Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

hyp-2

Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204), Catenae Graecorum patrum in Novum Testamentum, vol. 7, Cramer, Oxford, 1843

83

ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ ΠΡΩTΟΣ.

ΤΩΝ τῷ Παύλῳ συνόντων δόκιμος οὗτος ἦν. οὐκ ἂν οὑν αὐτῷ τὴν νῆσον ὁλόκληρον ἐπέτρεψεν, οὐκ ἃν τὰ ἐλλειφθέντα ἀναπληρῶσαι προσέταξεν. ἵνα γὰρ, φησὶ, τὰ ἐπιλείποντα ἐπιδιορθωθῇ, καὶ τοσούτων ἐπισκόπων κρίσιν ἐπέτρεψεν, εἰ μὴ σφόδρα ἐθάρρει τἀνδρί. φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέκνον αὐτῷ γράφειν, πλὴν ἀλλ’ οὔπω τοῦτο δῆλον ἀπὸ τούτου. οἶμαι δὲ αὐτοῦ, καὶ ἐν ταῖς Πράξεσιν εἶναι μνείαν· τάχα καὶ Κορίνθιος ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος αὐτῷ. δοκοῦσι δέ μοι χρόνοι εἶναι μέσοι τινές· καὶ ἐν ἀδίᾳ Παῦλος ὣν γράφει ταῦτα· οὐδὲν γὰρ περὶ πειρασμῶν, φησὶ, συνεχῶς δὲ περιστρέφει τοῦ Θεοῦ τὴν χάριν ἱκανὴν οὖσαν παράκλησιν τοῖς πεπιστευκόσι πρὸς ἀρέτην τὸ γὰρ μαθεῖν τίνων μὲν ἤσαν ἄξιοι, πρὸς τι δὲ μετέστησαν, καὶ χάριτι, καὶ τίνω, ἠξίωνται, οὐ μικρὰ προτροπή. ἀποτείνεται δὲ καὶ πρὸς τοὺς Ἰουδαίους· εἰ δὲ ὁλόκληρον τὸ ἔθνος ὑβρίζει, μὴ θαυμάσῃς· καὶ ἐπὶ Γαλατῶν γὰρ αὐτὸ ποιεῖ· οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους, ἀλλ’ ἐρωτικοῦ. εἰ μὲν γὰρ τῶν αὐτοῦ ἕνεκεν ταῦτα ἐποίει, εἰκότως τίς αὐτῶ ἐμέμψατο, εἰ δὲ πεπυρωμένος καὶ ζέων ὑπὲρ τοῦ κηρύγματος, οὐχ ὑβριστικῶς αὐτὸ ἐποίει· καὶ ὁ Χριστὸς δὲ μυρία ἐλοιδορεῖτο τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, ἀλλ’ οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ’ ὅτι τοὺς ἄλλους ἅπαντας ἀπολύων. βραχεῖαν δὲ ποιεῖ τὴν Ἐπιστολὴν, εἰκότως· καὶ τοῦτο δὲ τῆς ἀρετῆς τοῦ Τίτου τεκμήριον ἦν, τὸ μὴ δεῖσθαι λόγων πολλῶν, ἀλλ’ ὥσπερ τινὸς ὑπομνήσεως. αὕτη δέ μοι δοκεῖ τῆς πρὸς Τιμόθεον νεαρωτέρα Ἐπιστολὴ, ἐκείνην μὲν γὰρ πρὸς τῷ τέλει ὣν ἔγραφεν· ἐνταῦθα δὲ ἄφετος ὣν καὶ λελυμένος· τὸ γὰρ “κέκρικα παραχει- “μάσαι ἐν Ν̓ικοπόλει,” τεκμήριον ἦν τοῦ μηδέπω ἐν δεσμοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς δέσμιον ἑαυτὸν καλεῖ.

84

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ TITON ΕΠΙΣTΟΛHΣ.

α΄. Περὶ διδασκάλων ἐπιτηδείων εἰς διακονίαν, καὶ ἔλεγχον ἀπειθῶν.

