Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

hyp-3

Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204), Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204), Catenae Graecorum patrum in Novum Testamentum, vol. 7, Cramer, Oxford, 1843

112

ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.

ΕΙ ἐθνῶν Ἀπόστολος ἦν ὁ μακάριος Παῦλος, καθά φησι Ῥωμαίοις ἐπιστέλλων, “ ἐφ’ ὅσον μὲν εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω, εἴ πὼς παραζηλώσω μου τὴν σάρκα·” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη,” τί αὐτοῖς ἐπέστελλε, καὶ μάλιστα τοῦ Θεοῦ εἰπόντος αὐτῷ καὶ χρηματίσαντος· “ οὐ γὰρ ἀνέξονταί σου, ἀλλὰ πορεύου εἰς ἔθνη μακρά·” διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ· καὶ αὐτοῦ πρὸς αὐτὸν φήσαντος τὸν Θεὸν, “ ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην “ φυλακίζων καὶ δέρων κατὰ συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε, “ καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ “ αὐτὸς ἤμην ἑστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσ- “σων τὰ ἱμάτια τῶν ἀναιρούντων·” καὶ σημεῖον τοῦτο εἰπόντος, καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ, τί δή ποτε αὐτοῖς ἔγραφε μὴ ὣν τῶν Ἰουδαίων διδάσκαλος ; ποῦ δὲ οὖσιν ἐπιστέλλει ; ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· “ οὐ γὰρ “ ἀπεστάλην,” φησὶ, “ Βαπτίζειν, ” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ· πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἠθέλησε ; διὰ τοῦτο ἔλεγε, “ γινώσκετε τὸν “ ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψο- “μαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν

113
ἐν 'Ρώμῃ δεδεμένος, εἶτα ἀφείθη, εἶτα εἰς τὰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους ἴσως, καὶ τότε ἦλθεν εἰς 'Ρώμην, ὅταν καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. ταύτης μὲν οὖν τῆς Ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον· ἐκεῖ γὰρ, φησὶν, “ ἐγὼ δὲ ἤδη σπένδομαι καὶ πάλιν ἐκεῖ φησιν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγενετο.

(Σεγηριανοῦ.) Ὁ δὲ μακάριος Σευηριανός φησιν, οἱ αἱρετικοί φασιν μὴ εἶναι Παύλου τὴν Ἐπιστολὴν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις Ἐπιστολῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τουτέστι ξένην παρὰ τὴν Παύλου, καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι, ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων, ὡς ἀποστασίαν νόμου διδάσκων· διά τοι τοῦτο καὶ κινδυνεύσας ἐν Ἰεροσολύμοις καὶ μόλις διαφυγὼν, ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις, οὐ προτίθησι τὸ ὄνομα τὸ ἑαυτοῦ· ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν, ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς Επιστολῆς.

Θεόσωροσ Μοψουεστίασ. ταύτην τὴν αἰτίαν στρέφων α Θεόδωρος ὧδε λέγει· ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ Ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν Ἐπιστολὴν, ὡς Παύλου γεγραφότος αὐτοῖς· ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τι τὰ ἀναγεγραμμένα ἐδύνατο, μὴ τούτου γινομένου. πρὸς δ’ αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὁ φημι, ” παρακαλῶ “ γὰρ ὐμᾶς,” φησὶν, “ ἀδελφοὶ, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα “κλήσεως. καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὐμῖν.” τίσι δὲ ἔγραφεν, ὅτι “ ἐπέστειλα ὐμῖν, ” οὐκ ὄντων ἐκείνων, οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα ; ἐἶτα ἐπάγει, “ γινώσκετε τὸν ἀδελφὸν Τιμό “ θεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.” [*](a στρέπων Cod.)

114
ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ Ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ’ οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι σαφῶς ὑπισχνεῖται; τίς οὖν ἡ τούτου αἰτία; εὔδηλος καὶ ἄγαν σαφής· διέλοντο Βαρνάβας τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν, εἷς γὰρ ἦν αὐτὸς ὁ σκοπὸς, ἀλλ’ ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προσάγωσι· διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας, τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων· οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲν ἐθνῶν Ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς, οἱ δέ γε περιστευκότες κοινοὺς ὡς εἰκὸς διδασκάλους τε καὶ Ἀποστόλους ἐνόμιζον εἶναι. ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν Ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, ουκετι.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· αὐτῶν πανταχοῦ πολλὴν πρόνοιαν ποιεῖται, ἐπειδὴ καὶ πολλὰς ὑπέμενον θλίψεις, καθὼς Θεσσαλονικεῦσι γράφων λέγει, “ μιμηταὶ “ ἐγένεσθε τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας, ” καὶ αὐτοῖς δὲ τούτοις γράφων φησὶ, “ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν “ προσεδέξασθε.” διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. ὅταν γὰρ λέγῃ, “ πορεύομαι διακονήσων τοῖς ἁγίοις τοῖς ἐν “ Ἱεροσολύμοις,” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν, “ ἐὰν “ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι,” τοῦτο λέγει· καὶ ὅταν λέγῃ, “ μόνον, ἵνα τῶν πτωχῶν μνημονεύωμεν,” ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει· “ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ “ κοινωνίας· ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι- “τομήν·” καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν αὐτὸν ἐδέδιττεν· ἐκεῖ δὲ ἐδόκουν τέως κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον [*](b ἔλεον Cod.)

115
ὑπὸ Ῥωμαιοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο· ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ α&#