Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204)

Catenae (Novum Testamentum)

hyp-3

Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204), Catenae Graecorum patrum in Novum Testamentum, vol. 6, Cramer, Oxford, 1842

96

ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣTΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.

(Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, ἡ Ἔφεσος, ἔστι μὲν τῆς Ἀσίας ἡ μητρόπολις, ἐτελεῖτο δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον τὴν Θεόν· καὶ τοσαύτῃ δεισιδαιμονίᾳ ἐκέχρηντο, ὡς μήδε’ τοὔνομα τοῦ τὸν ναὸν ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ· καὶ ὁ μακάριος δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς, τὰ πολλὰ διέτριψεν ἐκεῖ. καὶ γὰρ καὶ ἐξωρίσθη ἐκεῖ, καὶ ἐτελεύτησε· καὶ Τιμόθεον ἐκεῖ κατέλιπεν ὁ Παῦλος, καθὼς γράφων πρὸς αὐτὸν φησὶν, “ καθὼς παρεκάλεσά σε προσ- “ μεῖναι ἐν Ἐφέσῳ·” καὶ τῶν φιλοσόφων οἱ πολλοὶ μάλιστα ἀνθήσαντες περὶ τὴν Ἀσίαν εἰσί. λέγεται μὲν γὰρ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· τέως δὲ, ἡ Ἰωνικὴ πᾶσα, ἡ περὶ Παρμενίδην καὶ Ζήνωνά καὶ Δημόκριτον· καὶ πολλοὺς ἔτι καὶ νῦν εὕροι τίς ἃν φιλοσόφους ἐκεῖ. ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸς ἐκείνους γράφοντι. λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι, ἅτε ἤδη κατηχημένοις· ἔστι δὲ νοημάτων μεστὴ ἡ Ἐπιστολὴ ὑψηλῶν, καὶ δογμάτων· γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτὸς φησίν· “ προσεύχεσθε περὶ “ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρ- “ ρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσ- “ βεύω ἐν ἁλύσει·’’ ἃ δὲ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθά φησιν· ὡς ὅταν λέγῃ, “ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς

97
“ καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας, ἡ “ πολυποίκιλος σοφία τοῦ Θεοῦ·’’ καὶ πάλιν· “ συνήγειρε καὶ “ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις· καὶ ὃ ἑτέραις γενεαῖς οὐκ “ ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς Ἀποστόλοις τοῖς ἁγίοις “ αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι εἶναι τὰ ἔθνη συγκληρο- “ νομᾶ καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῳ χριστῷ.

Σευηριανὸε δέ φησι, ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτως καὶ τοῖς Ἐφεσίοις· Ἰωάννου προλαβόντος, καὶ τὸ κήρυγμα αὐτοῖς καταβαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς, μὴ κρατεῖσθαι νόμῳ· ἐπειδὴ οἱ Ἀπόστολοι ἐν Ιεροσολύμοις διάγοντες, διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύσαντας ἐτήρουν νόμον· εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε, καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποις χωρητὸν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχεται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων περιτιθεὶς, καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος, εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον· τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι, δυνάμεως ἦν πνευματικῆς.

Θεόδωροσ δέ φησι, ἐπῆλθέ μοι σφόδρα θαυμάζειν ἐκεῖνα τῶν εἰρηκότων τὸν μακάριον Ἰωάννην τὸν εὐαγγελιστὴν, πρῶτον τοῖς Ἐφεσίοις παραδεδωκέναι τὸν τῆς εὐσεβείας λόγον· οὐκ ἐνενόησαν γὰρ, ὡς Ἰωάννης τοὺς ὑστέρους χρόνους πη Ἐφεσίοις ἐγένετο· διαγενόμενος ἄχρι τῶν Τραϊανοῦ τοῦ βασιλέως καιρῶν, ἀπὸ τῶν Νέρωνος ἀρξάμενος· ἀφ’ οὗ Παῦλος ἀπετμήθη τὴν κεφαλὴν, καὶ ὁ Ἰουδαικὸς πόλεμος ἀρχὴν ἐδέξατο. Ἐπὶ τούτου γὰρ δὴ τοῦ πολέμου, πάντας μὲν ἀναχωρῆσαι τοὺς Ἀποστόλους τῆς Ἰουδαίας ἐγένετο· τότε δὲ καὶ Ἰωάννης εἰς τὴν Ἔφεσον γενόμενος, διετέλεσεν ἐπ’ αὐτῆς, ἄχρι τῶν Τραϊανοῦ διαγεγονὼς, ὡς ἔφην, καιρῶν. Παῦλος δὲ, οὐδὲ τεθεαμένος αὐτοὺς ἐπιστέλλων φαίνεται· καταλιμπάνει δὲ Τιμόθεον μετὰ τοῦτο, ἐπιστατήσοντα τῇ παρ’ αὐτοῖς ἐκκλησίᾳ, γεγονὼς ἤδη πη αὐτοῖς ὡς εἰκός. Τίς δὲ οὕτως ἠλίθιος ὥστ’ ἃν οἰηθῆναι, ὅτι παρόντος Ἰωάννου, Τιμόθεον ἐπὶ τῷ