β΄. Κατὰ τῶν σαρκικὰς καθάρσεις πρεσβευόντων, καὶ ὑπὲρ πνευματικῆς ἀρετῆς.

γ΄. Παραινέσεις ἃς δεῖ παραινεῖν καθ’ ἡλικίαν ἑκάστοις.

δ΄. Περὶ δούλων, ὡς ἂν καὶ αὐτοὶ τῆς Χριστοῦ χάριτος ἀξίως λεῦοιεν.

ε΄. Περὶ ἀρχόντων ὑπακοῆς, πρεπούσης τῇ ἐπιεικείᾳ τοῦ Χριστοῦ.

ς΄. Παραινέσεις περὶ τοῦ ἐκκλίνειν τοὺς αἱρετικοὺς ζητητάς.

85

ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ TITON ΕΠΙΣΤΟΛΗΝ.

ΠΑΥΛΟΣ δοῦλος Θεοῦ, Ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ.

Ὁρᾷς πῶς ἀδιαφόρως ταῦτα τίθησι; ποτὲ μὲν ἑαυτὸν τοῦ Θεοῦ δοῦλον λέγων, τοῦ δὲ Χριστοῦ Ἀπόστολον, ποτὲ δὲ τοῦ Χριστοῦ δοῦλον; “Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ·” οὕτως οὐδεμίαν οἶδε διαφορὰν Πατρὸς καὶ Υἱοῦ. “κατὰ πίστιν ἐκλεκτῶν “Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλπίδι “ζωῆς αἰωνίου.” τι ἐστι “κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ;” ὅτι ἐπίστευσας, ἣ ὅτι ἐπιστεύθης· οἶμαι αὐτὸν λέγειν ὅτι ἐπιστεύθην τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ, τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύσαντος εὐεργεσίας ἐγένετο. εἶτα ἵνα μὴ ἄλογος ἡ χάρις γένηται, ἐπήγαγε, “καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν,” ἀπὸ ταύτης ἐπιστεύθην, μᾶλλον δὲ καὶ τοῦτο ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάριτος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος, καὶ διὰ τοῦτο καὶ αὐτός φησιν ὁ Χριστὸς, “οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ “ἐξελεξάμην ὑμᾶς·” τὸ δὲ κατὰ πίστιν εἰπεῖν τὸ πᾶν ἐκείνοις ληίζεται, ὅτι δι’ ἐκείνους εἰμὶ Ἀπόστολος, οὐχ ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς· “καὶ ἐπίγνωσιν,” φησὶν, “ἀληθείας τῆς “κατ’ εὐσέβειαν·” ἔστι γὰρ ἀλήθεια πραγμάτων, ἀλλ’ οὐ κατ’ εὐσέβειαν· οἷον τὸ εἰδέναι τέχνας, ἀληθής ἐστιν ἐπίγνωσις, ἀλλ’ οὐ κατ’ εὐσέβειαν ἡ ἀλήθεια· ἣ τὸ κατὰ πίστιν, ὅτι ἐπίστευσαν καθάπερ οἱ λοιποὶ ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν. ἀπὸ πίστεως ἅ ἡ ἐπίγνωσις, οὐκ ἁπὸ λογισμῶν· “ἐπ’ ἐλπίδι ζωῆς

