Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204)

Catenae (Novum Testamentum)

hyp-2

Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204), Catenae Graecorum patrum in Novum Testamentum, vol. 6., Cramer, Oxford, 1842

226

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.

ΟΙ Φιλιππησίοι ἀπὸ πόλεως εἰσὶ τῆς Μακεδονίας· πόλεως κολωνείας, καθὼς ὁ Λουκᾶς φησίν. ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Είλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτοὺς, καὶ λαμπρὰν ἔσχεν τὸ κήρυγμα τὴν ἀρχήν. μαρτυρεῖ δὲ αὐτοῖς μὲν αὐτὸς πολλὰ καὶ μεγάλα· στέφανον αὐτοῦ καλῶν αὐτούς· καὶ πολλὰ πεπονθέναι λέγων· “ ὑμῖν γὰρ ἐχα- “ ρίσθη,” φησὶν, “ ἀπὸ τοῦ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, “ ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.” ὅτε δὲ ἔγραφεν πρὸς αὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι· διὰ τοῦτο φησὶν, “ ὥστε τοὺς δεσμοὺς “ μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ·” πραιτώριον τὰ βασιλεία τοῦ Νέρωνος καλῶν. ἀλλ’ ἐδέθη καὶ ἀφείθη· καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσεν εἰπὼν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μου συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ “ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνάμωσέν “ με.” τὰ οὖν δεσμὰ ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης λέγει· ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον· “ ἐν γὰρ τῇ πρώτῃ μου “ ἀπολογίᾳ,” φησὶν, “ οὐδείς μοι συμπαρεγένετο.” καὶ τοῦτο αὐτῷ γράφων ἐδήλου· οὐκ ἃν οὖν εἰ ᾔδει τοῦτο ἔγραψεν αὐτῷ· ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφεν ταύτην, μετ’ αὐτοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησὶν, “ ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον τα- “ χέως πέμψαι ὑμῖν.” καὶ πάλιν· “ τοῦτον μὲν ἐλπίζω εὐθέως πέμ- “ ψαι ὑμῖν, ὅταν ἀπί δῶ τὰ περὶ ἐμέ.” ἐξ αὐτῆς ἀφέθη γὰρ ἀπὸ τῶν δεσμῶν καὶ πάλιν ἐδέθη, μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. εἰ δὲ λέγει

227
ὅτι “ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ·” καὶ “ λειτουργία τῆς πίστεως “ ὑμῶν,” οὐχ ὡς ἤδη τούτου γενομένου, ἀλλ’ ὅτι καὶ ὅταν τοῦτο συμβῇ, χαίρω φησὶν, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλεν τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὣν φησὶν, “ὅτι ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἑλεὑ- “ σομαι πρὸς ὑμᾶς·” καὶ πάλιν· “ καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι “ μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.”

Ησαν δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππησίοι τὸν Ἐπαφρόδιτον χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ’ αὐτόν. διέκειντο γὰρ σφόδρα δρᾶ περὶ αὐτόν. ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· “ ἀπέχω πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ “ Ἐπαφροδίτου τὰ παρ’ Υμῶν·” ἐπεὶ οὖν ἔπεμψαν τοῦτο εἰσόμενοι, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς τὰ καθ’ αὑτὸν γράφων καὶ λέγων. “ γιγνώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς “ προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθε·” καὶ πάλιν· “ ἐλπίζω Τιμώ- “ θέον ταχέως πέμψαι ὑμῖν· ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν·” τὸ “ ἵνα δηλοῦντός δηλοῦντός ἐστιν, ὅτι ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι· οὕτω καὶ ἐγὼ ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. ἐπεὶ οὖν καὶ πολὺν χρόνον, ἦσαν μὴ πέμψαντες, τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· “ ἤδη ποτε ἀνεθάλλετε τὸ ὑπὲρ “ ἐμοῦ φρονεῖν·” καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι. εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησε· μὴ ὄντος σφόδρα ἐπισήμου, ὡς ὁ Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι. διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσφέρει παράκλησιν ὑπὲρ τῶν δεσμῶν· δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. εἶτα περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης· ταύτην εἶναι αὐτοῖς ἀσφάλειαν διδάσκων μεγίστην· καὶ οὕτω τῶν ἐχθρῶν αὐτ·οὺς εὐκόλως δύνασθαι περιγενέσθαι. οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοὺς διδασκάλους ὑμῶν· ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς· τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ. παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμονοία γίνεται· μὴ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ· κύνας τὲ αὐτοὺς κάλεσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας

228
ἀπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν· καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς καὶ ῥυθμίσας αὐτοὺς, καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν “ ὁ Κύριος ἐγγύς,” μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων· καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει.

Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν ἐπιπληκτικὸν οὐδαμοῦ· ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδὲ μίαν δοῦναι τῶ διδασκάλῳ λαβήν· μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ’ ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, ἡ πόλις αὕτη, πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα· εἴγε ὁ δεσμοφύλαξ, ἴστε δὲ ὅτι πάσης κακίας τὸ πρᾶγμα μεστὸν, εὐθέως ἀπὸ ἑνὸς σημείου μὲν προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. εἰ δὲ δεῖ εἰπεῖν Εὐωδίαν καὶ Συντύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν τὸν ἄνδρα· ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ, οἱ μαστίξαντες αὐτὸν, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνῃ, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιΐᾳ· “ δι’ ὧν,” φησὶν, “ ὅτι καὶ ἐν ἀρχῇ τοῦ εὐαγγε- “ λίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε,” οὐδενὸς ἑτέρου τοῦτο ποιοῦντος· “ οὐδεμία γάρ μοι,” φησὶν, “ ἐκκλησία “ ἐκοινώνησεν, εἰς λόγον δόσεως καὶ λήψεως.” καὶ τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον ἣ προαιρέσεως· “ οὐχ ὅτι οὐκ ἐφρονεῖτε,” φησὶν, “ ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ·’’ ταῦτα καὶ ἡμεῖς εἰδότες καὶ τοσούτους ἔχοντες τύπους, καὶ τὸ φίλτρο&#