98
τὴν ἐκκλησίαν οἰκονομεῖν κατελίμπανεν ; ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις λογίζεσθαι χρή· ὡς Ἐφεσίους ἐθεάσατο πολλῷ πρότερον, ἢ ἐπὶ τὴν ‘pώμην ἀπὸ τῆς Ἰουδαίας ἀναχθῆναι ὅλως, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μάθοι ἄν τις σαφέστερον· ὥστε φαίνεσθαι αὐτὸν πανταχόθεν, πολλῷ πρότερον τῆς Ἰωάννου διατριβῆς ταῦτα γράφοντα πρὸς αὐτούς.

99

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

α'. Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς καὶ τελειώσεως.

β'. Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χςιστῷ εἰσαχθέντων ἀγαθῶν εἰς

γ'. Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρὸς Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν.

δ'. Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν καὶ ἔλεγχον δαιμόνων.

ε'. Εὐχὴ ὑπὲρ τῆς ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ.

ς'. Παραίνεσις περὶ ἀγάπης ἑνωτικῆς, εἰ καὶ τὰ χαρίσματα διῄρηνται πρὸς ὠφέλειαν κοινήν.

ζ'. Περὶ σωφροσύνης καὶ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς.

η'. Περὶ τοῦ ζῇν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις, πνεύματι πληςουμένους διὰ ψαλμῶν, μὴ οἴνω.

θ'. Διάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσι κατὰ Χριστόν.

ι'. Ἐν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστὸν δυνάμεως.

100

ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

ΚΕΦ. Α.

Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς κα τελειώσεως.

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ Θεοῦ.

Ἐν τούτῳ κατὰ τὸ εἰωθὸς αὐτῷ τῆς Ἐπιστολῆς τὴν προγράφην συνεπέρανε· παραπλήσιόν τι τῇ παρ’ ἡμῖν συνηθείᾳ ποιῶν· ὡς ὅταν ἐπιστέλλοντες λέγομεν, ὁ δεῖνα, τῷ δεῖνι χαίρειν· προσέθηκε θῆκε δὲ τὸ “ διὰ θελήματος Θεοῦ,’’ ὁμοῦ τε συνδέων αὐτὰ, ὡς μηδὲν διακεκρίσθαι μηδὲ ἀπεσπάσθαι δοκεῖν τοῦ Θεοῦ τῶν διὰ τοῦ Χριστοῦ γενομένων· ὁμοῦ δὲ καὶ τὸ τῆς ἀποστολῆς ἔργον ἀναγκαιότατον ἑαυτῷ πανταχόθεν δεικνύς· πλήν γε δεία, ὅτι σύντομον τὴν προγραφὴν ἐποιήσατο· καταλλήλως καὶ τοῦτο τῇ προθέσει τοῦ λόγου ποιῶν· προκεῖται γὰρ αὐτῷ, τῆς τοῦ Χριστοῦ παρουσίας τὸ ὠφέλιμον εἰπεῖν ἐν εὐχαριστίας εἴδει συντόμως· οὐχ ὡς ἐπὶ τῆς πρὸς Ῥωμαίους ἐξεργαστικώτερον καὶ μετὰ τοῦ πρὸς τοὺς ἐναντίους λόγου.

Σευηριανὸ&#