86
“αἰωνίου· εἶπε τὴν παροῦσαν, τὴν ἐν τῇ χάριτι τοῦ Θεοῦ· λέγει καὶ τὴν μέλλουσαν, καὶ ἔπαθλα τίθησιν ἡμῖν, ὑπὲρ ὧν ἡμᾶς εὐηργέτησεν, ἐπειδὴ ἐπιστεύσαμεν καὶ ἀπηλλάγημεν τῆς πλάνης. ἀλήθειαν δὲ ἐνταῦθα πρὸς τὸν τύπον φησὶ, καὶ γὰρ καὶ ἐκείνη ἐπίγνωσις ἦν καὶ εὐσεβείας ἦν, ἀλλ’ οὐκ ἀληθείας, οὐ μὴν οὐδὲ ψεύδους, ἀλλὰ τύπων καὶ εἰκόνος. “ἐπ’ ἐλπίδι ζωῆς αι’ωνίου,” ἐκείνη ἐπ’ ἐλπίδι ζωῆς τῆς παρούσης· “ὁ γὰρ ποιήσας,” φησὶν, “αὐτὰ, “ζήσεται ἐν αὐτοῖς,” ἐκεῖνοι οὐκ ἐκλεκτοὶ, ἀλλ’ ἡμεῖς· εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ, ἀλλ’ οὐκέτι. “ἣν ἐπηγγείλατο,” φησὶν, “ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αι’ωνίων,” τουτέστιν οὐ νῦν ἐκ μετανοίας, ἀλλ’ ἄνωθεν ταῦτα προώριστο· πολλαχοῦ δὲ τοῦτο τίθησι, δεικνὺς τὴν εὐγένειαν τὴν ἡμετέραν, ὅτι ἡμᾶς οὐ νῦν ἀλλ’ ἄνωθεν ἠγάπησεν. “ἐφανέρωσε δὲ καιροῖς ἰδίοις,” τίς οὖν ἡ ἀναβολή; κηδεμονίας χάριν καὶ τοῦ εὐκαίρως ποιῆσαι· τὸ γὰρ “ἰδίοις,” τουτέστι τοῖς προσήκουσιν. “τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, “ἐπιστεύθην ἐγὼ,” τουτέστι τὸ κήρυγμα· τοῦτο γὰρ τὰ πάντα εἶχεν τὸ εὐαγγέλιον, καὶ τὰ ἐνταῦθα, καὶ τὰ μέλλοντα, τὴν ζωὴν καὶ τὴν εὐσέβειαν, τὴν πίστιν, πάντα ὁμοῦ ἐν κηρύγματι, τουτέστι φανερῶς, μετὰ παρρησίας. ὥσπερ γὰρ ὁ Κήρυξ πάντων παρόντων ἐν τῷ θεάτρῳ κηρύττει, οὕτω καὶ ἡμεῖς κηρύττομεν, ὥστε μηδὲν προσθεῖναι, ἀλλ’ αὐτὰ ἃ ἠκούσαμεν εἰπεῖν· ἡ γὰρ τοῦ κηρύγματος ἀρετή ἐστιν ἐν τῷ πᾶσιν εἰπεῖν, καὶ γεγωνὸς οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν. “ὃ ἐπιστεύθην ἐγὼ, κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἤμων Θεοῦ, καὶ τὸ ἐπιστεύθην καὶ τὸ κατ’ ἐπιτάγην τυ αξιοπιστον δείκνυσιν· εἰ γὰρ ἐπιταγῆς ἐστι, οὔκ εἰμι κύριος, ἐπίταγμα γὰρ πληρῶ· τῶν γὰρ πρακτέων τὰ μὲν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν· τὸ γὰρ “ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, μωρὲ, ἔνοχός “ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς,” τοῦτο ἐπίταγμα, καὶ τὸν μὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι κολάσει· ὅταν δὲ λέγῃ, “πώλη- “σόν σου τὰ ὑπάρχοντα,” καὶ πάλιν, “ὁ δυνάμενος χωρεῖν “ρείτω,” οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων· τοῦτο οὖν λέγει, καὶ ὅταν λέγῃ, “ἀνάγκη γάρ “μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι,” οὐ τοίνυν φιλαρχίας τὸ πρᾶγμά ἐστι, πίστις γάρ ἐστι καὶ ἐπιταγή. “καὶ Θεοῦ σωτῆρος, Τίτῳ γνησίῳ τέκνῳ,” ἐπὶ μὲν τῶν Φυσικῶν
87
τέκνων τὸ γνήσιον καὶ τὸ μὴ γνήσιον, ἄπο τῆς ὠδινούσης η του σπείροντος ὁρίζεται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς προαιρέσεως, “κατὰ κοινὴρ,” φησὶ, “πίστιν.” ἐπειδὴ εἶπε “τέκνῳ,” καὶ τὴν τοῦ πατρὸς ἔλαβε τάξιν· πῶς καὶ ταύτην τὴν τιμὴν ἐλαττοῖ καὶ καταστέλλει, ἄκουσον. κατὰ τὴν πίστιν, φησὶν, οὐδὲν ἔχω πλέον· κοινὴ γάρ ἐστι, καὶ διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθην καὶ σύ· πόθεν τοίνυν αὐτὸν τέκνον καλεῖς; ἤτοι τὴν φιλοστοργίαν μόνον δηλῶσαι θέλων, ἣ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγματι, ἣ τὸ δι’ αὐτοῦ πεφωτίσθαι· τὸ οὖν “κατὰ κοινὴν πίστιν” τὴν ἀδελφότητα ᾐνίξατο.

