματι, φησὶ, διειλόμεθα τὴν οἰκουμένην. κἀγὼ μὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον, κατὰ τὸ τῷ Θεῷ δοκοῦν· εἰς δὲ τὴν τῶν πτωχῶν ἐπιμέλειαν τῶν παρὰ Ἰουδαίοις, ἐγὼ παρ’ ἐμαυτοῦ συνεισήνεγκα ἐκείνοις. εἰ δὲ πόλεμος ἦν καὶ μάχη, οὐκ ἃν τοῦτο κατεδέξαντο ἐκεῖνοι. τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί ; πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ, τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα καὶ πανταχόθεν ἧλαύνοντο· νοντο· καὶ τοῦτο δηλοῖ, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ λέγων· “ καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσ“εδέασθε·” μέμνηται δὲ καὶ αὐτῶν, καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς Ἐπιστολῇ, διὰ πάντων δεικνὺς, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες ὑπὸ τῶν μενόντων Ἑλλήνων ἐπολεμοῦντο, ὡς οἱ ἀπὸ Ἰουδαίων πιστεύσαντες, ὑπὸ τῶν ὁμοφύλων ἠλαύνοντο· τραχύτερον γὰρ πάντων τοῦτο τὸ ἔθνος. διὰ ταῦτα πολλὴν ποιεῖται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας· καὶ διὰ πάντων δείξας τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον γενομένης αὐτῷ ἐν Ἀντιοχείᾳ διαλέξεως μνμσθῆιῆςανι· καὶ φησὶν οὕτως,