Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

1-5

Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 891b23 Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.

Ὅτι φυσει τροτερον το εἰ ἔστι· του ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι χει τόδε τῷδε ζητῶν, ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὖ ζητεῖ, <ζητεῖ> εἰ ὑπάρχει αὐτῷ τι ἢ μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα ἀντὶ τοῦ ὅσων ἐπιστήμην λαμβάνομεν᾿· οὐ γὰρ ἃ ἐπιστάμεθα ζητοῦμεν, ἀλλ᾿ ἅ γνῶναι θέλομεν.

p. 89b25 ὅταν μὶν γὰρ πότερον τόδε ἥ τόδε ζητῶμεν εἰς ἀριθμὸν μὸν θέντες, οἰον τότετρον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοδμεν.

Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γενώσκομεν εἰ ἔστι, τί ἐστιν. ὅτι ἔστι, διότι ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δ᾿ ὅτι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἶον πότερον ἐκγείπει ὁ ἥλιος ἢ οὕ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἀπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὐπάρχει τί τινι ἢ μὴ ὑπάρχει [*](Inscripsi ex L: ante ἐξήγησις add. Ἁνώνυμος, post ἀναλυτικῶν add. τοῦ Ἀριστοτέλους a: τοῦ αὐτοῦ φιλοπόνου εἰς τὸ δεύτερον τῆς ἀποδεικτικῆς R: ἀριστοτέλους ἀναλυτικῶν ὑστέρων δεύτερον U 6.7 περὶ οὖ Ua: ὄ οὐ R 7 ζητεῖ alt. addidi ante εἰ add. ἀλλ᾿ R τὸ γε δὲ LR: om. Ua 8 post ot add. ἤδη Ua: om. LR post ἐπιστάμεθα add. ταῦτα Ua: om. LR 9 θέλωμεν B 12 γινώσκομεν om. R 13 ἢ LR: εἰ Ua τὴν ὕπαρξιν—τινος LR: τὴν οὐσίαν καὶ τὴν ὕπαρξίν τινος ζητοῦμεν Ua 15 καὶ R: om. Ua 16 post οὔ add. τὸ ὅτι ἔστι ζητοῦντες (ζητοῦμεν a) Ua: om. LR τὸ διότι τότε LR: inv. ord. Ua 19 ὅτι L: εἰ RUa τί om. R: τόδε L)

548
καὶ διότι ὐπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ [*](102r) μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλ’ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζτεῖται εἰ ἄρα ἔστι μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἐτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὀρισμῶν σμῶν ζητοῦμεν, εἰ ἔστιν ὀρισμὸς ὅδε τοῦδε.

p. 89 b 31 Ἕνια δ’ ἄλλον τρόπον ζητοῦνμεν, οἶον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός.

0 μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, κaὶ τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἀπλῶς τοῦ πράγματος ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων.

p. 89 b 33 Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἀπλως λέγω.

εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν ‘ἐν ἀριθμῷ’ ’οὐχ ἁπλῶς’.

p. 89 b 38 Ἇρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν.

Ὅτι τὸ μὶν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἔστι τί τὸ μέσον ζητοῦμεν.