Θεοδώρου. Τὰ μὲν τῆς προγραφῆς, ἐν τούτοις, “Παῦλος “δοῦλος Θεοῦ, Ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, Τίτῳ γνησίῳ “τέκνῳ,” καὶ τὰ ἑξῆς. παρέθηκε δὲ τὰ ἀπὸ τοῦ “κατὰ πίστιν “ἐκλεκτῶν Θεοῦ,” ἄχρι τοῦ “Τίτῳ γνησίῳ τέκνῳ.

Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.

Χρυσοστόμου. Ἐπειδὴ εἶπε τέκνον, ἐπήγαγεν ἀπὸ τοῦ ὥστε ἀναστῆσαι αὐτοῦ τὴν διάνοιαν καὶ μαθεῖν, τίνος ἐστὶ τέκνον.

ΚΕΦ. Α.

Περὶ διδασκάλων ἐπιτηδείων εἰς διακονίαν καὶ ἔλεγχον ἀπειθῶν.

τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ.

Ὡς ἃν εἴποι τις, πλέονος καταρτισμοῦ· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ μόνον, καὶ εἴτε δι’ ἐμοῦ εἴτε δι’ ἑτέρου, οὐδέν μοι διαφέρει.

Θεοδώρου. Ὁ γὰρ τῆς εὐσεβείας λόγος παραδέδοτο πᾶσι πη αὐτοῦ· ἐλείπετο δὲ οἰκονομῆσαι τὰ κατὰ τοὺς πεπιστευκότας, καὶ εἰς ἁρμονίαν αὐτοὺς καταστῆσαι ταῖς ἐκκλησιαστικαῖς διατυπωσεσι.

Καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους.

τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς πολλαχοῦ εἴρηται.

Ὡς ἐγώ σοι διεταξάμην.

“Κατὰ πόλιν,” φησὶν, οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον

88
ἐπιτετράφθαι ἑνὶ, ἀλλ’ ἕκαστον ἰδίαν ἔχειν φροντίδα καὶ μέριμναν.

Εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἣ ἀνυπότακτα.

τίνος ἕνεκεν καὶ τῶν τοιούτων εἰς μέσον παράγει; ἐπιστομίζει τοὺς αἱρετικοὺς, τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ’ οὕτω τίμιον, ὡς μετ’ αὐτοῦ δύνασθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταὐτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ οὐκ ἀφιεὶς μετὰ δευτέρου γάμου τὴν ἀρχὴν ἐγχειρίζεσθαι ταύτην· ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδεμίαν φυλάξας εὔνοιαν, πῶς ἃν οὗτος γένοιτο προστάτης καλός; καὶ ὁ τῶν αὐτοῦ παίδων διδάσκαλος γενέσθαι μὴ δυνηθεὶς, πῶς ἃν ἑτέρων γένοιτο; εἰ οὓς ἐξ ἀρχῆς εἶχε μεθ’ ἑαυτοῦ καὶ ἔτρεφεν, ὧν καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῆς φύσεως εἶχε τὴν ἐξουσίαν, τούτους ῥυθμίσαι οὐκ ἴσχυσε, πῶς ἃν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; καὶ οὐδὲ εἶπε μὴ ἀσώτως ἁπλῶς, ἀλλὰ μηδὲ διαβολὴν ἔχειν τοιαύτην, μηδὲ πονηρᾶς εἶναι δόξης.

Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην.

Πῶς γὰρ ἑτέρους παιδεύει κρατεῖν τῶν παθῶν, ἑαυτὸν μὴ παιδεύσας; “πάροινον” δὲ τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, μὴ ὑβρίζοντα· ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται μᾶλλον, καὶ καταφρονεῖ τοῦ ὑβρίζοντος· “μὴ πλήκτην·” ἰατρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν, ὁ δὲ ἰατρὸς οὐ πλήττει, καὶ τὰ πεπληγότα διορθοῦται καὶ θεραπενει.

Μῆ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου.

τουτέστι, πολλὴν ὑπεροψίαν χρημάτων ἐπιδεικνύμενον, τὰ αὐτοῦ πάντα τοῖς δεομένοις προιέμενον. “ἐγκρατἢ” δὲ οὐ τὸν νηστευτὴν εἶπεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώσσης καὶ χειρὸς, καὶ ὀφθαλμῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ

89
μηδενὶ ὑποσύρεσθαι πάθει. “ ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. ” πιστοῦ” ἐνταῦθα τοῦ ἀληθοῦς φησιν, ἣ τοῦ διὰ πίστεως παραδεδομένου, οὐ δεομένου συλλογισμῶν, οὐδὲ ζητημάτων· “ ἀντεχόμενον,” φροντίζοντα, ἔργον τοῦτο ποιούμενον.

Ἵνα δυνατὸς ἦ καὶ παρακαλεῖν καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

Οὐ χρεία, φησὶ, κόμπου καὶ ῥημάτων, ἀλλὰ φρενῶν καὶ γραφῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως, " ἵνα δυνατὸς ᾖ καὶ παρα “καλεῖν,” φησὶν, “ ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ,” τουτέστι, πρὸς φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. ὁ γὰρ οὐκ εἰδὼς τοῖς ἐχθροῖς μάχεσθαι καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκαλίας, πόρρω ἔστω θρόνου διδασκαλικοῦ.

ΚΕΦ. Β.

Κατὰ τὰς σαρκικὰς καθάρσεις πρεσβευόντων, καὶ ὑπὲρ πνευματικῆς ἀρετῆς.

Εἰσὶ γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς, οὓς δεῖ ἐπιστομίζειν.

Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι ; οὐ βούλονται ἄρχεσθαι, ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο· ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μηδὲ διάταττε τούτοις, ἀλλ’ ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν· “ οἴτινες,” φησὶν, “ ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. εἰ γὰρ τὴν μὲν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθέκαστον αἴτιος γενήσεται.

Εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.

Πολλα ἐνταῦθά ἐστι τὰ ζητούμενα. πρῶτον μὲν, τίς ὁ εἰρηκώς· δεύτερον δὲ, τι δήποτε Παῦλος αὐτοῖς ἐχρήσατο· τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν μαρτυρίαν παρήγαγε. φέρε γοῦν καὶ ἑτέραν ζήτησιν προσθέντας, οὕτως κυρίαν τὴν λύσιν ἐπαγάγωμεν. καὶ γὰρ ὅτε

90
τοῖς Ἀθηναίοις διελέγετο, μεταξὺ τῆς δημηγορίας φησὶν, “ ἀγνώ- “στῳ Θεῷ·” καὶ πάλιν, “ τοῦ γὰρ καὶ γένος ἐσμὲν, ὡς καί “ τινες τῶν καθ’ ὑμῶν ποιητῶν εἰρήκασι.” καὶ τίς καὶ πόθεν ἐστὶν “ ὁ εἰρηκὼς, ἀναγκαῖον εἰπεῖν πρὸς ὑμᾶς· ἔχει δὲ οὕτως ἡ ὑπό- “θεσις. οἱ Κρῆτες τάφον ἔχουσι τοῦ Δῖός, ὁ ποιητὴς οὖν φησὶ,
  • καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
  • Κρῆτες ἐτεκτήναντο, σὺ δ’ οὐ θάνες. ἐσσὶ γὰρ αἰεί.
  • ὅρα τὸν κίνδυνον· εἰ ἀληθὴς ὁ προφήτης αὐτῶν εἰπὼν περὶ τοῦ Δῖός, “ σὺ δ' οὐ θάνες,” εὑρίσκεται κατὰ τὸν Ἀπόστολον ἀθάνατος ὁ Ζεύς. τί οὖν ἐστι, καὶ πῶς ἐστι τοῦτο ἐπιλύσασθαι ; ὁ Ἀπόστολος οὐ τοῦτο εἶπεν, ἀλλ’ ἀπλάστως ἔλαβε τὴν μαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσμένον· διὰ τι γὰρ μὴ ἐπήγαγε, “ καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο ; Οὐ τοῦτο οὖν εἶπεν ὁ Παῦλος, ἀλλ’ ὅτι ὁ δεῖνα καλῶς εἶπεν, ὅτι ψεῦσται εἰσι. πόθεν οὖν διισχυριζόμεθα ὅτι οὐκ ἔστι Θεὸς ὁ Ζεύς ; ἐκ μυρίων ἑτέρων· οὐ γὰρ δεῖ ἀπὸ τῆς τῶν Κρητῶν μαρτυρίας τοῦτο παράγειν· τι δή ποτε δὲ ἀπὸ τῶν Ἑλληνικῶν παράγει τὰς μαρτυρίας; ὅτι τούτοις μάλιστα ἐντρέπομεν αὐτούς· ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς κατηγορίας, ὅτι τοὺς παρ’ αὐτοῖς θαυμαστοὺς τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. διὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται ἀγνώστῳ Θεῷ. οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς παρέλαβον, ἀλλὰ κατὰ χρόνους, στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι Θεὸν, ὑπ’ αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκείνων ὦσι εὐκαθοσίωτοι, τοιοῦτον ἔστησαν τὸν βωμὸν, ἐπιγράψαντες ἀγνώστῳ Θεῷ. εἶπεν οὖν ὁ Ἀπόστολος, ὅτι ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· πάλιν “ τοῦ γὰρ καὶ γένος ἐσμὲν,” εἴρηται περὶ τοῦ Διός. φησὶ γὰρ, “ πλήρεις μὲν Δῖός ἀγυιαὶ, πλήρεις δὲ θάλασσαι·” εἶτα μετὰ μικρὸν, “ τοῦ γὰρ γένος ἐσμέν.” Ἄρατος αὐτὰ εἶπεν. πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ Δῖός εἰρημένα ἕλκει εἰς τὸν Θεὸν τὸν τῶν ὅλων ; οὐ τὰ περὶ τοῦ Δῖός εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῶ Διῒ, ταῦτα ἀποδίδωσι, τῶ Θεῶ· ἐπεὶ καὶ τὸ Θεὸς [*](a Callimach. Hymn. Jov. 20.)
    91
    ὄνομα αὐτοῦ μόνου ἐστὶ, καὶ παρανόμως ἐπίκειται τοῖς εἰδώλοις. ἀλλὰ πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι ; ἀπὸ προφητῶν ; ἀλλ’ οὐκ ἃν ἐπίστευσαν, ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν εὐαγγελίων φθέγγεται, ἀλλ’ ἀπὸ προφητῶν· διὰ τοῦτο φησιν, “ ἐγενόμην τοῖς “ Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον “ ὡς ὑπὸ νόμον·” καὶ τοῦτο καὶ ὁ Θεὸς ποιεῖ, οἷον ἐπὶ τῶν μάγων· οὐ δι’ ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι’ ἀποστόλου, οὐ δι’ εὐαγγελιστοῦ, ἀλλὰ πόθεν ; δι’ ἄστρου. ἐπειδὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς εἵλκυσε. πάλιν ἐπὶ τῶν βοῶν καὶ τῆς κιβωτοῦ, ἐὰν πορευθῶσι, φησὶ, ταύτην τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ μάντεις ὑπετίθεντο. οὐκοῦν ἀληθεύουσιν οἱ μάντεις ; ἄπαγε· ἀλλ’ ἀπὸ τῶν οἰκείων αὐτοὺς στομάτων ἐλέγχει καὶ καταπλήττει. πάλιν ἐπὶ τῆς ἐγγαστριμύθου καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευσε, διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ μέλλοντα αὐτὸν καταλαμβάνειν. τίνος οὖν ἕνεκα ἐπεστόμισε τὸν δαίμονα Παῦλος τὸν λέγοντα, “ οὗτοι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν· οἵτινες κα“ ταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας ;” τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίμονας φθέγγεσθαι ; ἐκεῖ μὲν εἰκότως· καὶ γὰρ τὰ σημεῖα προεχώρει, ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν, ἀλλ’ αὐτὸς αὐτὸν ἐκήρυττε, καὶ οἱ δαίμονες δὲ οὐχὶ προσεκυνοῦντο· οὐκ ἦν εἴδωλον τὸ φθεγγόμενον ἵνα κωλυσθῇ· καὶ τὸν Βαλαὰμ δὲ εἴασεν εὐλογῆσαι, καὶ οὐκ ἐκώλυσεν ἐλθεῖν, οὕτως πανταχοῦ συγκαταβαίνει.

    (Σεγηριανόε.) Ἄλλος δέ φησιν· ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ

  • Κρῆτες ἀεὶ φεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
  • ἐπιλαμβανόμενος αὐτῶν εἶπεν, ὡς κακῶς δεικνύντων τάφον Δῖός τὸν οὐκ ὄντα. ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἵνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν, καὶ τῷ λεγομένῳ Διὶ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν, ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν· ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων, ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσι, καὶ γαστέρες ἀργαί· αὕτη ἡ μαρτυρία ἀληθὴς, οὐκ ἐκείνη.

    Θεόσωροσ. Καὶ Θεόδωρος δὲ ὁμοίως φησὶν, οἱ κατὰ τῶν

    92
    Χριστιανικῶν συντάξαντες δογμάτων, ἐνταῦθα ἔφασαν καὶ τὸν μακάριον Παῦλον ἀποδέχεσθαι τὴν τοῦ ποιητοῦ φωνὴν, καὶ ἐπιμαρτυρεῖν αὐτῷ, ὡς ἃν δικαίως ταῦτα ὑπὲρ τοῦ Δῖός περὶ Κρητῶν εἰρηκότι, οὐ προσεσχηκότες οὔτε τῷ τρόπῳ τῆς τοῦ Ἀποστόλου χρήσεως, οὔτε τῷ “ ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής·” οὐ γὰρ τὸ ποίημα οὐδὲ τὴν τοῦ ποιητοῦ ἀποδέχεται, ἀλλ’ ὡς παροιμιᾷ τῇ του ποιητοῦ φωνῇ χρησάμενος τύχον καὶ τῶν τότε τῇ φωνῇ κεχρημένων. ὥσπερ οὖν καὶ ἕτερα πολλὰ τῶν παρὰ τοῖς ἀρχαίοις φερομένων ἐν παροιμίαις χρήσει τοῖς ὕστερον ἐγένετο. “ δι’ “ ἣν αἰτίαν,” φησὶν, “ ἔλεγχε αὐτοὺς ἀποτόμως·” ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρε δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως· διὰ τοῦτο εἶπεν, “ ἀποτόμως ἔλεγχε αὐτοὺς, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει·” ἐλέγχειν οὖν ἀποτόμως οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους ἀποτόμως· οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ ποικίλως καὶ πρὸς τὰ ὑποκείμενα.

    Μῆ προσέχοντες Ἰουσαϊκοῖς μύθοις.

    Χργσοστόμογ. Διπλῆ μῦθος τὰ Ἰουδαικά· καὶ ὅταν παραποιησις ᾖ, καὶ οτοαν πάρα καῖρον ᾖ τὸ πρᾶγμα. ὅταν γὰρ μὴ ’δει αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν. ὥσπερ ἄχρηστόν ἐστιν, ὥσπερ ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· εἰ γὰρ πιστεύεις τῇ πίστει, τι ἕτερα ἐπεισάγεις ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι ;

    Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς.

    Ὁρᾷς ὅτι πρός τι ἐστι τὸ εἰρημένον ; “ τοῖς δὲ μεμιασμένοις,” φησὶ, “ καὶ ἀπίστοις οὐδὲν καθαρόν.” οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἣ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. λαμβανόντων.

    Ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

    Οὐκοῦν καὶ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται ; οὐ

    93
    τῇ φύσει ἀπηγόρευται. πάντα γὰρ καθαρὰ, καὶ οὐδὲν ἀκάθαρτον ἐποίησεν ὁ Θεός· ἁμαρτία δὲ μόνη· ψυχῆς γὰρ ἅπτεται καὶ ταύτην ῥυποῖ· τοῦτο πρόληψίς ἐστιν ἀνθρωπίνη· “ τοῖς δὲ μεμια “ σμένοις,” φησὶ, “ καὶ ἀπίστοις, οὐδὲν καθαρόν. ” πῶς γὰρ ἐν τοῖς καθαροῖς ἀκάθαρτον ἃν εἴη ὁ ψυχὴν ἔχων ἀσθενῆ ; πάντα ῥυποῖ· εἰ γὰρ ἐὰν παραιτοῖτο τὸ καθαρὸν καὶ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται, οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθύες λέγω, ἀνθρωπίνων σωμάτων ἀπογευόμενοι· καὶ ὄρνιθες σκωλήκων καὶ κόπρου καὶ ὅσα τοιαῦτα· οὐδὲν οὖν ἀκάθαρτον, ἀλλ’ αὐτοὶ καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν, προαίρεσις πονηρὰ, ἀκάθαρτον.

    Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι· σὺ δὲ λάλει, ἃ πρέπει τῆ ὑγιαινούσῃ διδσκαλία.

    (Θεόδωροε.) Ἄλλος φησίν· ἐπειδὴ περὶ τὰ βρώματα ἀκριβολογεῖσθαι ἐδόκουν, ὡς ἃν κατὰ νόμον τῶν μὲν δέον μεταλαμβάνειν, τῶν δὲ ἀπέχεσθαι· τῶν γεγονότων φησὶν, ἀκάθαρτον οὐδὲν, εἰ δή τις αὐτῶν καθαρᾷ μεταλαμβάνοι τῇ γνώμη· ἐπειδὰν δέ τις δι’ ἀπιστίαν ἔχοι τὴν συνείδησιν μεμολυσμένην, καθαρὸν οὐδὲν τῷ τοιούτῳ· βλάπτεται γὰρ ὑφ’ ἁπάντων ὁμοίως· ὁ γὰρ Θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουργήσαντος ἅπτεται· καὶ τοῦτό ἐστι — “ Θεὸν ὁμολογοῦσιν εἰδέναι, “ τοῖς δὲ ἔργοις ἀρνοῦνται.” ἀλλὰ μηδὲν τούτων ἕνεκεν σιγήσῃς, κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πρᾶττε. ἄρα οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν· αἱ γὰρ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσίων καὶ τύποι, νῦν δὲ ταῦτα οὐκ ἀπαιτούμεθα· μετέστη γὰρ εἰς τὴν ψυχὴν τὸ πᾶν. οὐ δεῖ τοίνυν προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι.

    94